Saltar al contenido
OriGen Biblioteca de Conciencia Activa Mis notas EN
‹ San Justino: Apologías
Cristianismo · San Justino: Apologías

Primera apología · capítulos 61–67

61

Ὃν τρόπον δὲ καὶ ἀνεθήκαμεν ἑαυτοὺς τῷ θεῷ καινοποιηθέντες διὰ τοῦ Χριστοῦ, ἐξηγησόμεθα, ὅπως μὴ τοῦτο παραλιπόντες δόξωμεν πονηρεύειν τι ἐν τῇ ἐξηγήσει. Ὅσοι ἂν πεισθῶσι καὶ πιστεύωσιν ἀληθῆ ταῦτα τὰ ὑφ᾿ ἡμῶν διδασκόμενα καὶ λεγόμενα εἶναι, καὶ βιοῦν οὕτως δύνασθαι ὑπισχνῶνται, εὔχεσθαί τε καὶ αἰτεῖν νηστεύοντες παρὰ τοῦ θεοῦ τῶν προημαρτημένων ἄφεσιν διδάσκονται, ἡμῶν συνευχομένων καὶ συννηστευόντων αὐτοῖς. Ἔπειτα ἄγονται ὑφ᾿ ἡμῶν, ἔνθα ὕδωρ ἐστί, καὶ τρόπον ἀναγεννήσεως, ὃν καὶ ἡμεῖς αὐτοὶ ἀνεγεννήθημεν, ἀναγεννῶνται· ἐπ᾿ ὀνόματος γὰρ τοῦ πατρὸς τῶν ὅλων καὶ δεσπότου θεοῦ καὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ πνεῦματος ἁγίου τὸ ἐν τῷ ὕδατι τότε λουτρὸν ποιοῦνται. Καὶ γὰρ ὁ Χριστὸς εἶπεν· Ἂν μὴ ἀναγεννηθῆτε, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.“ Ὅτι δὲ καὶ ἀδύνατον εἰς τὰς μήτρας τῶν τεκουσῶν τοὺς ἅπαξ γεννωμένους ἐμβῆναι, φανερὸν πᾶσίν ἐστι. Καὶ διὰ Ἡσαΐου τοῦ προφήτου, ὡς προεγράψαμεν, εἴρηται, τίνα τρόπον φεύξονται τὰς ἁμαρτίας οἱ ἁμαρτήσαντες καὶ μετανοοῦντες. Ἐλέχθη δὲ οὕτως· Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν, κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήραν, καὶ δεῦτε καὶ διαλεχθῶμεν, λέγει κύριος· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡσεὶ ἔριον λευκανῶ, καὶ ἐὰν ὦσιν ὡς κόκκινον, ὡς χιόνα λευκανῶ. Ἐὰν δὲ μὴ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα“. Καὶ λόγον δὲ εἰς τοῦτο παρὰ τῶν ἀποστόλων ἐμάθομεν τοῦτον. Ἐπειδὴ τὴν πρώτην γένεσιν ἡμῶν ἀγνοοῦντες κατ᾿ ἀνάγκην γεγεννήμεθα ἐξ ὑγρᾶς σπορᾶς κατὰ μῖξιν τὴν τῶν γονέων πρὸς ἀλλήλους καὶ ἐν ἔθεσι φαύλοις καὶ πονηραῖς ἀναστροφαῖς γεγόναμεν, ὅπως μὴ ἀνάγκης τέκνα μηδὲ ἀγνοίας μένωμεν ἀλλὰ προαιρέσεως καὶ ἐπιστήμης, ἀφέσεώς ἁμαρτιῶν ὧν προημάρτομεν τύχωμεν, ἐν τῷ ὕδατι ἐπονομάζεται τῷ ἑλομένῳ ἀναγεννηθῆναι καὶ μετανοήσαντι ἐπὶ τοῖς ἡμαρτημένοις τὸ τοῦ πατρὸς τῶν ὅλων καὶ δεσπότου θεοῦ ὄνομα, αὐτὸ τοῦτο μόνον ἐπιλέγοντος τοῦ τὸν λουσόμενον ἄγοντος ἐπὶ τὸ λουτρόν. Ὄνομα γὰρ τῷ ἀῤῥήτῳ θεῷ οὐδεὶς ἔχει εἰπεῖν· εἰ δέ τις τολμήσειεν εἶναι λέγειν, μέμηνε τὴν ἄσωτον μανίαν. Καλεῖται δὲ τοῦτο τὸ λουτρὸν φωτισμός, ὡς φωτιζομένων τὴν διάνοιαν τῶν ταῦτα μανθανόντων. Καὶ ἐπ᾿ ὀνόματος δὲ Ἰησοῦ Χριστοῦ, τοῦ σταυρωθέντος ἐπὶ Ποντίου Πιλάτου, καὶ ἐπ᾿ ὀνόματος πνεύματος ἁγίου, ὃ διὰ τῶν προφητῶν προεκήρυξε τὰ κατὰ τὸν Ἰησοῦν πάντα, ὁ φωτιζόμενος λούεται.

Ahora explicaremos también de qué manera nos consagramos a Dios después de haber sido renovados por medio de Cristo, para que no parezca que, por omitir esto, obramos con malicia en nuestra exposición. Todos los que se convencen y creen que es verdad lo que nosotros enseñamos y decimos, y prometen que pueden vivir así, son instruidos para que oren y pidan a Dios, ayunando, el perdón de los pecados que cometieron antes, mientras nosotros oramos y ayunamos junto con ellos. Después los llevamos a un lugar donde hay agua, y son regenerados con el mismo modo de regeneración con que nosotros mismos fuimos regenerados. Porque entonces reciben el baño en el agua en el nombre de Dios, Padre y Soberano del universo, y de nuestro Salvador Jesucristo, y del Espíritu Santo. En efecto, Cristo dijo: «Si no nacen de nuevo, no entrarán en el reino de los cielos». Y que es imposible que quienes ya nacieron una vez vuelvan a entrar en el seno de las que los dieron a luz, es evidente para todos. También por medio del profeta Isaías, como ya escribimos antes, se dijo de qué manera escaparán de sus pecados los que pecaron y se arrepienten. Se dijo así: «Lávense, purifíquense, quiten las maldades de sus almas, aprendan a hacer el bien, hagan justicia al huérfano y defiendan el derecho de la viuda; y vengan y razonemos, dice el Señor. Aunque sus pecados sean como púrpura, los dejaré blancos como lana; y aunque sean como escarlata, los dejaré blancos como nieve. Pero si no me escuchan, la espada los devorará; porque la boca del Señor ha dicho esto». Y acerca de esto aprendimos de los apóstoles la siguiente razón. Puesto que en nuestro primer nacimiento fuimos engendrados sin saberlo y por necesidad, de un germen húmedo, por la unión de nuestros padres entre sí, y crecimos en costumbres malas y en una conducta perversa, para que no sigamos siendo hijos de la necesidad ni de la ignorancia, sino de la libre elección y del conocimiento, y para que obtengamos en el agua el perdón de los pecados que cometimos antes, se invoca sobre el que ha elegido ser regenerado y se ha arrepentido de sus pecados el nombre de Dios, Padre y Soberano del universo; y solamente esto pronuncia el que conduce al baño a quien va a ser lavado. Porque nadie es capaz de decir un nombre para el Dios inefable; y si alguno se atreviera a afirmar que lo tiene, padecería una locura sin remedio. Este baño se llama iluminación, porque quienes aprenden estas cosas quedan iluminados en su entendimiento. Y el que es iluminado es lavado también en el nombre de Jesucristo, que fue crucificado bajo Poncio Pilato, y en el nombre del Espíritu Santo, que por medio de los profetas anunció de antemano todo lo referente a Jesús.✦

62

Καὶ τὸ λουτρὸν δὴ τοῦτο ἀκούσαντες οἱ δαίμονες διὰ τοῦ προφήτου κεκηρυγμένον ἐνήργησαν καὶ ῥαντίζειν ἑαυτοὺς τοὺς εἰς τὰ ἱερὰ αὐτῶν ἐπιβαίνοντας καὶ προσιέναι αὐτοῖς μέλλοντας, λοιβὰς καὶ κνίσας ἀποτελοῦντας· τέλεον δὲ καὶ λούεσθαι ἐπιόντας πρὶν ἐλθεῖν ἐπὶ τὰ ἱερά, ἔνθα ἵδρυνται, ἐνεργοῦσι. Καὶ γὰρ τὸ ὑπολύεσθαι ἐπιβαίνοντας τοῖς ἱεροῖς καὶ τοῖς αὐτοῖς τοὺς θρησκεύοντας κελεύεσθαι ὑπὸ τῶν ἱερατευόντων ἐκ τῶν συμβάντων Μωϋσεῖ τῷ εἰρημένῳ προφήτῃ μαθόντες οἱ δαίμονες ἐμιμήσαντο. Κατ᾿ ἐκεῖνο γὰρ τοῦ καιροῦ ὅτε Μωϋσῆς ἐκελεύσθη κατελθὼν εἰς Αἴγυπτον ἐξαγαγεῖν τὸν ἐκεῖ λαὸν τῶν Ἰσραηλιτῶν, ποιμαίνοντος αὐτοῦ ἐν τῇ ἀῤῥαβικῇ γῇ πρόβατα τοῦ πρὸς μητρὸς θείου, ἐν ἰδέᾳ πυρὸς ἐκ βάτου προσωμίλησεν αὐτῷ ὁ ἡμέτερος Χριστὸς καὶ εἶπεν· Ὑπόλυσαι τὰ ὑποδήματά σου καὶ προσελθὼν ἄκουσον“. Ὁ δὲ ὑπολυσάμενος καὶ προσελθὼν ἀκήκοε κατελθεῖν εἰς Αἴγυπτον καὶ ἐξαγαγεῖν τὸν ἐκεῖ λαὸν τῶν Ἰσραηλιτῶν, καὶ δύναμιν ἰσχυρὰν ἔλαβε παρὰ τοῦ λαλήσαντος αὐτῷ ἐν ἰδέᾳ πυρὸς Χριστοῦ, καὶ κατελθὼν ἐξήγαγε τὸν λαὸν ποιήσας μεγάλα καὶ θαυμάσια, ἃ εἰ βούλεσθε μαθεῖν, ἐκ τῶν συγγραμμάτων ἐκείνου ἀκριβῶς μαθήσεσθε.

Y los demonios, al oír que este baño había sido anunciado por el profeta, hicieron que también se rociaran a sí mismos los que entran en sus templos y están por acercarse a ellos para ofrecerles libaciones y el humo de los sacrificios; y además hacen que, al acudir, se laven por completo antes de llegar a los templos donde ellos están instalados. También lo de que los sacerdotes manden a los que dan culto descalzarse al entrar en los templos y [presentarse] ante ellos, lo imitaron los demonios después de haberlo aprendido de lo que le sucedió a Moisés, el profeta antes mencionado. Porque en aquel tiempo en que Moisés recibió la orden de bajar a Egipto y sacar de allí al pueblo de los israelitas, mientras apacentaba en la tierra de Arabia las ovejas de su tío materno, nuestro Cristo le habló en forma de fuego desde una zarza y le dijo: «Quítate el calzado y acércate a escuchar». Él se descalzó, se acercó y oyó que debía bajar a Egipto y sacar de allí al pueblo de los israelitas; y recibió un gran poder de Cristo, que le había hablado en forma de fuego; y bajó y sacó al pueblo, después de realizar cosas grandes y maravillosas. Si quieren conocerlas, las aprenderán con exactitud en los escritos de él.✦

63

Ἰουδαῖοι δὲ πάντες καὶ νῦν διδάσκουσι τὸν ἀνωνόμαστον θεὸν λελαληκέναι τῷ Μωυσεῖ. Ὁθεν τὸ προφητικὸν πνεῦμα διὰ Ἡσαΐου τοῦ προμεμηνυμένου προφήτου ἐλέγχον αὐτούς, ὡς προεγράψαμεν, εἶπεν· „Ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός με οὐ συνῆκε“. Καὶ Ἰησοῦς δὲ ὁ Χριστός, ότι οὐκ ἔγνωσαν Ἰουδαῖοι, τί πατὴρ καὶ τί υἱός, ὁμοίως ἐλέγχων αὐτοὺς καὶ αὐτὸς εἶπεν· „Οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός, οὐδὲ τὸν υἱὸν εἰ μὴ ὁ πατὴρ καὶ οἷς ἂν ἀποκαλύψῃ ὁ υἱός“. Ὁ λόγος δὲ τοῦ θεοῦ ἐστιν ὁ υἱὸς αὐτοῦ, ὡς προέφημεν. Καὶ ἄγγελος δὲ καλεῖται καὶ ἀπόστολος· αὐτὸς γὰρ ἀπαγγέλλει, ὅσα δεῖ γνωσθῆναι, καὶ ἀποστέλλεται μηνύσων, ὅσα ἀγγέλλεται, ὡς καὶ αὐτὸς ἱ κύριος ἡμῶν εἶπεν· „Ὁ ἐμοῦ ἀκούων ἀκούει τοῦ ἀποστείλαντός με“. Καὶ ἐκ τῶν τοῦ Μωϋσέως δὲ συγγραμμάτων φανερὸν τοῦτο γενήσεται. Λέλεκται δὲ ἐν αὐτοῖς οὕτως· „Καὶ ἐλάλησε Μωϋσεῖ ἄγγελος θεοῦ ἐν φλογὶ πυρὸς ἐκ τῆς βάτου καὶ εἶπεν· Ἐγώ εἰμι ὁ ὤν, θεὸς Ἀβραάμ, θεὸς Ἰσαάκ, θεὸς Ἰακώβ, ὁ θεὸς τῶν πατέρων σου. Κάτελθε εἰς Αἰγυπτον καὶ ἐξάγαγε τὸν λαόν μου“. Τὰ δ᾿ ἑπόμενα ἐξ ἐκείνων βουλόμενοι μαθεῖν δύνασθε· οὐ γὰρ δυνατὸν ἐν τούτοις ἀναγράψαι πάντα. Ἀλλ᾿ εἰς ἀπόδειξιν γεγόνασιν οἵδε οἱ λόγοι, ότι υἱὸς θεοῦ καὶ ἀπόστολος ᾿Ιησοῦς ὁ Χριστός ἐστι, πρότερον λόγος ὤν, καὶ ἐν ἰδέᾳ πυρὶ ς ποτὲ φανείς, ποτὲ δὲ καὶ ἐν εἰκόνι ἀσωμάτῳ· νῦν δὲ διὰ θελήματος θεοῦ ὑπὲρ τοῦ ἀνθρωπείου γένους ἄνθρωπος γενόμενος ὑπέμεινε καὶ παθεῖν, ὅσα αὐτὸν ἐνήργησαν οἱ δαίμονες διατεθῆναι ὑπὸ τῶν ἀνοήτων Ἰουδαίων. Οἵτινες ἔχοντες ῥητῶς εἰρημένον ἐν τοῖς Μωϋσέως συντάγμασι· „Καὶ ἐλάλησεν ἄγγελος τοῦ θεοῦ τῷ Μωϋσεῖ ἐν πυρὶ φλογὸς ἐν βάτῳ καὶ εἶπεν· Ἐγώ εἰμι ὁ ὤν, ἱ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ“, τὸν τῶν όλων πατέρα καὶ δημιουργὸν τὸν ταῦτα εἰπόντα λέγουσιν εἶναι. Ὅθεν καὶ τὸ προφητικὸν πνεῦμα ἐλέγχον αὐτοὺς εἶπεν· „Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκε“. Καὶ πάλιν ὁ Ἰησοῦς, ὡς ἐδηλώσαμεν, παρ᾿ αὐτοῖς ἂν εἶπεν· „Οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μἰ ὁ υἱός, οὐδὲ τὸν υἱὸν εἰ μὴ ὁ πατὴρ καὶ οἷς ἂν ἱ υἱὸς ἀποκαλύψῃ“. Ἰουδαῖοι οὖν ἡγησάμενοι ἀεὶ τὸν πατέρα τᾶν ὅλων λελαληκέναι τῷ Μωϋσεῖ, τοῦ λαλήσαντος αὐτῷ ὄντος υἱοῦ τοῦ θεοῦ, ὃς καὶ ἄγγελος καὶ ἀπόστολος κέκληται, δικαίως ἐλέγχονται καὶ διὰ τοῦ προφητικοῦ πνεύματος καὶ δι᾿ αὐτοῦ τοῦ Χριστοῦ, ὡς οὔτε τὸν πατέρα οὔτε τὸν υἱὸν ἔγνωσαν. Οἱ γὰρ τὸν υἱὸν πατέρα φάσκοντες εἶναι ἐλέγχονται μήτε τὸν πατέρα ἐπιστάμενοι, μηθ᾿ ότι ἐστὶν υἱὸς τῷ πατρὶ τῶν ὅλων γινώσκοντες· ὃς λόγος καὶ πρωτότοκος ὢν τοῦ θεοῦ καὶ θεὶς ὑπάρχει. Καὶ πρότερον διὰ τῆς τοῦ πυρὸς μορφῆς καὶ εἰκόνος ἀσωμάτου τῷ Μωϋσεῖ καὶ τοῖς ἑτέροις προφήταις ἐφάνη· νῦν δ᾿ ἐν χρόνοις τῆς ὑμετέρας ἀρχῆς, ὡς προείπομεν, διὰ παρθένου ἄνθρωπος γενόμενος κατὰ τὴν τοῦ πατρὸς βουλὴν ὑπὲρ σωτηρίας τῶν πιστευόντων αὐτῷ καὶ ἐξουθενηθῆναι καὶ παθεῖν ὑπέμενεν, ἵνα ἀποθανὼν καὶ ἀναστὰς νικήσῃ τὸν θάνατον. Τὶ δὲ εἰρημένον ἐκ βάτου τῷ Μωϋσεῖ· „Ἐγώ εἰμι ὁ ὤν, ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακὼβ καὶ ὁ θεὸς τῶν πατέρων σου“, σημαντικὸν τοῦ καὶ ἀποθανόντας ἐκείνους μένειν καὶ εἶναι αὐτοῦ τοῦ Χριστοῦ ἀνθρώπους· καὶ γὰρ πρῶτοι τῶν πάντων ἀνθρώπων ἐκεῖνοι περὶ θεοῦ ζήτησιν ἠσχολήθησαν, Ἀβραὰμ μὲν πατὴρ ὢν τοῦ Ἰσαάκ, Ἰσαὰκ δὲ τοῦ Ἰακώβ, ὡς καὶ Μωϋσῆς ἀνέγραψε.

Todos los judíos, todavía hoy, enseñan que fue el Dios sin nombre quien habló con Moisés. Por eso el Espíritu profético, reprendiéndolos por medio de Isaías, el profeta ya mencionado, dijo, como escribimos antes: «El buey conoce a su dueño y el asno el pesebre de su señor, pero Israel no me conoció, y el pueblo no me entendió». Y también Jesús, el Cristo, puesto que los judíos no conocieron qué es el Padre y qué es el Hijo, reprendiéndolos igualmente, dijo él mismo: «Nadie conoció al Padre sino el Hijo, ni al Hijo sino el Padre y aquellos a quienes el Hijo lo revele». Ahora bien, el Logos de Dios es su Hijo, como dijimos antes. Y se le llama también Ángel y Apóstol, porque él anuncia todo lo que se debe conocer, y es enviado para dar a conocer todo lo que se anuncia, como dijo también nuestro mismo Señor: «El que me escucha, escucha al que me envió». Y esto quedará claro también a partir de los escritos de Moisés. En ellos se dice así: «Y el ángel de Dios habló a Moisés en una llama de fuego desde la zarza y dijo: Yo soy el que es, el Dios de Abraham, el Dios de Isaac, el Dios de Jacob, el Dios de tus padres. Baja a Egipto y saca a mi pueblo». Lo que sigue, si quieren, pueden aprenderlo de aquellos [escritos], porque no es posible transcribirlo todo aquí. Pero estas palabras se han presentado para demostrar que Jesús, el Cristo, es Hijo de Dios y Apóstol, que antes era Logos y se apareció unas veces en forma de fuego y otras también en una imagen incorpórea; y que ahora, por voluntad de Dios, hecho hombre a favor del género humano, soportó también padecer todo lo que los demonios hicieron que le infligieran los judíos insensatos. Ellos, aun teniendo dicho expresamente en los escritos de Moisés: «Y el ángel de Dios habló a Moisés en fuego de llama en una zarza y dijo: Yo soy el que es, el Dios de Abraham y el Dios de Isaac y el Dios de Jacob», afirman que quien dijo esto es el Padre y Creador del universo. Por eso también el Espíritu profético, reprendiéndolos, dijo: «Pero Israel no me conoció, y el pueblo no me entendió». Y de nuevo Jesús, como ya mostramos, estando entre ellos, dijo: «Nadie conoció al Padre sino el Hijo, ni al Hijo sino el Padre y aquellos a quienes el Hijo lo revele». Así pues, los judíos, que siempre han pensado que fue el Padre del universo quien habló a Moisés, cuando quien le habló era el Hijo de Dios, que ha sido llamado también Ángel y Apóstol, con justicia son reprendidos tanto por el Espíritu profético como por el mismo Cristo, porque no conocieron ni al Padre ni al Hijo. Porque los que dicen que el Hijo es el Padre quedan convictos de que ni conocen al Padre ni saben que el Padre del universo tiene un Hijo, el cual, siendo Logos y primogénito de Dios, es también Dios. Y antes se apareció a Moisés y a los demás profetas en forma de fuego y en una imagen incorpórea; pero ahora, en los tiempos del imperio de ustedes, como dijimos antes, hecho hombre por medio de una virgen según el designio del Padre, para la salvación de los que creen en él, soportó ser despreciado y padecer, a fin de vencer a la muerte muriendo y resucitando. Y lo que se dijo a Moisés desde la zarza: «Yo soy el que es, el Dios de Abraham y el Dios de Isaac y el Dios de Jacob y el Dios de tus padres», significa que aquellos, aun después de muertos, permanecen y son hombres del propio Cristo. Porque ellos fueron los primeros de todos los hombres que se dedicaron a buscar a Dios: Abraham, padre de Isaac, e Isaac, padre de Jacob, como también escribió Moisés.✦

64

Καὶ τὸ ἀνεγείρειν δὲ τὸ εἰδωλον τῆς λεγομένης Κόρης ἐπὶ ταῖς τῶν ὑδάτων πηγαῖς ἐνεργῆσαι τοὺς δαίμονας, λέγοντας θυγατέρα αὐτὴν εἶναι τοῦ Διός, μιμησαμένους τὸ διὰ Μωϋσέως εἰρημένον, ἐκ τῶν προειρημένων νοῆσαι δύνασθε. Ἔφη γὰρ ὁ Μωϋσῆς, ὡς προεγράψαμεν· „Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τῶν ὑδάτων“. Εἰς μίμησιν οὖν τοῦ λεχθέντος ἐπιφερομένου τῷ ύδατι πνεύματος θεοῦ τὴν Κόρην θυγατέρα τοῦ Διὸς ἐφασαν. Καὶ τὴν Ἀθηνᾶν δὲ ὁμοίως πονηρευόμενοι θυγατέρα τοῦ· Διὸς ἔφασαν, οὐκ ἀπὸ μίξεως, ἀλλ᾿, ἐπειδὴ ἐννοηθέντα τὸν θεὸν διὰ λόγου τὸν κόσμον ποιῆσαι ἔγνωσαν, ὡς τὴν πρώτην ἔννοιαν ἔφασαν τὴν Ἀθηνᾶν· ὅπερ γελοιότατον ἡγούμεθα εἶναι, τῆς ἐννοίας εἰκόνα παραφέρειν θηλειῶν μορφήν. Καὶ ὁμοίως τοὺς ἄλλους λεγομένους υἱοὺς τοῦ Λιὸς αἱ πράξεις ἐλέγχουσιν.

También pueden entender, por lo dicho antes, que los demonios hicieron levantar la imagen de la llamada Core junto a los manantiales de agua, diciendo que era hija de Zeus, imitando lo que se dijo por medio de Moisés. Porque Moisés dijo, como escribimos antes: «En el principio hizo Dios el cielo y la tierra. La tierra era invisible y sin forma, y el Espíritu de Dios se movía sobre las aguas». Así pues, para imitar lo que se dijo del Espíritu de Dios que se movía sobre el agua, afirmaron que Core era hija de Zeus. Y con igual malicia dijeron que Atenea era hija de Zeus, no por unión carnal, sino que, como sabían que Dios, habiéndolo concebido en su pensamiento, hizo el mundo por medio de su palabra, dijeron que Atenea era el primer pensamiento. Esto nos parece de lo más ridículo: presentar como imagen del pensamiento una figura de mujer. Y de modo semejante, sus propias acciones dejan en evidencia a los demás llamados hijos de Zeus.✦

65

Ἡμεῖς δὲ μετὰ τὸ οὕτως λοῦσαι τὸν πεπεισμένον καὶ συγκατατεθειμένον ἐπὶ τοὺς λεγομένους ἀδελφοὺς ἄγομεν, ἔνθα συνηγμένοι εἰσί, κοινὰς εὐχὰς ποιησόμενοι ὑπέρ τε ἑαυτῶν καὶ τοῦ φωτισθέντος καὶ ἄλλων πανταχοῦ πάντων εὐτόνως, ὅπως καταξιωθῶμεν τὰ ἀληθῆ μαθόντες καὶ δι᾿ ἔργων ἀγαθοὶ πολιτευταὶ καὶ φύλακες τῶν ἐντεταλμένων εὑρεθῆναι, ὅπως τὴν αἰώνιον σωτηρίαν σωθῶμεν. Ἀλλήλους φιλήματι ἀσπαζόμεθα παυσάμενοι τῶν εὐχῶν. Ἔπειτα προσφέρεται τῷ προεστῶτι τῶν ἀδελφῶν ἄρτος καὶ ποτήριον ὕδατος καὶ κράματος, καὶ οὗτος λαβὼν αἶνον καὶ δόξαν τῷ πατρὶ τῶν ὅλων διὰ τοῦ ὀνόματος τοῦ υἱοῦ καὶ τοῦ πνεύματος τοῦ ἁγίου ἀναπέμπει καὶ εὐχαριστίαν ὑπὲρ τοῦ κατηξιῶσθαι τούτων παρ᾿ αὐτοῦ ἐπὶ πολὺ ποιεῖται· οὗ συντελέσαντος τὰς εὐχὰς καὶ τὴν εὐχαριστίαν πᾶς ὁ παρὼν λαὸς ἐπευφημεῖ λέγων· Ἀμήν. Τὸ δὲ ἀμὴν τῇ ἑβραΐδι φωνῇ τὸ γένοιτο σημαίνει. Εὐχαριστήσαντος δὲ τοῦ προεστῶτος καὶ ἐπευφημήσαντος παντὸς τοῦ λαοῦ οἱ καλούμενοι παρ᾿ ἡμῖν διάκονοι διδόασιν ἑκάστῳ τῶν παρόντων μεταλαβεῖν ἀπὸ τοῦ εὐχαριστηθέντος ἄρτου καὶ οἴνου καὶ ὕδατος καὶ τοῖς οὐ παροῦσιν ἀποφέρουσι.

Nosotros, después de haber lavado así al que se ha convencido y ha dado su asentimiento, lo llevamos ante los que llamamos hermanos, allí donde están reunidos, para hacer oraciones en común con fervor por nosotros mismos, por el que ha sido iluminado y por todos los demás en todas partes, a fin de que, habiendo aprendido la verdad, seamos hechos dignos de ser hallados también en nuestras obras buenos ciudadanos y guardianes de los mandamientos, para alcanzar la salvación eterna. Al terminar las oraciones nos saludamos unos a otros con un beso. Después se presenta al que preside a los hermanos pan y una copa de agua y de vino mezclado; y él, tomándolos, eleva alabanza y gloria al Padre del universo por el nombre del Hijo y del Espíritu Santo, y hace una larga acción de gracias porque hemos sido hechos dignos de estas cosas por él. Cuando ha terminado las oraciones y la acción de gracias, todo el pueblo presente aclama diciendo: «Amén». «Amén» en lengua hebrea significa «así sea». Después de que el que preside ha dado gracias y todo el pueblo ha aclamado, los que entre nosotros se llaman diáconos dan a cada uno de los presentes a participar del pan, del vino y del agua sobre los que se dio gracias, y se los llevan a los ausentes.✦

66

Καὶ ἡ τροφὴ αὕτη καλεῖται παρ᾿ ἡ μῖν εὐχαριστία, ἧς οὐδενὶ ἄλλῳ μετασχεῖν ἐξόν ἐστιν ἢ τῷ πιστεύοντι ἀληθῆ εἶναι τὰ δεδιδαγμένα ὑφ᾿ ἡμῶν, καὶ λουσαμένῳ τὸ ὑπὲρ ἀφέσεως ἁμαρτιῶν καὶ εἰς ἀναγέννησιν λουτρόν, καὶ οὕτως βιοῦντι ὡς ὁ Χριστὸς παρέδωκεν. Οὐ γὰρ ὡς κοινὸν ἄρτον οὐδὲ κοινὸν πόμα ταῦτα λαμβάνομεν· ἀλλ᾿ ὃν τρόπον διὰ λόγου θεοῦ σαρκοποιηθεὶς Ἰησοῦς Χριστὸς ὁ σωτὴρ ἡμῶν καὶ σάρκα καὶ αἷμα ὑπὲρ σωτηρίας ἡμῶν ἔσχεν, οὕτως καὶ τὴν δι᾿ εὐχῆς λόγου τοῦ παρ᾿ αὐτοῦ εὐχαριστηθεῖσαν τροφήν, ἐξ ἠς αἷμα καὶ σάρκες κατὰ μεταβολὴν τρέφονται ἡμῶν, ἐκείνου τοῦ σαρκοποιηθέντος Ἰησοῦ καὶ σάρκα καὶ αἷμα ἐδιδάχθημεν εἶναι. Οἱ γὰρ ἀπόστολοι ἐν τοῖς γενομένοις ὑπ᾿ αὐτῶν ἀπομνημονεύμασιν, ἃ καλεῖται εὐαγγέλια, οὕτως παρέδωκαν ἐντετάλθαι αὐτοῖς, τὸν Ἰησοῦν λαβόντα ἄρτον εὐχαριστήσαντα εἰπεῖν· „Τοῦτο ποιεῖτε εἰς τὴν ἀνάμνησίν μου, τοῦτό ἐστι τὸ σῶμά μου“· καὶ τὸ ποτήριον ὁμοίως λαβόντα καὶ εὐχαριστήσαντα εἰπεῖν· Τοῦτό ἐστι τὸ αἷμά μου“· καὶ μόνοις αὐτοῖς μεταδοῦναι. Ὅπερ καὶ ἐν τοῖς τοῖ Μίθρα μυστηρίοις παρέδωκαν γίνεσθαι μιμησάμενοι οἱ πονηροὶ δαίμονες· ὅτι γὰρ ἄρτος καὶ ποτήριον ὕδατος τίθεται ἐν ταῖς τοῦ μυουμένου τελεταῖς μετ᾿ ἐπιλόγων τινῶν, ἢ ἐπίστασθε ἢ μαθεῖν δύνασθε.

Y este alimento se llama entre nosotros eucaristía, del cual a nadie le está permitido participar sino al que cree que es verdad lo que enseñamos, ha sido lavado con el baño para el perdón de los pecados y para la regeneración, y vive como Cristo enseñó. Porque no tomamos esto como pan común ni como bebida común; sino que, así como Jesucristo nuestro Salvador, hecho carne por el Logos de Dios, tuvo carne y sangre por nuestra salvación, así también se nos ha enseñado que el alimento sobre el que se ha dado gracias mediante la oración de la palabra que viene de él, alimento del cual se nutren por transformación nuestra sangre y nuestra carne, es la carne y la sangre de aquel Jesús hecho carne. Porque los apóstoles, en las memorias compuestas por ellos, que se llaman evangelios, transmitieron que así se les había mandado: que Jesús, tomando pan y dando gracias, dijo: «Hagan esto en memoria mía; esto es mi cuerpo»; y que, tomando igualmente la copa y dando gracias, dijo: «Esto es mi sangre»; y que solo a ellos les dio a participar. Esto mismo lo imitaron los demonios malvados, enseñando que se hiciera también en los misterios de Mitra; porque ustedes saben, o pueden averiguarlo, que en los ritos de iniciación del que se inicia se presentan pan y una copa de agua con ciertas fórmulas.✦

67

Ἡμεῖς δὲ μετὰ ταῦτα λοιπὸν ἀεὶ τούτων ἀλλήλους ἀναμιμνήσκομεν· καὶ οἱ ἔχοντες τοῖς λειπομένοις πᾶσιν ἐπικουροῦμεν, καὶ σύνεσμεν ἀλλήλοις ἀεί. Ἐπὶ πᾶσί τε οἷς προσφερόμεθα εὐλογοῦμεν τὸν ποιητὴν τῶν πάντων διὰ τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ διὰ πνεύματος τοῦ ἁγίου. Καὶ τῇ τοῦ ἡλίου λεγομένῃ ἡμέρᾳ πάντων κατὰ πόλεις ἢ ἀγροὺς μενόντων ἐπὶ τὸ αὐτὸ συνέλευσις γίνεται, καὶ τὰ ἀπομνημονεύματα τῶν ἀποστόλων ἢ τὰ συγγράμματα τῶν προφητῶν ἀναγινώσκεται, μέχρις ἐγχωρεῖ. Εἶτα παυσαμένου τοῦ ἀναγινώσκοντος ὁ προεστὼς διὰ λόγου τὴν νουθεσίαν καὶ πρόκλησιν τῆς τῶν καλῶν τούτων μιμήσεως ποιεῖται. Ἔπειτα ἀνιστάμεθα κοινῇ πάντες καὶ εὐχὰς πέμπομεν· καὶ, ὡς προέφημεν, παυσαμένων ἡμῶν τῆς εὐχῆς ἄρτος προσφέρεται καὶ οἶνος καὶ ὕδωρ, καὶ ὁ προεστὼς εὐχὰς ὁμοίως καὶ εὐχαριστίας, ὅση δύναμις αὐτῷ, ἀναπέμπει, καὶ ὁ λαὸς ἐπευφημεῖ λέγων τὸ Ἀμήν, καὶ ἡ διάδοσις καὶ ἡ μετάληψις ἀπὸ τῶν εὐχαριστηθέντων ἑκάστῳ γίνεται, καὶ τοῖς οὐ παροῦσι διὰ τῶν διακόνων πέμπεται. Οἱ εὐποροῦντες δὲ καὶ βουλόμενοι κατὰ προαίρεσιν ἕκαστος τὴν ἑαυτοῦ ὃ βούλεται δίδωσι, καὶ τὸ συλλεγόμενον παρὰ τῷ προεστῶτι ἀποτίθεται, καὶ αὐτὸς ἐπικουρεῖ ὀρφανοῖς τε καὶ χήραις, καὶ τοῖς διὰ νόσον ἢ δι᾿ ἄλλην αἰτίαν λειπομένοις, καὶ τοῖς ἐν δεσμοῖς οὖσι, καὶ τοῖς παρεπιδήμοις οὖσι ξένοις, καὶ ἁπλῶς πᾶσι τοῖς ἐν χρείᾳ οὖσι κηδεμὼν γίνεται. Τὴν δὲ τοῦ ἡλίου ἡμέρα κοινῇ πάντες τὴν συνέλευσιν ποιούμεθα, ἐπειδὴ πρώτη ἐστὶν ἡμέρα, ἐν ᾗ ὁ θεὸς τὸ σκότος καὶ τὴν ὕλην τρέψας κόσμον ἐποίησε, καὶ Ἰησοῦς Χριστὸς ὁ ἡμέτερος σωτὴρ τῇ αὐτῇ ἡμέρᾳ ἐκ νεκρῶν ἀνέστη· τῇ γὰρ πρὸ τῆς κρονικῆς ἐσταύρωσαν αὐτόν, καὶ τῇ μετὰ τὴν κρονικήν, ἥτις ἐστὶν ἡλίου ἡμέρα, φανεὶς τοῖς ἀποστόλοις αὐτοῦ καὶ μαθηταῖς ἐδίδαξε ταῦτα, ἅπερ εἰς ἐπίσκεψιν καὶ ὑμῖν ἀνεδώκαμεν.

Nosotros, desde entonces, siempre nos recordamos unos a otros estas cosas; los que tenemos, socorremos a todos los necesitados, y estamos siempre unidos unos con otros. Y por todo lo que comemos bendecimos al Creador de todas las cosas por medio de su Hijo Jesucristo y por medio del Espíritu Santo. El día llamado del sol se hace una reunión en un mismo lugar de todos los que viven en las ciudades o en el campo, y se leen las memorias de los apóstoles o los escritos de los profetas mientras el tiempo lo permite. Luego, cuando el lector ha terminado, el que preside hace de palabra una exhortación e invitación a imitar estas cosas buenas. Después nos levantamos todos juntos y elevamos oraciones; y, como dijimos antes, al terminar nuestra oración se presentan pan, vino y agua, y el que preside eleva igualmente oraciones y acciones de gracias según su capacidad, y el pueblo aclama diciendo el «Amén»; y se hace la distribución y la participación, a cada uno, de lo que fue objeto de la acción de gracias, y a los ausentes se les envía por medio de los diáconos. Los que tienen recursos y quieren, cada uno según su propia decisión, dan lo que quieren, y lo que se recoge se deposita junto al que preside, y él socorre a los huérfanos y a las viudas, a los que por enfermedad o por otra causa están necesitados, a los que están en prisión y a los forasteros de paso; en una palabra, cuida de todos los que están en necesidad. Y el día del sol celebramos todos en común la reunión, porque es el primer día, en el que Dios, transformando las tinieblas y la materia, hizo el mundo, y en ese mismo día Jesucristo, nuestro Salvador, resucitó de entre los muertos. Porque lo crucificaron el día anterior al de Saturno, y al día siguiente al de Saturno, que es el día del sol, se apareció a sus apóstoles y discípulos y les enseñó estas cosas, que también a ustedes les hemos presentado para que las examinen.✦

Fuente del texto original: Texto griego: edición de Gerhard Rauschen (1911, dominio público), transcripción digital de Open Greek and Latin (First1KGreek), CC BY-SA 4.0. La columna griega se distribuye con esa misma licencia.