Primera apología · capítulos 53–60
Πολλὰς μὲν οὖν καὶ ἑτέρας προφητείας ἔχοντες εἰπεῖν ἐπαυσάμεθα, αἰ τάρκεις καὶ ταύτας εἰς πεισμονὴν τοῖς τὰ ἀκουστικὰ καὶ νοερὰ ὦτα ἔχουσιν εἶναι λογισάμενοι, καὶ νοεῖν δύνασθαι αἰ τοὺς ἡγούμενοι, ὅτι οὐχ ὁμοίως τοῖς μυθοποιηθεῖσι περὶ τῶν νομισθέντων υἱῶν τοῖ Διὸς καὶ ἡμεῖς μόνον λέγομεν, ἀλλ᾿ οὐκ ἀποδεῖξαι ἔχομεν. Τίνι γὸρ ἂν λόγῳ ἀνθρώπῳ σταυρωθέντι ἐπειθόμεθα, ἵ τι πρωτότοκος τῷ ἀγεννήτῳ θεῷ ἐστι καὶ αὐτὸς τὴν κρίσιν τοῦ παντὸς ἀνθρωπείου γένους ποιήσεται, εἰ μὴ μαρτύρια πρὶν ἢ ἐλθεῖν αὐτὸν ἄνθρωπον γενόμενον κεκηρυγμένα περὶ αὐτοῦ εὕρομεν καὶ οὕτως γενόμενα ἑωρῶμεν, γῆς μὲν Ἰουδαίων ἐρήμωσιν, καὶ τοὺς ἀπὸ παντὸς ἔθνους ἀνθρώπων διὰ τῆς παρὰ τῶν ἀποστόλων αὐτοῦ διδαχῆς πεισθέντας καὶ παραιτησαμένους τὰ παλαιά, ἐν οἷς πλανώμενοι ἀνεστράφησαν, ἔθη, ἑαυτοὺς ἡμᾶς ὁρῶντες, πλείονάς τε καὶ ἀληθεστέρους τοὺς ἐξ ἐθνῶν τῶν ἀπὸ Ἰουδαίων καὶ Σαμαρέων Χριστιανοὺς εἰδότες; Τὰ μὲν γὰρ ἄλλα πάντα γένη ἀνθρώπεια ὑπὸ τοῦ προφητικοῦ πνεύματος καλεῖται ἔθνη, τὸ δὲ ἰουδαϊκὸν καὶ σαμαρειτικὸν φῦλον Ἰσραὴλ καὶ οἶκος Ἰακὼβ κέκληνται. Ὡς δὲ προεφητεύθη, ὅτι πλείονες οἱ ἀπὸ τῶν ἐθνῶν πιστεύοντες τῶν ἀπὸ Ἰουδαίων καὶ Σαμαρέων, τὰ προφητευθέντα ἀπαγγελοῦμεν. Ἐλέχθη δὲ οὕτως· Εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα. ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα“. Ἔρημα γὰρ ἦν πάντα τὰ ἔθνη ἀληθινοῦ θεοῦ, χειρῶν ἔργοις λατρεύοντα· Ἰουδαῖοι δὲ καὶ Σαμαρεῖς, ἔχοντες τὸν παρὰ τοῦ θεοῦ λόγον διὰ τῶν προφητῶν παραδοθέντα αὐτοῖς καὶ ἀεὶ προσδοκήσαντες τὸν Χριστόν, παραγενόμενον ἠγνόησαν, πλὴν ὀλίγων τινῶν, οὓς προεῖπε τὸ ἅγιον προφητικὸν πνεῦμα διὰ Ἡσαΐου σωθήσεσθαι. Εἶπε δὲ ὡς ἀπὸ προσώπου αὐτῶν· Εἰ μὴ κύριος ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα καὶ Γόμοῤῥα ἂν ἐγενήθημεν“. Σόδομα γὰρ καὶ Γόμοῤῥα πόλεις τινὲς ἀσεβῶν ἀνδρῶν. ἱστοροῦνται ὑπὸ Μωϋσέως γενόμεναι, ἃς πυρὶ καὶ θείῳ καύσας ὁ θεὸς κατέστρεψε, μηδενὸς τῶν ἐν αὐταῖς σωθέντος πλὴν ἀλλοεθνοῦς τινος Χαλδαίου τὸ γένος, ᾧ ὄνομα Λώτ· σὺν ᾧ καὶ θυγατέρες διεσώθησαν. Καὶ τὴν πᾶσαν αὐτῶν χώραν ἔρημον καὶ κεκαυμένην οὖσαν καὶ ἄγονον μένουσαν οἱ βουλόμενοι ὁρᾶν ἔχουσιν. Ὡς δὲ καὶ ἀληθέστεροι οἱ ἀπὸ τῶν ἐθνῶν καὶ πιστότεροι προεγινώσκοντο, ἀπαγγελοῦμεν τὰ εἰρημένα διὰ Ἡσαΐου τοῦ προφήτου. Ἔφη δὲ οὕτως· „Ἰσραὴλ ἀπερίτμητος τὴν καρδίαν, τὰ δὲ ἔθνη τὴν ἀκροβυστίαν“. Τὰ τοσαῦτα γοῦν ὁρώμενα πειθὼ καὶ πίστιν τοῖς τἀληθὲς ἀσπαζομένοις καὶ μὴ φιλοδοξοῦσι μηδὲ ὑπὸ παθῶν ἀρχομένοις μετὰ λόγου ἐμφορῆσαι δύναται.
Aunque podríamos citar muchas otras profecías, nos detenemos aquí. Consideramos que también estas bastan para convencer a quienes tienen oídos capaces de escuchar y de entender, y pensamos que ellos pueden comprender que nosotros no nos limitamos a afirmar sin poder demostrar, como sucede con lo que se fabuló acerca de los supuestos hijos de Zeus. ¿Con qué razón, en efecto, creeríamos que un hombre crucificado es el primogénito del Dios no engendrado y que él mismo hará el juicio de todo el género humano, si no hubiéramos encontrado testimonios proclamados acerca de él antes de que viniera hecho hombre, y no los viéramos cumplidos así? Vemos la desolación de la tierra de los judíos. Vemos también que hombres de toda nación, persuadidos por la enseñanza de sus apóstoles, renunciaron a las antiguas costumbres en que vivían extraviados, y esto lo vemos en nosotros mismos. Y sabemos que los cristianos procedentes de las naciones son más numerosos y más verdaderos que los procedentes de los judíos y de los samaritanos. Todas las demás razas humanas son llamadas por el Espíritu profético «naciones», mientras que la raza judía y la samaritana son llamadas «Israel» y «casa de Jacob». Expondremos ahora lo profetizado acerca de que los creyentes de entre las naciones serían más numerosos que los procedentes de los judíos y los samaritanos. Se dijo así: «Alégrate, estéril, tú que no das a luz; prorrumpe y clama, tú que no tienes dolores de parto, porque son muchos más los hijos de la abandonada que los de la que tiene marido». Todas las naciones, en efecto, estaban abandonadas, sin el Dios verdadero, y daban culto a obras de sus manos. En cambio, los judíos y los samaritanos tenían la palabra de Dios que se les había transmitido por medio de los profetas, y siempre esperaron al Cristo; pero cuando vino no lo reconocieron, salvo unos pocos. De estos el santo Espíritu profético predijo por medio de Isaías que se salvarían. Dijo, como en nombre de ellos: «Si el Señor no nos hubiera dejado una descendencia, habríamos llegado a ser como Sodoma y Gomorra». Sodoma y Gomorra eran, según narra Moisés, ciudades de hombres impíos. Dios las destruyó quemándolas con fuego y azufre, y no se salvó ninguno de sus habitantes, excepto un extranjero de raza caldea llamado Lot; con él se salvaron también sus hijas. Y quienes quieran pueden ver toda aquella región, desolada y calcinada, que sigue siendo estéril. Expondremos también lo dicho por medio del profeta Isaías acerca de que se sabía de antemano que los procedentes de las naciones serían más verdaderos y más fieles. Dijo así: «Israel es incircunciso de corazón, y las naciones, del prepucio». Tantas cosas que se ven pueden, pues, infundir con razón convicción y fe a quienes abrazan la verdad, no buscan la vanagloria y no se dejan gobernar por las pasiones.✦
«No engendrado»: gr. agénnētos, «ingénito», que no tiene origen.
Is 54:1. El juego de palabras se apoya en gr. érēmos, «desierta, abandonada».
Is 1:9.
Gn 19:24–30.
La cita corresponde a Jer 9:26 (9:25 en la Septuaginta), aunque Justino la atribuye a Isaías.
Οἱ δὲ παραδιδόντες τὰ μυθοποιηθέντα ὑπὸ τῶν ποιητῶν οὐδεμίαν ἀπόδειξιν φέρουσι τοῖς ἐκμανθάνουσι νέοις, καὶ ἐπὶ ἀπάτῃ καὶ ἀπαγωγῇ τοῖ ἀνθρωπείου γένους εἰρῆσθαι ἀποδείκνυμεν κατ᾿ ἐνέργειαν τῶν φαύλων δαιμόνων. Ἀκούσαντες γὰρ διὰ τῶν προφητῶν κηρυσσόμενον παραγενησόμενον τὸν Χριστόν, καὶ κολασθησομένους διὰ πυρὸς τοὺς ἀσεβεῖς τῶν ἀνθρώπων, προεβάλλοντο πολλοὺς λεχθῆναι γενομένους υἱοὺς τῷ Διῒ, νομίζοντες δυνήσεσθαι ἐνεργῆσαι τερατολογίαν ἡγήσασθαι τοὺς ἀνθρώπους τὰ περὶ τὸν Χριστὸν καὶ ὅμοια τοῖς ὑπὸ τῶν ποιητῶν λεχθεῖσι. Καὶ ταῦτα δ᾿ ἐλέχθη καὶ ἐν Ἕλλησι καὶ ἐν ἔθνεσι πᾶσιν, ὅπου μᾶλλον ἐπήκουον τῶν προφητῶν πιστευθήσεσθαι τὸν Χριστὸν προκηρυσσόντων. Ὅτι δὲ καὶ ἀκούοντες τὰ διὰ τῶν προφητῶν λεγόμενα οὐκ ἐνόουν ἀκριβῶς, ἀλλ᾿ ὡς πλανώμενοι ἐμιμήσαντο τὼ περὶ τὸν ἡμέτερον Χριστόν, διασαφήσομεν. Μωϋσῆς οὖν ὁ προφῄτης, ὡς προέφημεν, πρεσβύτερος ἦν πόντων συγγραφέων, καὶ δι᾿ αὐτοῦ, ὡς προεμηνύσαμεν, προεφητεύθη οὕτως· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν, δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αἰτοῦ, πλύνων τὴν στολὴν αὐτοῦ ἐν αἵματι σταφυλῆς“. Τούτων οὖν τᾶν προφητικῶν λόγων ἀκούσαντες οἱ δαίμονες Διόνυσον μὲν ἔφασαν γεγονέναι υἱὸν τοῦ Διός, εὑρετὴν δὲ γενέσθαι ἀμπέλου παρέδωκαν, καὶ ὄνον ἐν τοῖς μυστηρίοις αἰτοῦ ἀναγράφουσι, καὶ διασπαραχθέντα αὐτὸν ἀνεληλυθέναι εἰς οὐρανὸν ἐδίδαξαν. Καὶ ἐπειδὴ διὰ τῆς Μωϋσέως προφητείας οὐ ῥητῶς ἐσημαίνετο, εἴτε υἱὸς τοῦ θεοῦ ὁ παραγενησόμενός ἐστι, καὶ εἰ ὀχούμενος ἐπὶ πώλου ἐπὶ γῆς μενεῖ ἢ εἰς οὐρανὸν ἀνελεύσεται, καὶ τὸ τοῦ πώλου ὄνομα καὶ ὄνου πᾶλον καὶ ἵππου σημαίνειν ἐδύνατο, μὴ ἐπιστάμενοι εἴτε ὄνου πῶλον ἄγων ἔσται σύμβολον τῆς παρουσίας αἰτοῖ εἴτε ἵππου ὁ προκηρυσσόμενος, καὶ υἱὸς θεοῖ ἐστιν, ὡς προέφημεν, ἢ ἀνθρώπου, τὸν Βελλεροφόντην καὶ αὐτὸν ἐφ᾿ ἵππου Πηγασου, ἄνθρωπον ἐξ ἀνθρώπων γενόμενον, εἰς οὐρανὸν ἔφασαν ἀνεληλυθέναι. Ὅτι δὲ ἤκουσαν διὰ τοῦ ἄλλου προφήτου Ἡσαΐου λεχθέν, ὅτι διὰ παρθένου τεχθήσεται καὶ δι᾿ ἑαυτοῦ ἀνελεύσεται εἰς τὸν οὐρανόν, τὸν Περσέα λεχθῆναι προεβάλλοντο. Καὶ ὅτε ἔγνωσαν εἰρημένον, ὡς προλέλεκται ἐν ταῖς προγεγραμμέναις προφητείαις, Ἰσχυρὸς ἁ ς γίγας δραμεῖν ὁδόν“, τὸν Ἡρακλέα ἰσχυρὸν καὶ ἐκπερινοστήσαντα τὴν πᾶσαν γῆν ἔφασαν. Ὅτε δὲ πάλιν ἐμαθον προφητευθέντα θεραπεύσειν αὐτὸν πᾶσαν νόσον καὶ νεκροὺς ἀνεγερεῖν, τὶν Ἀσκληπιὸν παρήνεγκαν.
Los que transmiten los mitos inventados por los poetas no ofrecen ninguna demostración a los jóvenes que los aprenden. Nosotros, en cambio, demostramos que esos mitos se contaron por obra de los demonios malvados, para engañar y extraviar al género humano. Los demonios oyeron que los profetas anunciaban que Cristo había de venir y que los impíos entre los hombres serían castigados con fuego. Entonces hicieron que se dijera que habían existido muchos hijos de Zeus. Creían que así podrían lograr que los hombres tuvieran por un relato de prodigios lo referente a Cristo, semejante a lo que habían dicho los poetas. Y esto se difundió tanto entre los griegos como en todas las naciones, sobre todo donde oían que los profetas anunciaban que se creería en Cristo. Mostraremos además que, aunque oían lo dicho por medio de los profetas, no lo entendían con exactitud, sino que imitaron como extraviados lo referente a nuestro Cristo. El profeta Moisés, como dijimos antes, era más antiguo que todos los escritores, y por medio de él, como ya indicamos, se profetizó así: «No faltará príncipe de Judá ni caudillo salido de sus muslos, hasta que venga aquel para quien está reservado; y él será la expectación de las naciones, que ata a la vid su pollino y lava su vestidura en sangre de uva». Al oír estas palabras proféticas, los demonios dijeron que Dioniso había sido hijo de Zeus y transmitieron que fue el descubridor de la vid. Por eso representan un asno en sus misterios y enseñaron que, tras ser despedazado, subió al cielo. La profecía de Moisés no indicaba expresamente si el que había de venir era hijo de Dios, ni si, montado en un pollino, permanecería en la tierra o subiría al cielo. Además, la palabra «pollino» podía significar tanto la cría de una asna como la de un caballo. Como los demonios no sabían si el anunciado traería como señal de su venida una cría de asna o de caballo, ni si era hijo de Dios, como dijimos, o de un hombre, dijeron que también Belerofonte, un hombre nacido de hombres, subió al cielo sobre el caballo Pegaso. Cuando oyeron lo dicho por medio del otro profeta, Isaías, que nacería de una virgen y subiría por sí mismo al cielo, hicieron que se hablara de Perseo. Cuando supieron que se había dicho, como se citó en las profecías transcritas antes: «Fuerte como un gigante para recorrer su camino», dijeron que Heracles era fuerte y que había recorrido toda la tierra. Y cuando supieron que se había profetizado que él curaría toda enfermedad y resucitaría a los muertos, sacaron a escena a Asclepio.✦
En Justino, los demonios son los seres que, según él, se hacían pasar por los dioses paganos.
Gn 49:10–11.
Gr. pōlos: cría de cualquier animal; puede referirse al asno o al caballo.
Sal 19:6 (18:6 en la Septuaginta).
Ἀλλ᾿ οὐδαμοῦ οἰδ᾿ ἐπί τινος τῶν λεγομένων υἱῶν τοῦ Διὸς τὸ σταυρωθῆναι ἐμιμήσαντο· οὐ γὰρ ἐνοεῖτο αὐτοῖς, συμβολικῶς, ὡς προδεδήλωται, τῶν εἰς τοῦτο εἰρημένων πάντων λελεγμένων. Ὅπερ, ὡς προεῖπεν ὁ προφήτης, τὸ μέγιστον σύμβολον τῆς ἰσχύος καὶ ἀρχῆς αὐτοῦ ὑπάρχει, ὡς καὶ ἐκ τῶν ὑπ᾿ ὄψιν πιπτόντων δείκνυται· κατανοήσατε γὰρ πάντα τὰ ἐν τῷ κόσμῳ, εἰ ἄνευ τοῦ σχήματος τούτου διοικεῖται ἢ κοινωνίαν ἔχειν δύναται. Θάλασσα μὲν γὰρ οὐ τέμνεται, ἢν μὴ τοῦτο τὸ τρόπαιον, ὃ καλεῖται ἱστίον, ἐν τῇ νηὶ σῶον μείνῃ· γῆ δὲ οὐκ ἀροῦται ἄνευ αὐτοῦ· σκαπανεῖς δὲ τὴν ἐργασίαν οὐ ποιοῦνται οὐδὲ βαναυσουργοὶ ὁμοίως, εἰ μὴ διὰ τῶν τὸ σχῆμα τοῦτο ἐχόντων ἐργαλείων. Τὸ δὲ ἀνθρώπειον σχῆμα οὐδενὶ ἄλλῳ τῶν ἀλόγων ζώων διαφέρει, ἢ τῷ ὀρθὸν τε εἶναι καὶ ἔκτασιν χειρῶν ἔχειν καὶ ἐν τῷ προσώπῳ ἀπὸ τοῦ μετωπίου τεταμένον τὸν λεγόμενον μυξωτῆρα φέρειν, δι᾿ οὗ ἥ τε ἀναπνοή ἐστι τῷ ζώῳ, καὶ οὐδὲν ἄλλο δείκνυσιν ἢ τὸ σχῆμα τοῦ σταυροῦ. Καὶ διὸ τοῖ προφήτου δὲ ἐλέχθη οὕτως· Πνεῦμα πρὸ προσώπου ἡμῶν χριστὸς κύριος“. Καὶ τὰ παρ᾿ ὑμῖν δὲ σύμβολα τὴν τοῦ σχήματος τούτου δύναμιν δηλοῖ, λέγω δὲ τὰ τῶν οὐηξίλλων καὶ τῶν τροπαίων, δι᾿ ὧν αἵ τε πρόοδοι ὑμῶν πανταχοῖ γίνονται, τῆς ἀρχῆς καὶ δυνάμεως τὰ σημεῖα ἐν τούτοις δεικνύντες, εἰ καὶ μὴ νοοῦντες τοῦτο πράττετε. Καὶ τῶν παρ᾿ ὑμῖν ἀποθνησκόντων αὐτοκρατόρων τὰς εἰκόνας ἐπὶ τούτῳ τῷ σχήματι ἀνατίθετε, καὶ θεοὺς διὰ γραμμάτων ἐπονομάζετε. Καὶ διὰ λόγου οὖν καὶ σχήματος τοῦ φαινομένου, ὅση δύναμις, προτρεψάμενοι ὑμᾶς ἀνεύθυνοι οἴδαμεν λοιπὸν ὄντες, κἂν ὑμεῖς ἀπιστῆτε· τὸ γὰρ ἡμέτερον γέγονε καὶ πεπέρανται.
Pero en ninguna parte, ni en ninguno de los llamados hijos de Zeus, imitaron la crucifixión. No la entendían, porque todo lo que se había dicho sobre ella estaba expresado en símbolos, como ya se mostró. Y la cruz, como predijo el profeta, es el mayor símbolo de su poder y de su dominio, como se muestra también por lo que cae bajo nuestra vista. Observen, en efecto, todas las cosas del mundo y vean si sin esta figura se gobiernan o pueden tener comunicación entre sí. El mar no se surca si no permanece intacto en la nave este trofeo que se llama vela. La tierra no se ara sin ella. Ni los cavadores ni los artesanos hacen su trabajo si no es con herramientas que tienen esta figura. Y la figura humana en nada se distingue de la de los animales irracionales sino en que es erguida, tiene los brazos extendidos y lleva en el rostro, a partir de la frente, lo que se llama nariz, por la que el ser vivo respira. Todo esto no muestra otra cosa que la figura de la cruz. Por eso se dijo también por medio del profeta: «Aliento ante nuestro rostro, Cristo Señor». También los símbolos que ustedes usan manifiestan el poder de esta figura; me refiero a los estandartes y trofeos con los que se hacen en todas partes sus desfiles. Ustedes muestran en ellos las insignias de su dominio y de su poder, aunque lo hagan sin entenderlo. Y colocan sobre esta figura las imágenes de sus emperadores cuando mueren, y por medio de inscripciones los llaman dioses. Así pues, los hemos exhortado con la palabra y con esta figura visible, en la medida de nuestras fuerzas. Sabemos que en adelante quedamos libres de responsabilidad, aunque ustedes no crean, porque lo que nos correspondía está hecho y cumplido.✦
Gr. trópaion: trofeo de victoria, que solía armarse sobre un poste con un travesaño.
Lam 4:20 según la Septuaginta.
«Estandartes»: gr. ouēxílla, transcripción del latín vexilla, las enseñas militares romanas.
Οὐκ ἠρκέσθησαν δὲ οἱ φαῦλοι δαίμονες πρὸ τῆς φανερώσεως τοῦ Χριστοῦ εἰπεῖν τοὺς λεχθέντας υἱοὺς τῷ Διῒ γεγονέναι, ἀλλ᾿ ἐπειδή, φανερωθέντος αὐτοῦ καὶ γενομένου ἐν ἀνθρώποις, καὶ ὅπως διὰ τῶν προφητῶν προεκεκήρυκτο ἔμαθον καὶ ἐν παντὶ γένει πιστευόμενον καὶ προσδοκώμενον ἔγνωσαν, πάλιν, ὡς προεδηλώσαμεν, προεβάλλοντο ἄλλους, Σίμωνα μὲν καὶ Μένανδρον ἀπὸ Σαμαρείας, οἳ καὶ μαγικὰς δυνάμεις ποιήσαντες πολλοὺς ἐξηπάτησαν καὶ ἔτι ἀπατωμένους ἔχουσι. Καὶ γὰρ παρ᾿ ὑμῖν, ὡς προέφημεν, ἐν τῇ βασιλίδι Ρώμῃ ἐπὶ Κλαυδίου Καίσαρος γενόμενος ὁ Σίμων καὶ τὴν ἱερὰν σύγκλητον καὶ τὸν δῆμον Ῥωμαίων εἰς τοσοῦτο κατεπλήξατο, ὡς θεὸν νομισθῆναι καὶ ἀνδριάντι, ὡς τοὺς ἄλλους παρ᾿ ὑμῖν τιμωμένους θεούς, τιμηθῆναι. Ὅθεν τήν τε ἱερὰν σύγκλητον καὶ τὸν δῆμον τὸν ὑμέτερον συνεπιγνώμονας ταύτης ἡμῶν τῆς ἀξιώσεως παραλαβεῖν αἰτοῦμεν, ἵν᾿, εἴ τις εἴη τοῖς ἀπ᾿ ἐκείνου διδάγμασι κατεχόμενος, τἀληθὲς μαθὼν τὴν πλάνην φυγεῖν δυνηθῇ. Καὶ τὸν ἀνδριάντα, εἰ βούλεσθε, καθαιρήσατε.
Los demonios malvados no se contentaron con decir, antes de la manifestación de Cristo, que habían existido los llamados hijos de Zeus. Cuando él se manifestó y vivió entre los hombres, supieron cómo había sido anunciado por los profetas y vieron que en toda raza se creía en él y se lo esperaba. Entonces, como ya mostramos, promovieron de nuevo a otros: a Simón y a Menandro, de Samaria, que, obrando prodigios de magia, engañaron a muchos y todavía los tienen engañados. También entre ustedes, como dijimos antes, Simón estuvo en la ciudad regia de Roma en tiempos de Claudio César. Causó tal asombro en el sagrado Senado y en el pueblo de los romanos que fue tenido por dios y honrado con una estatua, como los demás dioses que ustedes honran. Por eso pedimos que el sagrado Senado y el pueblo de ustedes participen también en el examen de esta petición nuestra. Así, si alguien está dominado por las enseñanzas de aquel hombre, podrá conocer la verdad y huir del error. Y si quieren, derriben la estatua.✦
Simón el Mago aparece en Hch 8:9–24; Menandro fue, según Justino, discípulo suyo (cf. cap. 26).
Claudio fue emperador del 41 al 54.
Οὐ γὰρ μὴ γενέσθαι τὴν ἐκπύρωσιν ἐπὶ κολάσει τῶν ἀσεβῶν οἱ φαῦλοι δαίμονες πεῖσαι δύνανται, ὅνπερ τρόπον οὐδὲ λαθεῖν τὸν Χριστὸν παραγενόμενον ἴσχυσαν πρᾶξαι, ἀλλ᾿ ἐκεῖνο μόνον, τοὺς ἀλόγως βιοῦντας καὶ ἐμπαθῶς ἐν ἔθεσι φαύλοις τεθραμμένους καὶ φιλοδοξοῦντας ἀναιρεῖν ἡμᾶς καὶ μισεῖν, δύνανται ποιῆσαι· οὓς οὐ μόνον οὐ μισοῦμεν, ἀλλ᾿, ὡς δείκνυται, ἐλεοῦντες μεταθέσθαι πεῖσαι βουλόμεθα. Οὐ γὰρ δεδοίκαμεν θάνατον, τοῦ πάντως ἀποθανεῖν ὁμολογουμένου, καὶ μηδενὸς ἄλλου καινοῖ ἀλλ᾿ ἢ τῶν αἰτῶν ἐν τῇδε τῇ διοικήσει ὄντων· ὧν εἰ μὴ κόρος τοὺς μετασχόντας κἂν ἐνιαυτοῦ ἔχῃ, ἵνα ἀεὶ ὦσι καὶ ἀπαθεῖς καὶ ἀνενδεεῖς, τοῖς ἡμετέροις διδάγμασι προσέχειν δεῖ. Εἰ δ᾿ ἀπιστοῦσι μηδὲν εἶναι μετὰ θάνατον, ἀλλ᾿ εἰς ἀναισθησίαν χωρεῖν τοὺς ἀποθνήσκοντας ἀποφαίνονται, παθῶν τῶν ἐνταῦθα καὶ χρειῶν ἡμᾶς ῥυόμενοι εὐεργετοῦσιν, ἑαυτοὺς δὲ φαύλους καὶ μισανθρώπους καὶ φιλοδόξους δεικνύουσιν· οὐ γὰρ ὡς ἀπαλλάξοντες ἡμᾶς ἀναιροῦσιν, ἀλλ᾿ ὡς ἀποστεροῦντες ζωῆς καὶ ἡδονῆς φονεύουσι.
Los demonios malvados no pueden convencer a nadie de que no habrá una conflagración para castigo de los impíos, del mismo modo que tampoco lograron que Cristo pasara inadvertido cuando vino. Solo pueden conseguir una cosa: que quienes viven sin razón, se han criado con pasión en malas costumbres y aman la vanagloria nos maten y nos odien. Nosotros no solo no los odiamos, sino que, como se ve, los compadecemos y queremos persuadirlos a que cambien. No tememos la muerte, porque se reconoce que de todos modos hay que morir y que en esta administración del mundo no hay nada nuevo, sino siempre las mismas cosas. Y si quienes participan de ellas no llegan a hastiarse siquiera al cabo de un año, deben atender a nuestras enseñanzas para estar siempre libres de padecimiento y de necesidad. Si, en cambio, no creen que haya nada después de la muerte y declaran que los que mueren pasan a la insensibilidad, nos hacen un favor al librarnos de los padecimientos y necesidades de aquí. Pero se muestran a sí mismos malvados, enemigos de los hombres y amantes de la vanagloria, porque no nos matan para liberarnos, sino que nos asesinan para privarnos de la vida y del placer.✦
«Conflagración»: gr. ekpýrōsis, la destrucción del mundo por el fuego; término usado también por los estoicos.
Καὶ Μαρκίωνα δὲ τὸν ἀπὸ Πόντου, ἁ ς προέφημεν, προεβάλλοντο οἱ φαῦλοι δαίμονες, ὃς ἀρνεῖσθαι μὲν τὸν ποιητὴν τῶν οὐρανίων καὶ γηΐνων ἁπάντων θεὸν καὶ τὸν προκηρυχθέντα διὰ τῶν προφητῶν Χριστὸν υἱὸν αὐτοῦ καὶ νῦν διδάσκει, ἄλλον δέ τινα καταγγέλλει παρὰ τὸν δημιουργὸν τῶν πάντων θεὸν καὶ ὁμοίως ἕτερον υἱόν· ᾧ πολλοὶ πεισθέντες ὁ ς μόνῳ τἀληθῆ ἐπισταμένῳ ἡμῶν καταγελῶσιν, ἀπόδειξιν μηδεμίαν περὶ ὧν λέγουσιν ἔχοντες, ἀλλὰ ἀλόγως ὡς ὑπὸ λύκου ἄρνες συνηρπασμένοι βορὰ τῶν ἀθέων δογμάτων καὶ δαιμόνων γίνονται. Οὐ γὰρ ἄλλο τι ἀγωνίζονται οἱ λεγόμενοι δαίμονες, ἢ ἀπάγειν τοὺς ἀνθρώπους ἀπὸ τοῦ ποιήσαντος θεοῦ καὶ τοῦ πρωτογόνου αὐτοῦ Χριστοῦ· καὶ τοὺς μὲν τῆς γῆς μὴ ἐπαίρεσθαι δυναμένους τοῖς γηΐνοις καὶ χειροποιήτοις προσήλωσαν καὶ προσηλοῦσι, τοὺς δὲ ἐπὶ θεωρίαν θείων ὁρμῶντας ὑπεκκρούοντες, ἢν μὴ λογισμὸν σώφρονα καὶ καθαρὸν καὶ ἀπαθῆ βίον ἔχωσιν, εἰς ἀσέβειαν ἐμβάλλουσιν.
Los demonios malvados promovieron también, como dijimos antes, a Marción del Ponto. Todavía hoy enseña a negar al Dios hacedor de todas las cosas celestes y terrenas, y a negar que el Cristo anunciado por los profetas sea su hijo. Anuncia, en cambio, a otro dios distinto del Creador de todas las cosas, y asimismo a otro hijo. Muchos se dejaron persuadir por él, como si solo él conociera la verdad, y se burlan de nosotros. Pero no tienen ninguna demostración de lo que dicen, sino que, arrebatados sin razón como corderos por un lobo, se convierten en presa de las doctrinas ateas y de los demonios. Los llamados demonios, en efecto, no se esfuerzan en otra cosa que en apartar a los hombres del Dios que los hizo y de su primogénito, Cristo. A los que no pueden elevarse de la tierra los clavaron, y los siguen clavando, a las cosas terrenas y hechas por mano humana. A los que se lanzan a la contemplación de las realidades divinas les ponen zancadillas y, si no tienen un pensamiento prudente y una vida pura y libre de pasiones, los arrojan a la impiedad.✦
Marción, maestro cristiano del siglo II originario del Ponto (norte de Asia Menor); cf. cap. 26.
«Creador»: gr. dēmiourgós, «artífice».
Ἵνα δὲ καὶ παρὰ τῶν ἡμετέρων διδασκάλων, λέγομεν δὲ τοῦ λόγου τοῦ διὰ τῶν προφητῶν, λαβόντα τὸν Πλάτωνα μάθητε τὸ εἰπεῖν, ὕλην ἄμορφον οὖσαν στρέψαντα τὸν θεὸν κόσμον ποιῆσαι, ἀκούσατε τῶν αὐτολεξεὶ εἰρημένων διὰ Μωυσέως. τοῦ προδεδηλωμένου πρώτου προφήτου καὶ πρεσβυτέρου τῶν ἐν Ἐλλησι συγγραφέων, δι᾿ οὗ μηνύον τὸ προφητικὸν πνεῦμα, πῶς τὴν ἀρχὴν καὶ ἐκ τίνων ἐδημιούργησεν ὁ θεὸς τὸν κόσμον, ἔφη οὕτως· „Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου· καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τῶν ὑδάτων. Καὶ εἶπεν ὁ θεός· Γενηθήτω φῶς. Καὶ ἐγένετο οὕτως“. Ὥστε λόγῳ θεοῦ ἐκ τῶν ὑποκειμένων καὶ προδηλωθέντων διὰ Μωυσέως γεγενῆσθαι τὸν πάντα κόσμον. καὶ Πλάτων καὶ οἱ ταὐτὰ λέγοντες καὶ ἡμεῖς ἐμάθομεν, καὶ ὑμεῖς πεισθῆναι δύνασθε. Καὶ τὸ καλούμενον Ἔρεβος παρὰ τοῖς ποιηταῖς εἰρῆσθαι πρότερον ὑπὸ Μωϋσέως οἰδαμεν.
Escuchen las palabras dichas textualmente por medio de Moisés, para que sepan que Platón tomó de nuestros maestros, es decir, del Logos que habla por medio de los profetas, la afirmación de que Dios hizo el mundo transformando una materia informe. Moisés es el ya mencionado primer profeta, más antiguo que los escritores griegos. Por medio de él, el Espíritu profético indicó cómo y a partir de qué creó Dios al principio el mundo, y dijo así: «En el principio hizo Dios el cielo y la tierra. La tierra era invisible y sin forma, y había tinieblas sobre el abismo; y el Espíritu de Dios se movía sobre las aguas. Y dijo Dios: “Hágase la luz”. Y así se hizo». De modo que el mundo entero fue hecho por el Logos de Dios a partir de la materia que ya existía, la que Moisés había indicado antes. Esto lo aprendieron Platón y quienes dicen lo mismo que él, y también nosotros, y ustedes pueden convencerse de ello. Y sabemos que también lo que los poetas llaman Érebo fue dicho antes por Moisés.✦
Logos: gr. lógos, «palabra, razón».
Gn 1:1–3 según la Septuaginta.
Érebo: en la mitología griega, las tinieblas del mundo subterráneo; Justino lo relaciona con las «tinieblas sobre el abismo».
Καὶ τὸ ἐν τῷ παρὰ Πλάτωνι Τιμαίῳ φυσιολογούμενον περὶ τοῦ υἱοῦ τοῦ θεοῦ, ὅτε λέγει· „Ἐχίασεν αὐτὸν ἐν τᾷ παντί“, παρὰ Μωϋσέως λαβῶν ὁμοίως εἶπεν. Ἐν γὰρ ταῖς Μωϋσέως γραφαῖς ἀναγέγραπται, ὡς κατ᾿ ἐκεῖνο τοῦ καιροῦ, ὅτε ἐξῆλθον ἀπὸ Αἰγύπτου οἱ Ἰσραηλῖται καὶ γεγόνασιν ἐν τῇ ἐρήμῳ, ἀπήντησαν αὐτοῖς ἰοβόλα θηρία, ἔχιδναί τε καὶ ἀσπίδες καὶ ὄφεων πᾶν γένος, ὃ ἐθανάτου τὸν λαόν· καὶ κατ᾿ ἐπίπνοιαν καὶ ἐνέργειαν τὴν παρὰ τοῦ θεοῦ γενομένην λαβεῖν τὸν Μωϋσέα χαλκὸν καὶ ποιῆσαι τύπον σταυροῦ καὶ τοῦτον στῆσαι ἐπὶ τῇ ἁγίᾳ σκηνῇ καὶ εἰπεῖν τᾷ λαῷ· „Κὰν προσβλέπητε τῷ τύπῳ τούτῳ καὶ πιστεύητε, ἐν αὐτᾷ σωθήσεσθε“. Καὶ γενομένου τούτου τοὺς μὲν ὄφεις ἀποθανεῖν ἀνέγραψε, τὸν δὲ λαὸν ἐκφυγεῖν τὸν θάνατον οὕτως παρέδωκεν. Ἀ ἀναγνοὺς Πλάτων καὶ μὴ ἀκριβῶς ἐπιστάμενος. μηδὲ νοήσας τύπον εἶναι σταυροῦ ἀλλὰ χίασμα νοήσας, τὴν μετὰ τὸν πρῶτον θεὸν δύναμιν κεχιάσθαι ἐν τῷ παντὶ εἶπε. Καὶ τὶ εἰπεῖν αὐτὸν τρίτον, ἐπειδή, ὡς προείπομεν, ἐπάνω τῶν ὑδάτων ἀνέγνω ὑπὸ Μωϋσέως εἰρημένον ἐπιφέρεσθαι τὸ τοῦ θεοῦ πνεῦμα· δευτέραν μὲν γὰρ χώραν τᾷ παρὰ θεοῦ λόγῳ, ὃν κεχιάσθαι ἐν τᾷ παντὶ ἔφη, δίδωσι, τὴν δὲ τρίτην τῷ λεχθέντι ἐπιφέρεσθαι τῷ ὕδατι πνεῦματι, εἰπών· „Τὰ δὲ τρίτα περὶ τὸν τρίτον“. Καὶ ὡς ἐκπύρωσιν γενήσεσθαι διὰ Μωυσέως προεμήνυσε τὸ προφητικὸν πνεῦμα, ἀκούσατε. Ἔφη δὲ ούτως· „Καταβήσεται ἀείζωον πῦρ καὶ καταφάγεται μέχρι τῆς ἀβύσσου κάτω“. Οὐ τὰ αὐτὰ οὗν ἡμεῖς ἄλλοις δοξάζομεν, ἀλλ᾿ οἱ πάντες τὰ ἡμέτερα μιμούμενοι λέγουσι. Παρ᾿ ἡμῖν οὖν ἔστι ταῦτα ἀκοῦσαι καὶ μαθεῖν παρὰ τῶν οὐδὲ τοὺς χαρακτῆρας τῶν στοιχείων ἐπισταμένων, ἰδιωτῶν μὲν καὶ βαρβάρων τὸ φθέγμα, σοφῶν δὲ καὶ πιστῶν τὸν νοῦν ὄντων, καὶ πηρᾶν καὶ χήρων τινῶν τὰς ὄψεις· ὡς συνεῖναι οὐ σοφίᾳ ἀνθρωπείᾳ ταῦτα γεγονέναι, ἀλλὰ δυνάμει θεοῦ λέγεσθαι.
También lo que se expone sobre la naturaleza en el Timeo de Platón acerca del Hijo de Dios, cuando dice: «Lo dispuso en forma de ji en el universo», Platón lo dijo igualmente tomándolo de Moisés. En los escritos de Moisés está registrado que, en aquel tiempo, cuando los israelitas salieron de Egipto y estaban en el desierto, les salieron al encuentro animales venenosos, víboras, áspides y toda clase de serpientes, que daban muerte al pueblo. Está registrado también que Moisés, por una inspiración y un impulso que le vinieron de Dios, tomó bronce, hizo una figura de cruz, la colocó junto al santo tabernáculo y dijo al pueblo: «Si miran esta figura y creen, se salvarán por ella». Moisés escribió que, hecho esto, las serpientes murieron, y transmitió que así el pueblo escapó de la muerte. Platón leyó esto, pero no lo entendió con exactitud. No comprendió que era una figura de cruz, sino que la tomó por una ji, y dijo que la potencia que viene después del primer Dios estaba dispuesta en forma de ji en el universo. Y si habla de un tercero es porque, como dijimos, leyó lo dicho por Moisés de que el Espíritu de Dios se movía sobre las aguas. En efecto, da el segundo lugar al Logos que procede de Dios, del cual dijo que estaba dispuesto en forma de ji en el universo, y el tercero al Espíritu del que se dijo que se movía sobre el agua, cuando afirma: «Y lo tercero, en torno al tercero». Escuchen también cómo el Espíritu profético anunció por medio de Moisés que habrá una conflagración. Dijo así: «Descenderá un fuego siempre vivo y devorará hasta el abismo de abajo». No somos, pues, nosotros quienes pensamos lo mismo que otros, sino que todos dicen lo que dicen imitando lo nuestro. Entre nosotros se pueden oír y aprender estas cosas incluso de quienes ni siquiera conocen la forma de las letras. Son gente sencilla y de habla bárbara, pero sabia y fiel de mente, y algunos de ellos son lisiados y privados de la vista. Así se comprende que esto no ha sucedido por sabiduría humana, sino que se dice por el poder de Dios.✦
Platón, Timeo 36b–c: el alma del mundo dispuesta en forma de la letra griega ji (Χ).
Nm 21:6–9. En el texto bíblico, Moisés hace una serpiente de bronce y la pone sobre un asta.
La frase procede de la Carta II atribuida a Platón (312e).
Cf. Dt 32:22.
Fuente del texto original: Texto griego: edición de Gerhard Rauschen (1911, dominio público), transcripción digital de Open Greek and Latin (First1KGreek), CC BY-SA 4.0. La columna griega se distribuye con esa misma licencia.