Saltar al contenido
OriGen Biblioteca de Conciencia Activa Mis notas EN
‹ San Justino: Apologías
Cristianismo · San Justino: Apologías

Segunda apología · capítulos 8–15

8

Κἀγὼ οὖν προσδοκῶ ὑπό τινος τῶν ὠνομασμένων ἐπιβουλευθῆναι καὶ ξύλῳ ἐμπαγῆναι, ἢ κἂν ὑπὸ Κρίσκεντος τοῦ φιλοψόφου καὶ φιλοκόμπου. Οὐ γὰρ φιλόσοφον εἰπεῖν ἄξιον τὸν ἄνδρα, ὅς γε περὶ ἡμῶν ἃ μὴ ἐπίσταται δημοσίᾳ καταμαρτυρεῖ, ὡς ἀθέων καὶ ἀσεβῶν Χριστιανῶν ὄντων, πρὸς χάριν καὶ ἡδονὴν τῶν πολλῶν τῶν πεπλανημένων ταῦτα πράττων. Εἴτε γὰρ μὴ ἐντυχὼν τοῖς τοῦ Χριστοῦ διδάγμασι κατατρέχει ἡμῶν, παμπόνηρός ἐστι καὶ ἰδιωτῶν πολὺ χείρων, οἳ φυλάττονται πολλάκις περὶ ὧν οὐκ ἐπίστανται διαλέγεσθαι καὶ ψευδομαρτυρεῖν· ἢ εἰ ἐντυχών, μὴ συνῆκε τὸ ἐν αὐτοῖς μεγαλεῖον ἢ συνεὶς πρὸς τὸ μὴ ὑποπτευθῆναι τοιοῦτος ταῦτα ποιεῖ, πολὺ μᾶλλον ἀγεννὴς καὶ παμπόνηρος, ἰδιωτικῆς καὶ ἀλόγου δόξης καὶ φόβου ἐλάττων ὤν. Καὶ γὰρ προσθέντα με καὶ ἐρωτήσαντα αὐτὸν ἐρωτήσεις τινὰς τοιαύτας καὶ μαθεῖν καὶ ἐλέγξαι, ὅτι ἀληθῶς μηδὲν ἐπίσταται, εἰδέναι ὑμᾶς βούλομαι. Καὶ ὅτι ἀληθῆ λέγω, εἰ μὴ ἀνηνέχθησαν ὑμῖν αἱ κοινωνίαι τῶν λόγων, ἕτοιμος καὶ ἐφ᾿ ὑμῶν κοινωνεῖν τῶν ἐρωτήσεων πάλιν· βασιλικὸν δ᾿ ἂν καὶ τοῦτο ἔργον εἴη. Εἰ δὲ καὶ ἐγνώσθησαν ὑμῖν αἱ ἐρωτησεις μου καὶ αἱ ἐκείνου ἀποκρίσεις, φανερὸν ὑμῖν ἐστιν, ὅτι οὐδὲν τῶν ἡμετέρων ἐπίσταται· ἢ εἰ καὶ ἐπίσταται, διὰ τοὺς ἀκούοντας δὲ οὐ τολμᾷ λέγειν ὁμοίως Σωρκάτει, ὡς προέφην, οὐ φιλόσοφος ἀλλὰ φιλόδοξος ἀνὴρ δείκνυται, ὅς γε μηδὲ τὸ σωκρατικὸν ἀξιέραστον ὂν τιμᾷ· Ἀλλ᾿ οὔτι γε πρὸ τῆς ἀληθείας τιμητέος ἀνήρ“. Ἀδύνατον δὲ Κυνικῷ. ἀδιάφορον τὸ τέλος προθεμένῳ, τὸ ἀγαθὸν εἰδέναι πλὴν ἀδιαφορίας.

Así pues, también yo espero ser objeto de una conspiración de alguno de los mencionados y ser sujetado al madero, o al menos por Crescente, ese amante del estrépito y de la jactancia. Porque no merece que se le llame filósofo un hombre que, sobre nosotros, da públicamente testimonio en contra de lo que no conoce, como si los cristianos fuéramos ateos e impíos, y que hace esto para agradar y complacer a la multitud extraviada. En efecto, si nos ataca sin haber leído las enseñanzas de Cristo, es un malvado consumado y mucho peor que la gente sin instrucción, que muchas veces se guarda de hablar y de dar falso testimonio sobre lo que no conoce. Y si las leyó y no comprendió la grandeza que hay en ellas, o si, habiéndola comprendido, hace esto para que no se sospeche que es uno de ellos, es mucho más innoble y malvado todavía, pues se deja vencer por una opinión vulgar e irracional y por el miedo. Quiero que ustedes sepan que yo le propuse y le hice algunas preguntas de este tipo, y comprobé y le demostré que en verdad no sabe nada. Y para [mostrar] que digo la verdad, si no se les han referido las actas de nuestras discusiones, estoy dispuesto a repetir las preguntas también en presencia de ustedes; y esto sería, además, una obra digna de reyes. Pero si ya conocieron mis preguntas y sus respuestas, les resulta manifiesto que no sabe nada de lo nuestro; o, si lo sabe pero no se atreve a decirlo por causa de sus oyentes, se muestra, como dije antes, no como un hombre amante de la sabiduría, sino amante de la gloria, puesto que ni siquiera honra aquel dicho socrático tan digno de ser amado: «Pero ningún hombre ha de ser honrado por encima de la verdad». Y es imposible que un cínico, que se ha propuesto como fin la indiferencia, conozca el bien fuera de la indiferencia.✦

9

Ἰνα δὲ μή τις εἰπῃ τὸ λεγόμενον ὑπὸ τῶν νομιζομένων φιλοσόφων, ὅτι κόμποι καὶ φόβητρά ἐστι τὰ λεγόμενα ὑφ ἡμῶν ὅτι κολάζονται ἐν αἰωνίῳ πυρὶ οἱ ἄδικοι, καὶ διὰ φόβον ἀλλ᾿ οὐ διὰ τὸ καλὸν εἶναι καὶ ἀρεστὸν ἐναρέτως βιοῦν τοὺς ἀνθρώπους ἀξιοῦμεν, βραχυεπῶς πρὸς τοῦτο ἀποκρινοῦμαι, ὅτι, εἰ μὴ τοῦτό ἐστιν, οὔτε ἔστι θεός, ἤ, εἰ ἔστιν, οὐ μέλει αὐτῷ τῶν ἀνθρώπων, καὶ οὐδέν ἐστιν ἀρετὴ οὐδὲ κακία, καί, ὡς προέφημεν, ἀδίκως τιμωροῦσιν οἱ νομοθέται τοὺς παραβαίνοντας τὰ διατεταγμένα καλά. Ἀλλ᾿ ἐπεὶ οὐκ ἄδικοι ἐκεῖνοι καὶ ὁ αὐτῶν πατήρ, τὰ αὐτὸ αὐτῷ πράττειν διὰ τοῦ λόγου διδάσκων, οἱ τούτοις συντιθέμενοι οὐκ ἄδικοι. Ἐὰν δέ τις τοὺς διαφόρους νόμους τῶν ἀνθρώπων προβάληται, λέγων, ὅτι παρ᾿ οἷς μὲν ἀνθρώποις τάδε καλά, τάδε αἰσχρὰ νενόμισται, παρ᾿ ἄλλοις δὲ τὰ παρ᾿ ἐκείνοις αἰσχρὰ καλά, καὶ τὰ καλὰ αἰσχρὰ νομίζεται, ἀκουέτω καὶ τῶν εἰς τοῦτο λεγομένων. Καὶ νόμους διατάξασθαι τῇ ἑαυτῶν κακίᾳ ὁμοίους τοὺς πονηροὺς ἀγγέλλους ἐπιστάμεθα, οἷς χαίρουσιν οἱ ὅμοιοι γενόμενοι ἄνθρωποι, καὶ ὀρθὸς λόγος παρελθὼν οὐ πάσας δόξας οὐδὲ πάντα δόγματα καλὰ ἀποδείκνυσιν, ἀλλὰ τὰ μὲν φαῦλα, τὰ δὲ ἀγαθά· ὥστε μοι καὶ πρὸς τοὺς τοιούτους τὰ αὐτὰ καὶ τὰ ὅμοια εἰρήσεται, καὶ λεχθήσεται διὰ πλειόνων, ἐὰν χρεία ᾖ. Τανῦν δὲ ἐπὶ τὸ προκείμενον ἀνέρχομαι.

Y para que nadie diga lo que dicen los que pasan por filósofos, que lo que nosotros decimos, que los injustos son castigados en el fuego eterno, son jactancias y espantajos, y que pedimos a los hombres que vivan virtuosamente por miedo y no porque sea bello y agradable, responderé a esto brevemente: si eso no es así, o no existe Dios, o, si existe, no se preocupa de los hombres, y nada son la virtud ni el vicio, y, como dijimos antes, los legisladores castigan injustamente a quienes transgreden los buenos preceptos establecidos. Pero, puesto que no son injustos ni ellos ni su Padre, que por medio del Logos enseña a obrar como él, tampoco son injustos quienes se adhieren a ellos. Y si alguien alega la diversidad de las leyes humanas, diciendo que entre unos hombres se tienen por bellas ciertas cosas y por vergonzosas otras, mientras que entre otros lo que para aquellos es vergonzoso se tiene por bello y lo bello por vergonzoso, que escuche también lo que se dice al respecto. Sabemos que también los ángeles malos establecieron leyes semejantes a su propia maldad, en las que se complacen los hombres que se han hecho semejantes a ellos; y la recta razón, al presentarse, demuestra que no todas las opiniones ni todas las doctrinas son buenas, sino que unas son malas y otras buenas. De modo que también a los tales les diré lo mismo y cosas semejantes, y se dirá con más extensión si fuere necesario. Pero ahora vuelvo a mi propósito.✦

10

Μεγαλειότερα μὲν οὖν πάσης ἀνθρωπείου διδασκαλίας φαίνεται τὰ ἡμέτερα διὰ τοῦ τὸ λογικὸν τὸ ὅλον τὸν φανέντα δι᾿ ἡμᾶς Χριστὸν γεγονέναι καὶ σῶμα καὶ λόγον καὶ ψυχήν. Ὅσα γὰρ καλῶς ἀεὶ ἐφθέγξαντο καὶ εὗρον οἱ φιλοσοφήσαντες ἢ νομοθετήσαντες, κατὰ λόγου μέρος δι᾿ εὑρέσεως καὶ θεωρίας ἐστὶ πονηθέντα αὐτοῖς. Ἐπειδὴ δὲ οὐ πάντα τὰ τοῦ λόγου ἐγνώρισαν, ὅς ἐστι Χριστός, καὶ ἐναντία ἑαυτοῖς πολλάκις εἶπον. Καὶ οἱ προγεγενημένοι τοῦ Χριστοῦ, κατὰ τὸ ἀνθρώπινον λόγῳ πειραθέντες τὰ πράγματα θεωρῆσαι καὶ ἐλέγξαι, ὡς ἀσεβεῖς καὶ περίεργοι εἰς δικαστήρια ἤχθησαν. Ὁ πάντων δὲ αὐτῶν εὐτονώτερος πρὸς τοῦτο γενόμενος Σωκράτης τὰ αὐτὰ ἡμῖν ἐνεκλήθη· καὶ γὰρ ἔφασαν αὐτὸν καινὰ δαιμόνια εἰσφέρειν, καὶ οὓς ἡ πόλις νομίζει θεοὺς μὴ ἡγεῖσθαι αὐτόν. Ὁ δὲ δαίμονας μὲν τοὺς φαύλους καὶ τοὺς πράξαντας ὰ ἔφασαν οἱ ποιηταί, ἐκβαλὼν τῆς πολιτείας καὶ Ὅμηρον καὶ τοὺς ἄλλους ποιητάς, παραιτεῖσθαι τοὺς ἀνθρώπους ἐδίδαξε, πρὸς θεοῦ δὲ τοῦ ἀγνώστου αὐτοῖς διὰ λόγου ζητήσεως ἐπίγνωσιν προὐτρέπετο, εἰπών· „Τὸν δὲ πατέρα καὶ δημιουργὸν πάντων οὔθ᾿ εὑρεῖν ῥᾴδιον, οὔθ᾿ εὑρόντα εἰς πάντας εἰπεῖν ἀσφαλές“. Ἅ ὁ ἡμέτερος Χριστὸς διὰ τῆς ἑαυτοῦ δυνάμεως ἔπραξε. Σωκράτει μὲν γὰρ οὐδεὶς ἐπείσθη ὑπὲρ τούτου τοῦ δόγματος ἀποθνήσκειν· Χριστῷ δέ, τῷ καὶ ὑπὸ Σωκράτους ἀπὸ μέρους γνωσθέντι (λόγος γὰρ ἦν καὶ ἔστιν ὁ ἐν παντὶ ὤν, καὶ διὰ τῶν προφητῶν προειπὼν τὰ μέλλοντα γίνεσθαι καὶ δι᾿ ἑαυτοῦ ὁμοιοπαθοῦς γενομένου καὶ διδάξαντος ταῦτα), οὐ φιλόσοφοι οὐδὲ φιλόλογοι μόνον ἐπείσθησαν, ἀλλὰ καὶ χειροτέχναι καὶ παντελῶς ἰδιῶται, καὶ δόξης καὶ φόβου καὶ θανάτου καταφρονήσαντες· ἐπειδὴ δύναμίς ἐστι τοῦ ἀῤῥήτου πατρὸς καὶ οὐχὶ ἀνθρωπείου λόγου τὰ σκεύη.

Así pues, nuestras doctrinas se muestran más grandiosas que toda enseñanza humana, porque Cristo, que apareció por nosotros, llegó a ser el principio racional entero: cuerpo, Logos y alma. Porque todo cuanto en cualquier tiempo dijeron y hallaron con acierto los que filosofaron o legislaron, lo elaboraron con esfuerzo, mediante investigación y contemplación, según la parte del Logos [que les tocó]. Pero como no conocieron todo lo del Logos, que es Cristo, también dijeron muchas veces cosas contradictorias entre sí. Y los que vivieron antes de Cristo, cuando intentaron, en la medida humana, contemplar y examinar las cosas con la razón, fueron llevados a los tribunales como impíos y entrometidos. El más vigoroso de todos ellos en esto, Sócrates, fue acusado de lo mismo que nosotros: dijeron, en efecto, que introducía nuevas divinidades y que no tenía por dioses a los que la ciudad reconoce. Pero él, expulsando de la república a Homero y a los demás poetas, enseñó a los hombres a rechazar a los demonios malos y a los que hicieron lo que contaron los poetas, y los exhortaba a conocer, mediante la búsqueda racional, al Dios que les era desconocido, diciendo: «Al Padre y Artífice de todas las cosas no es fácil encontrarlo, ni, una vez encontrado, es seguro anunciarlo a todos». Esto es lo que nuestro Cristo hizo por su propio poder. Porque nadie se dejó persuadir por Sócrates hasta morir por esta doctrina; en cambio, por Cristo, a quien también Sócrates conoció en parte (pues él era y es el Logos que está en todo, y que predijo por medio de los profetas lo que había de suceder, y por sí mismo, hecho de pasiones semejantes a las nuestras, enseñó estas cosas), se dejaron persuadir no solo filósofos y eruditos, sino también artesanos y gente del todo sin instrucción, despreciando la gloria, el temor y la muerte; porque [él] es poder del Padre inefable, y no instrumentos de la razón humana.✦

11

Οὐκ ἂν δὲ οὐδὲ ἐφονευόμεθα οὐδὲ δυνατώτεροι ἡμῶν ἦσαν οἵ τε ἄδικοι ἄνθρωποι καὶ δαίμονες, εἰ μὴ πάντως παντὶ γεννωμένῳ ἀνθρώπῳ καὶ θανεῖν ὠφείλετο· ὅθεν καὶ τὸ ὄφλημα ἀποδιδόντες εὐχαριστοῦμεν. Καίτοι γε καὶ τὸ ξενοφώντειον ἐκεῖνο νῦν πρός τε Κρίσκεντα καὶ τοὺς ὁμοίως αὐτῷ ἀφραίνοντας καλὸν καὶ εὔκαιρον εἰπεῖν ἡγούμεθα. Τὸν Ἡρακλέα ἐπὶ τρίοδόν τινα ἔφη ὁ Ξενοφῶν βαδίζοντα εὑρεῖν τήν τε ἀρετὴν καὶ τὴν κακίαν, ἐν γυναικῶν μορφαῖς φαινομένας. Καὶ τὴν μὲν κακίαν, ἁβρᾷ ἐσθῆτι καὶ ἐρωτοπεποιημένῳ καὶ ἀνθοῦντι ἐκ τῶν τοιούτων προσώπῳ, θελκτικήν τε εὐθὺς πρὸς τὰς ὄψεις οὖσαν, εἰπεῖν πρὸς τὸν Ἡρακλέα ὅτι, ἢν αὐτῇ ἕπηται, ἡδόμενόν τε καὶ κεκοσμημένον τῷ λαμπροτάτῳ καὶ ὁμοίῳ τῷ περὶ αὐτὴν κόσμῳ διαιτήσειν ἀεὶ ποιήσει. Καὶ τὴν ἀρετὴν ἐν αὐχμηρῷ μὲν τῷ προσώπῳ καὶ τῇ περιβολῇ οὖσαν εἰπεῖν· Ἀλλ᾿ ἢν ἐμοὶ πείθῃ, οὐ κόσμῳ οὐδὲ κάλλει τῷ ῥέοντι καὶ φθειρομένῳ ἑαυτὸν κοσμήσεις ἀλλὰ τοῖς ἀϊδίοις καὶ καλοῖς κόσμοις. Καὶ πάνθ᾿ ὁντινοῦν πεπείσμεθα, φεύγοντα τὰ δοκοῦντα καλά, τὰ δὲ νομιζόμενα σκληρὰ καὶ ἄλογα μετερχόμενον, εὐδαιμονίαν ἐκδέχεσθαι. Ἡ γὰρ κακία, πρόβλημα ἑαυτῆς τῶν πράξεων τὰ προσόντα τῇ ἀρετῇ καὶ ὄντως ὄντα καλὰ διὰ μιμήσεως ἀφθάρτων περιβαλλομένη (ἄφθαρτον γὰρ οὐδὲν ἔχει οὐδὲ ποιῆσαι δύναται), δουλαγωγεῖ τοὺς χαμαιπετεῖς τῶν ἀνθρώπων, τὰ προσόντα αὐτῇ φαῦλα τῇ ἀρετῇ περιθεῖσα. Οἱ δὲ νενοηκότες τὰ προσόντα τῷ ὄντι καλὰ καὶ ἄφθαρτοι τῇ ἀρετῇ· ὃ καὶ περὶ Χριστιανῶν καὶ τῶν ἀπὸ τοῦ ἄθλου καὶ τῶν ἀνθρώπων τῶν τοιαῦτα πραξάντων, ὁποῖα ἔφασαν οἱ ποιηταὶ περὶ τῶν νομιζομένων θεῶν, ὑπολαβεῖν δεῖ πάντα νουνεχῆ, ἐκ τοῦ καὶ τοῦ φευκτοῦ καταφρονεῖν ἡμᾶς θανάτου λογισμὸν ἕλκοντα.

No se nos daría muerte, ni serían más poderosos que nosotros los hombres injustos y los demonios, si no fuera porque todo hombre que nace debe de todos modos morir; por eso, al pagar esa deuda, damos gracias. Y con todo, consideramos bueno y oportuno recordar ahora, frente a Crescente y a los que deliran como él, aquel relato de Jenofonte. Dijo Jenofonte que Heracles, yendo de camino, encontró en una encrucijada a la Virtud y al Vicio, que se le aparecieron en figura de mujeres. El Vicio, con un vestido delicado y un rostro arreglado para seducir y florido gracias a tales artificios, cautivador ya a primera vista, dijo a Heracles que, si la seguía, le haría vivir siempre gozando y adornado con el adorno más espléndido, semejante al que ella llevaba. Y la Virtud, de rostro y vestido descuidados, le dijo: «Pero si me obedeces, no te adornarás con adorno ni con belleza que se escurre y se corrompe, sino con los adornos eternos y bellos». Y estamos convencidos de que todo aquel que huye de lo que parece bello y persigue lo que se tiene por duro e irracional recibe la felicidad. Porque el Vicio, para encubrir sus propias acciones, se reviste de lo que es propio de la Virtud y realmente bello, imitando lo incorruptible (pues nada incorruptible tiene ni puede producir), y esclaviza a los hombres rastreros, atribuyendo a la Virtud los males que le son propios a él. Pero los que han comprendido los bienes que en realidad le pertenecen [son] también incorruptibles por la virtud. Y esto es lo que todo hombre sensato debe suponer acerca de los cristianos y de los que salen del combate, y de los hombres que hicieron cosas como las que los poetas contaron de los supuestos dioses, sacando la conclusión del hecho de que nosotros despreciamos incluso la muerte, de la que [todos] huyen.✦

12

Καὶ γὰρ αὐτὸς ἐγώ, τοῖς Πλάτωνος· χαίρων διδάγμασι, διαβαλλομένους ἀκούων Χριστιανούς, ὁρῶν δὲ ἀφόβους πρὸς θάνατον καὶ πάντα τὰ ἄλλα νομιζόμενα φοβερά, ἐνενόουν ἀδύνατον εἶναι ἐν κακίᾳ καὶ φιληδονίᾳ ὑπάρχειν αὐτούς. Τίς γὰρ φιλήδονος ἢ ἀκρατὴς καὶ ἀνθρωπείων σαρκῶν βορὰν ἀγαθὸν ἡγούμενος δύναιτο ἂν θάνατον ἀσπάζεσθαι, ὅπως τῶν αὐτοῦ ἀγαθῶν στερηθῇ, ἀλλ᾿ οὐκ ἐκ παντὸς ζῆν μὲν ἀεὶ τὴν ἐνθάδε βιοτὴν καὶ λανθάνειν τοὺς ἄρχοντας ἐπειρᾶτο, οὐχ ὅτι γε ἑαυτὸν κατήγγελλε φονευθησόμενον; Ἤδη καὶ τοῦτο ἐνήργησαν οἱ φαῦλοι δαίμονες διά τινων πονηρῶν ἀνθρώπων πραχθῆναι. Φονεύοντες γὰρ αὐτοί τινας ἐπὶ συκοφαντίᾳ τῇ εἰς ἡμᾶς καὶ εἰς βασάνους εἵλκυσαν οἰκέτας τῶν ἡμετέρων ἢ παῖδας ἢ γύναια, καὶ δι᾿ αἰκισμῶν φοβερῶν ἐξαναγκάζουσι κατειπεῖν ταῦτα τὰ μυθολογούμενα, ἃ αὐτοὶ φανερῶς πράττουσιν· ὧν ἐπειδὴ οὐδὲν πρόσεστιν ἡμῖν, οὐ φροντίζομεν, θεὸν τὸν ἀγέννητον καὶ ἄῤῥητον μάρτυρα ἔχοντες τῶν τε λογισμῶν καὶ τῶν πράξεων. Τίνος γὰρ χάριν οὐχὶ καὶ ταῦτα δημοσίᾳ ὡμολογοῦμεν ἀγαθὰ καὶ φιλοσοφίαν θείαν αὐτὰ ἀπεδείκνυμεν, φάσκοντες Κρόνου μὲν μυστήρια τελεῖν ἐν τῷ ἀνδροφονεῖν, καὶ ἐν τῷ αἵματος ἐμπίπλασθαι, ὡς λέγεται, τὰ ἴσα τῷ παρ᾿ ὑμῖν τιμωμένῳ εἰδώλῳ, ᾧ οὐ μόνον ἀλόγων ζώων αἵματα προσραίνεται ἀλλὰ καὶ ἀνθρώπεια, διὰ τοῦ παρ᾿ ὑμῖν ἐπισημοτάτου καὶ εὐγενεστάτου ἀνδρὸς τὴν πρόσχυσιν τοῦ τῶν φονευθέντων αἵματος ποιούμενοι, Διὸς δὲ καὶ τῶν ἄλλων θεῶν μιμηταὶ γενόμενοι ἐν τῷ ἀνδροβατεῖν καὶ γυναιξὶν ἀδεῶς μίγνυσθαι, Ἐπικούρου μὲν καὶ τὰ τῶν ποιητῶν συγγράμματα ἀπολογίαν φέροντες; Ἐπειδὴ δὲ ταῦτα τὰ μαθήματα καὶ τοὺς ταῦτα πράξαντας καὶ μιμουμένους φεύγειν πείθομεν, ὡς καὶ νῦν διὰ τῶνδε τῶν λόγων ἠγωνίσμεθα, ποικίλως πολεμούμεθα· ἀλλ᾿ οὐ φροντίζομεν, ἐπεὶ θεὸν τῶν πάντων ἐπόπτην δίκαιον οἴδαμεν. Εἴθε καὶ νῦν τις ἂν τραγικῇ φωνῇ ἀνεβόησεν ἐπί τι βῆμα ὑψηλὸν ἀναβάς· Αἰδέσθητε, αἰδέσθητε ἃ φανερᾶς πράττετε εἰς ἀναιτίους ἀναφέροντες, καὶ τὰ προσόντα καὶ ἑαυτοῖς καὶ τοῖς ὑμετέροις θεοῖς περιβάλλοντες τούτοις ὧν οὐδὲν οὐδ᾿ ἐπὶ ποσὸν μετουσία ἐστί. Μετάθεσθε, σωφρονίσθητε.

En efecto, también yo mismo, cuando me complacía en las enseñanzas de Platón, al oír que se calumniaba a los cristianos y al verlos, en cambio, intrépidos ante la muerte y ante todo lo demás que se tiene por temible, pensaba que era imposible que vivieran en el vicio y en el amor a los placeres. Porque ¿qué amante de los placeres, qué intemperante, qué persona que tenga por un bien comer carne humana podría abrazar la muerte para quedar privado de sus bienes, y no intentaría más bien por todos los medios seguir viviendo siempre esta vida de aquí y ocultarse de los gobernantes, y mucho menos se denunciaría a sí mismo para que lo ejecutaran? Ya también esto han logrado los demonios malvados que lo hagan algunos hombres perversos. Pues, al ejecutar ellos a algunos a causa de la calumnia contra nosotros, arrastraron también a la tortura a esclavos de los nuestros, a niños o a mujercillas, y con tormentos terribles los obligan a declarar esas fábulas que ellos mismos practican abiertamente; y como nada de eso nos atañe, no nos preocupamos, pues tenemos al Dios ingénito e inefable como testigo de nuestros pensamientos y de nuestras acciones. ¿Por qué razón, en efecto, no confesaríamos públicamente que también estas cosas son buenas, y no las presentaríamos como filosofía divina, diciendo que celebramos los misterios de Crono al matar hombres y que, al saciarnos de sangre, como se dice, hacemos lo mismo que el ídolo honrado entre ustedes, sobre el cual se rocía no solo sangre de animales irracionales sino también sangre humana, pues la libación de la sangre de los ejecutados la hace el varón más ilustre y más noble entre ustedes; y que nos hacemos imitadores de Zeus y de los demás dioses al acostarnos con varones y al unirnos sin reparo con mujeres, aduciendo en nuestra defensa los escritos de Epicuro y de los poetas? Pero como persuadimos a huir de esas enseñanzas y de quienes las practicaron y las imitan, como también ahora hemos luchado [por ello] con estos discursos, se nos combate de muchas maneras; mas no nos preocupamos, porque sabemos que Dios, que vigila todas las cosas, es justo. ¡Ojalá también ahora alguien, subiendo a una tribuna elevada, clamara con voz de tragedia: «¡Avergüéncense, avergüéncense de atribuir a inocentes lo que ustedes hacen abiertamente, y de echar sobre estos lo que es propio de ustedes mismos y de sus dioses, cosas en las que ellos no tienen ni la menor participación! ¡Cambien, recobren la cordura!»✦

13

Καὶ γὰρ ἐγώ, μαθὼν περίβλημα πονηρὸν εἰς ἀποστροφὴν τῶν ἄλλων ἀνθρώπων περιτεθειμένον ὑπὸ τῶν φαύλων δαιμόνων τοῖς Χριστιανῶν θείοις διδάγμασι, καὶ ψευδολογουμένων ταῦτα καὶ τοῦ περιβλήματος κατεγέλασα καὶ τῆς παρὰ τοῖς πολλοῖς δόξης. Χριστιανὸς εὑρεθῆναι καὶ εὐχόμενος καὶ παμμάχως ἀγωνιζόμενος ὁμολογῶ, οἰχ ὅτι ἀλλότριά ἐστι τὰ Πλάτωνος διδάγματα τοῦ Χριστοῦ, ἀλλ᾿ ὅτι οὐκ ἔστι πάντη ὅμοια, ὥσπερ οὐδὲ τὰ τῶν ἄλλων, Στωϊκῶν τε καὶ ποιητῶν καὶ συγγραφέων. Ἕκαστος γάρ τις ἀπὸ μέρους τοῦ σπερματικοῦ θείου λόγου τὸ συγγενὲς ὁρῶν καλῶς ἐφθέγξατο· οἱ δὲ τἀναντία ἑαυτοῖς ἐν κυριωτέροις εἰρηκότες οὐκ ἐπιστήμην τὴν ἄπτωτον καὶ γνῶσιν τὴν ἀνέλεγκτον φαίνονται ἐσχηκέναι. Ὅσα οὖν παρὰ καλῶς εἴρηται, ἡμῶν τᾶν Χριστιανῶν ἐστι· τὸν γὰρ ἀπὸ ἀγεννήτου καὶ ἀῤῥήτου θεοῦ λόγον μετὰ τὸν θεὸν προσκυνοῦμεν καὶ ἀγαπῶμεν, ἐπειδὴ καὶ δι᾿ ἡμᾶς ἄνθρωπος γέγονεν, ὅπως καὶ τῶν παθῶν τῶν ἡμετέρων συμμέτοχος γενόμενος καὶ ἴασιν ποιήσηται. Οἱ γὰρ συγγραφεῖς πάντες διὰ τῆς ἐνούσης ἐμφύτου τοῦ λόγου σπορᾶς ἀμυδρῶς ἐδύναντο ὁρᾶν τὰ ὄντα. Ἕτερον γάρ ἐστι σπέρμα τινὸς καὶ μίμημα κατὰ δύναμιν δοθέν, καὶ ἕτερον αὐτό, οὗ κατὰ χάριν τὴν ἀπ᾿ ἐκείνου ἡ μετουσία καὶ μίμησις γίνεται.

En efecto, yo, al enterarme de que los demonios malvados habían echado sobre las divinas enseñanzas de los cristianos un disfraz perverso para apartar de ellas a los demás hombres, me reí tanto de quienes difundían esas mentiras como del disfraz y de la opinión de la multitud. Confieso que lo que pido en oración y por lo que lucho con todas mis fuerzas es ser hallado cristiano; no porque las enseñanzas de Platón sean ajenas a las de Cristo, sino porque no son del todo semejantes, como tampoco las de los demás, estoicos, poetas y escritores. Porque cada uno habló con acierto en la medida en que veía lo que le era afín, por una parte del logos seminal divino; pero los que en las cuestiones más importantes se contradijeron a sí mismos muestran no haber tenido una ciencia infalible ni un conocimiento irrefutable. Así pues, cuanto de bueno se ha dicho entre [todos] nos pertenece a nosotros, los cristianos; porque adoramos y amamos, después de Dios, al Logos que procede del Dios ingénito e inefable, ya que por nosotros se hizo hombre, para que, haciéndose partícipe de nuestros padecimientos, también los sanara. Pues todos los escritores, por medio de la semilla innata del Logos que había en ellos, podían ver la realidad de manera oscura. Porque una cosa es la semilla e imitación de algo, dada según la capacidad [de cada uno], y otra la cosa misma, cuya participación e imitación se produce según la gracia que procede de ella.✦

14

Καὶ ὑμῦς οὖν ἀξιοῦμεν ὑπογράψαντας τὸ ὑμῖν δοκοῦν προθεῖναι τουτὶ τὸ βιβλίδιον, ὅπως καὶ τοῖς ἄλλοις τὰ ἡμέτερα γνωσθῇ καὶ δύνωνται της ψευδοδοξίας καὶ ἀγνοίας τῶν καλῶν ἀπαλλαγῆναι, οἳ παρὰ τὴν ἑαυτῶν αἰτίαν ὑπεύθυνοι ταῖς τιμωρίαις γίνονται [εἰς τὸ γνωσθῆναι τοῖς ἀνθρώποις ταῦτα], διὰ τὸ ἐν τῇ φύσει τῇ τῶν ἀνθρώπων εἶναι τὸ γνωριστικὸν καλοῦ καὶ αἰσχροῦ, καὶ διὰ τὸ ἡμῶν, οὓς οὐκ ἐπίστανται τοιαῦτα ὁποῖα λέγουσιν αἰσχρὰ πράττειν, καταψηφίζεσθαι, καὶ διὰ τὸ χαίρειν τοιαῦτα πράξασι θεοῖς καὶ ἔτι νῦν ἀπαιτοῦσι παρὰ ἀνθρώπων τὰ ὅμοια, ὡς ἐκ τοῦ καὶ ἡμῖν, ὡς τοιαῦτα πράττουσι, θάνατον ἢ δεσμὰ ἢ ἄλλο τι τοιοῦτον προστιμᾶν ἑαυτοὺς κατακρίνειν, ὡς μὴ δέεσθαι ἄλλων δικαστῶν.

Así pues, les pedimos también a ustedes que, anotando al pie lo que les parezca, hagan público este escrito, para que también los demás conozcan lo nuestro y puedan librarse de la falsa opinión y de la ignorancia del bien, ellos que por su propia culpa se hacen merecedores de castigos [para que estas cosas sean conocidas por los hombres]; porque en la naturaleza humana está la capacidad de distinguir lo bueno de lo vergonzoso; y porque nos condenan a nosotros, de quienes no saben que hagamos las cosas vergonzosas que dicen; y porque se complacen en dioses que hicieron tales cosas y que todavía ahora exigen de los hombres cosas semejantes. De ese modo, al imponernos a nosotros la muerte, las cadenas u otra pena semejante, como si hiciéramos tales cosas, se condenan a sí mismos, de modo que no hacen falta otros jueces.✦

15

[Καὶ τοῦ ἐν τῷ ἐμῷ ἔθνει ἀσεβοῦς καὶ πλάνου σιμωνιανοῦ διδάγματος κατεφρόνησα.] Ἐὰν δὲ ὑμεῖς τοῦτο προγράψητε, ἡμεῖς τοῖς πᾶσι φανερὸν ποιήσαιμεν, ἵνα εἰ δύναιντο μεταθῶνται· τούτου γε μόνου χάριν τούσδε τοὺς λόγους συνετάξαμεν. Οὐκ ἔστι δὲ ἡμῶν τὰ διδάγματα κατὰ κρίσιν σώφρονα αἰσχρά, ἀλλὰ πάσης μὲν φιλοσοφίας ἀνθρωπείου ὑπέρτερα· εἰ δὲ μή, κἂν σωταδείοις καὶ φιλαινιδείοις καὶ ἀρχεστρατείοις καὶ ἐπικουρείοις καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις ποιητικοῖς διδάγμασιν οὐχ ὅμοια, οἷς ἐντυγχάνειν πᾶσι, καὶ λεγομένοις καὶ γεγραμμένοις, συγκεχώρηται. Καὶ παυσόμεθα λοιπόν, ὅσον ἐφ᾿ ἡμῖν ἦν πράξαντες, καὶ προσεπευξάμενοι τῆς ἀληθείας καταξιωθῆναι τοὺς πάντη πάντας ἀνθρώπους. Εἴη οὖν καὶ ὑμᾶς ἀξίως εὐσεβείας καὶ φιλοσοφίας τὰ δίκαια ὑπὲρ ἑαυτῶν κρῖναι.

[Y desprecié la impía y engañosa doctrina simoniana que hay en mi nación.] Si ustedes publican esto, nosotros lo daríamos a conocer a todos, para que, si pudieran, cambien; solo con este fin hemos compuesto estos discursos. Nuestras enseñanzas, a juicio de una persona sensata, no son vergonzosas, sino superiores a toda filosofía humana; y si no, al menos no son semejantes a las de Sotades, Filénide, Arquéstrato y Epicuro, ni a las demás enseñanzas poéticas de ese tipo, que a todos se les permite conocer, tanto recitadas como escritas. Y terminaremos ya, habiendo hecho cuanto estaba de nuestra parte, añadiendo la súplica de que todos los hombres, en todas partes, sean hechos dignos de la verdad. Ojalá, pues, también ustedes juzguen lo justo en su propio favor, como corresponde a la piedad y a la filosofía.✦

Fuente del texto original: Texto griego: edición de Gerhard Rauschen (1911, dominio público), transcripción digital de Open Greek and Latin (First1KGreek), CC BY-SA 4.0. La columna griega se distribuye con esa misma licencia.