Primera apología · capítulos 37–44
Ἵνα δὲ καὶ τοῦτο ὑμῖν φανερὸν γένηται, ἀπὸ προσώπου τοῦ πατρὸς ἐλέχθησαν διὰ Ἡσαΐου τοῦ προειρημένου προφήτου οἵδε οἱ λόγοι· „Ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός μου οὐ συνῆκεν. Οὐαὶ ἔθνος ἁμαρτωλόν, λαὸς πλήρης ἁμαρτιῶν. σπέρμα πονηρόν, υἱοὶ ἄνομοι· ἐγκατελίπετε τὸν κύριον“. Καὶ πάλιν ἀλλαχοῦ, ὅταν λέγῃ ὁ αὐτὸς προφήτης ὁμοίως ἀπὸ προσώπου τοῦ πατρός· „Ποῖόν μοι οἶκον οἰκοδομήσετε; λέγει κύριος. Ὁ οὐρανός μοι θρόνος, καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν μου“. Καὶ πάλιν ἀλλαχοῦ· „Τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα μισεῖ ἡ ψυχή μου, καὶ μεγάλην ἡμέραν νηστείας καὶ ἀργίαν οὐκ ἀνέχομαι· οὐδ᾿, ἂν ἔρχησθε ὀφθῆναί μοι, εἰσακούσομαι ὑμῶν. Πλήρεις αἵματος αἱ χεῖρες ὑμῶν. Κἂν φέρητε σεμίδαλιν, θυμίαμα, βδέλυγμά μοί ἐστι· στέαρ ἀρνῶν καὶ αἷμα ταύρων οὐ βούλομαι. Τὶς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Ἀλλὰ διάλυε πάντα σύνδεσμον ἀδικίας, διάσπα στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἄστεγον καὶ γυμνὸν σκέπε, διάθρυπτε πεινῶντι τὸν ἄρτον σου“. Ὁποῖα μὲν οἶν ἐστι καὶ τὰ διδασκόμενα διὰ τῶν προφητῶν ἀπὸ προσώπου τοῦ θεοῖ, νοεῖν δύνασθε.
Para que también esto les quede claro: estas palabras fueron dichas en la persona del Padre por medio de Isaías, el profeta antes mencionado: «Conoció el buey a su dueño, y el asno el pesebre de su señor; pero Israel no me conoció, y mi pueblo no entendió. ¡Ay, nación pecadora, pueblo lleno de pecados, linaje malvado, hijos sin ley! Ustedes abandonaron al Señor». Y otra vez, en otro lugar, cuando el mismo profeta dice, igualmente en la persona del Padre: «¿Qué casa me edificarán?, dice el Señor. El cielo es mi trono, y la tierra, el estrado de mis pies». Y otra vez, en otro lugar: «Sus lunas nuevas y sus sábados los aborrece mi alma; el gran día de ayuno y el descanso no los soporto; ni aunque vengan a presentarse ante mí los escucharé. Sus manos están llenas de sangre. Aunque traigan flor de harina, incienso, es para mí una abominación; grasa de corderos y sangre de toros no quiero. Porque ¿quién les pidió esto de sus manos? Al contrario: desata todo lazo de injusticia, rompe los nudos de los contratos violentos, cubre al que no tiene techo y al desnudo, parte tu pan con el hambriento». Qué clase de cosas son las que se enseñan por medio de los profetas en la persona de Dios, ya pueden entenderlo.✦
«En la persona del Padre»: lit. «desde el rostro (o la persona) del Padre», es decir, hablando como el Padre.
Citas: Is 1:3-4; Is 66:1; Is 1:11-15 combinado con Is 58:6-7.
Ὅταν δὲ ἀπὸ προσώπου τοῦ Χριστοῦ λέγῃ τὸ προφητικὸν πνεῦμα, οὕτως φθέγγεται· „Ἐγὼ ἐξεπέτασα τὰς χεῖράς μου ἐπὶ λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, ἐπὶ τοὺς πορευομένους ἐν ὁδῷ οὐ καλῇ“. Καὶ πάλιν· „Τὸν νῶτόν μου τέθεικα εἰς μάστιγας καὶ τὰς σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Καὶ ὁ κύριος βοηθός μου ἐγένετο· διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ᾿ ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων, ὅτι οὐ μὴ αἰσχυνθῶ, ὅτι ἐγγίζει ὁ δικαιώσας με“. Καὶ πάλιν ὅταν λέγῃ· „Αὐτοὶ ἔβαλον κλῆρον ἐπὶ τὸν ἱματισμόν μου, καὶ ὤρυξάν μου πόδας καὶ χεῖρας. Ἐγὼ δὲ ἐκοιμήθην καὶ ὕπνωσα, καὶ ἀνέστην, ὅτι κύριος ἀντελάβετό μου“. Καὶ πάλιν ὅταν λέγῃ· „Ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλὴν λέγοντες· Ῥυσάσθω ἑαυτόν“. Ἅτινα πάντα ὅτι γέγονεν ὑπὸ τῶν Ἰουδαίων τῷ Χριστῷ, μαθεῖν δύνασθε. Σταυρωθέντος γὰρ αὐτοῦ ἐξέστρεφον τὰ χείλη καὶ ἐκίνουν τὰς κεφαλὰς λέγοντες· „Ὁ νεκροὺς ἀνεγείρας ῥυσάσθω ἑαυτόν“.
Cuando el Espíritu profético habla en la persona de Cristo, se expresa así: «Yo extendí mis manos hacia un pueblo desobediente y rebelde, hacia los que andan por un camino que no es bueno». Y otra vez: «Entregué mi espalda a los azotes y mis mejillas a las bofetadas, y no aparté mi rostro de la vergüenza de los salivazos. El Señor fue mi ayuda; por eso no quedé confundido, sino que puse mi rostro como roca firme, y supe que no seré avergonzado, porque está cerca el que me ha justificado». Y otra vez, cuando dice: «Ellos echaron suertes sobre mi ropa y me horadaron pies y manos. Yo me acosté y me dormí, y me levanté, porque el Señor me sostuvo». Y otra vez, cuando dice: «Hablaron con los labios, menearon la cabeza diciendo: “Que se salve a sí mismo”». Que todo esto se lo hicieron los judíos a Cristo, pueden averiguarlo. Porque, cuando estaba crucificado, torcían los labios y meneaban la cabeza diciendo: «El que resucitó muertos, que se salve a sí mismo».✦
Citas: Is 65:2; Is 50:6-8; Sal 22:19.17 (21:19.17 en la Septuaginta) unido a Sal 3:6; Sal 22:8.
Ὅταν δὲ ὡς προφητεῦον τὰ μέλλοντα γίνεσθαι λαλῇ τὸ προφητικὸν πνεῦμα, οὕτως λέγει· „Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον ἐθνῶν καὶ ἐλέγξει λαὸν πολύν· καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ μὴ λήψονται ἔθνος ἐπὶ ἔθνος μάχαιραν καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν“. Καὶ ὅτι οὕτως γέγονε, πεισθῆναι δύνασθε. Ἀπὸ γὰρ Ἱερουσαλὴμ ἄνδρες δεκαδύο τὸν ἀριθμὸν ἐξῆλθον εἰς τὸν κόσμον, καὶ οὗτοι ἰδιῶται, λαλεῖν μὴ δυνάμενοι, διὰ δὲ θεοῦ δυνάμεως ἐμήνυσαν παντὶ γένει ἀνθρώπων ὡς ἀπεστάλησαν ὑπὸ τοῦ Χριστοῦ διδάξαι πάντας τὸν τοῦ θεοῦ λόγον· καὶ οἱ πάλαι ἀλληλοφόνται οὐ μόνον οὐ πολεμοῦμεν τοὺς ἐχθρούς, ἀλλ᾿, ὑπὲρ τοῦ μηδὲ ψεύδεσθαι μηδ᾿ ἐξαπατῆσαι τοὺς ἐξετάζοντας, ἡδέως ὁμολογοῦντες τὸν Χριστὸν ἀποθνήσκομεν. Δυνατὸν γὰρ ἦν τὸ λεγόμενον Ἡ γλῶσσ᾿ ὀμώμοκεν, ἡ δὲ φρὴν ἀνώμοτος ποιεῖν ἡμᾶς εἰς τοῦτο. Γελοῖον ἦν δὴ πρᾶγμα, ὑμῖν μὲν τοὺς συντιθεμένους καὶ καταλεγομένους στρατιώτας καὶ πρὸ τῆς ἑαυτῶν ζωῆς καὶ γονέων καὶ πατρίδος καὶ πάντων τῶν οἰκείων τὴν ὑμετέραν ἀσπάζεσθαι ὁμολογίαν, μηδὲν ἄφθαρτον δυναμένων ὑμῶν αὐτοῖς παρασχεῖν, ἡμᾶς δέ, ἀφθαρσίας ἐρῶντας, μὴ πάνθ᾿ ὑπομεῖναι ὑπὲρ τοῦ τὰ ποθούμενα παρὰ τοῦ δυναμένου δοῦναι λαβεῖν.
Cuando el Espíritu profético habla como quien predice lo que va a suceder, dice así: «Porque de Sion saldrá la ley, y de Jerusalén la palabra del Señor; y juzgará entre las naciones y reprenderá a un pueblo numeroso; y de sus espadas harán arados, y de sus lanzas, hoces; y no alzará nación contra nación la espada, ni aprenderán ya más a hacer la guerra». Y que así ha sucedido, pueden convencerse. Porque de Jerusalén salieron al mundo hombres, doce en número, y estos, gente sin instrucción, que no sabían hablar, por el poder de Dios anunciaron a todo linaje de hombres que habían sido enviados por Cristo para enseñar a todos la palabra de Dios; y nosotros, que antes nos matábamos unos a otros, no solo no hacemos la guerra a los enemigos, sino que, para no mentir ni engañar a los que nos interrogan, morimos con gusto confesando a Cristo. Porque bien podríamos en este caso poner en práctica aquel dicho: «La lengua ha jurado, pero la mente no ha jurado». Sería en verdad cosa ridícula que los soldados reclutados y alistados por ustedes abracen el compromiso que han contraído con ustedes anteponiéndolo a su propia vida, a sus padres, a su patria y a todos los suyos, sin que ustedes puedan ofrecerles nada incorruptible, y que nosotros, que anhelamos la incorruptibilidad, no lo soportáramos todo para recibir lo que deseamos de Aquel que puede darlo.✦
Cita: Is 2:3-4.
«La lengua ha jurado…»: verso de Eurípides, Hipólito 612.
«Compromiso»: gr. homología, «acuerdo, confesión»; alude al juramento militar.
Ἀκούσατε δέ, πῶς καὶ περὶ τῶν κηρυξάντων τὴν διδαχὴν αὐτοῦ καὶ μηνυσάντων τὴν ἐπιφάνειαν προεῤῥέθη, τοῦ προειρημένου προφήτου καὶ βασιλέως οὕτως εἰπόντος διὰ τοῦ προφητικοῦ πνεύματος· „Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ τῇ νυκτὶ ἀναγγέλλει γνῶσιν. Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αἰτῶν. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αἰτῶν. Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, καὶ αὐτός, ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αἰτοῦ, ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν“. Πρὸς τούτοις δὲ καὶ λόγων ἑτέρων τῶν προφητευθέντων δι᾿ αἰτοῦ τοῦ Δαυῒδ καλῶς ἔχον καὶ οἰκείως ἐπιμνησθῆναι λελογίσμεθα, ἐξ ὧν μαθεῖν ὑμῖν πάρεστι, πῶς προτρέπεται ζῆν τοὺς ἀνθρώπους τὸ προφητικὸν πνεῦμα, καὶ πῶς μηνύει τὴν γεγενημένην Ἡρώδου τοῖ βασιλέως Ἰουδαίων καὶ αἰτῶν Ἰουδαίων καὶ Πιλάτου τοῖ ὑμετέρου παρ᾿ αὐτοῖς γενομένου ἐπιτρόπου σὺν τοῖς αὐτοῦ στρατιώταις κατὰ τοῦ Χριστοῦ συνέλευσιν, καὶ ὅτι πιστεύεσθαι ἔμελλεν ὑπὸ τῶν ἐκ παντὸς γένους ἀνθρώπων, καὶ ὅτι αὐτὸν υἱὸν καλεῖ ὁ θεὸς καὶ ὑποτάσσειν αὐτῷ πάντας ἐχθροὺς ἐπήγγελται, καὶ πῶς οἱ δαίμονες, ὅσον ἐπ᾿ αἰτοῖς, τήν τε τοῦ πατρὸς πάντων καὶ δεσπότου θεοῦ καὶ τὴν αἰτοῦ τοῦ Χριστοῦ ἐξουσίαν φυγεῖν πειρῶνται, καὶ ὡς εἰς μετάνοιαν καλεῖ πάντας ὁ θεὸς πρὶν ἐλθεῖν τὴν ἡμέραν τῆς κρίσεως. Εἰρηνται δὲ οὕτως· „Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν, ἀλλ᾿ ἢ ἐν τῷ νόμῳ κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αἰτοῦ μελετήσει ἡμέρας καὶ νυκτός. Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αἰτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται. Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ᾿ ἤ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπο προσώπου τῆς γῆς· διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων, ὅτι γινώσκει κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται“. „Ινα τί ἐφρύαξαν ἔθνη. καὶ λαοὶ ἐμελέτησαν καινά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, λέγοντες· Διαῤῥήξωμεν τοὺς δεσμοὺς αἰ τῶν καὶ ἀποῤῥίψωμεν ἀφ᾿ ἡμῶν τὸν ζυγὸν αὐτῶν. Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς. καὶ ὁ κύριος ἐκμυκτηριεῖ αὐτούς· τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὑτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς. Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾿ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα κυρίου. Κύριος εἷπε πρός με· Υἱός μσυ εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ᾿ ἐμοῦ, καὶ δώσω σοι ἔθνη κληρονομίαν σου, καὶ τὴν κατάχεσίν σου τὰ πέρατα τῆς γῆς· ποιμανεῖς αὐτοὺς ἑν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτοὺς. Καὶ νῦν βασιλεῖς σύνετε, παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν. Δουλεύσατε τῷ κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. Δράξασθε παιδείας, μή ποτε ὀργισθῇ κύριος, καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας, ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ. Μακάριοι πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτόν“.
Escuchen también cómo se predijo acerca de los que proclamaron su enseñanza y anunciaron su manifestación, cuando el profeta y rey antes mencionado habló así por medio del Espíritu profético: «El día al día le transmite la palabra, y la noche a la noche anuncia conocimiento. No hay hablas ni lenguajes cuyas voces no se oigan. Por toda la tierra salió su sonido, y hasta los confines del mundo habitado sus palabras. En el sol puso su tienda, y él, como un novio que sale de su cámara nupcial, se alegrará como un gigante al recorrer su camino». Además de esto, hemos considerado bueno y oportuno recordar otras palabras profetizadas por medio del mismo David, por las que pueden aprender cómo el Espíritu profético exhorta a vivir a los hombres; y cómo anuncia la conjura que se formó contra Cristo entre Herodes, rey de los judíos, los mismos judíos y Pilato, el procurador de ustedes entre ellos, con sus soldados; y que iba a ser creído por hombres de todo linaje; y que Dios lo llama Hijo y ha prometido someterle todos los enemigos; y cómo los demonios, en cuanto de ellos depende, intentan escapar de la autoridad del Padre de todas las cosas y Soberano, Dios, y de la del mismo Cristo; y cómo Dios llama a todos a la conversión antes de que llegue el día del juicio. Fueron dichas así: «Dichoso el hombre que no anduvo en el consejo de los impíos, ni se detuvo en el camino de los pecadores, ni se sentó en la cátedra de los pestilentes, sino que su voluntad [está] en la ley del Señor, y en su ley meditará día y noche. Y será como el árbol plantado junto a las corrientes de agua, que dará su fruto a su tiempo, y su hoja no caerá, y todo cuanto haga prosperará. No así los impíos, no así, sino como el polvo que el viento arrebata de la faz de la tierra. Por eso no se levantarán los impíos en el juicio, ni los pecadores en el consejo de los justos, porque el Señor conoce el camino de los justos, y el camino de los impíos perecerá». «¿Por qué se amotinaron las naciones, y los pueblos meditaron cosas nuevas? Se presentaron los reyes de la tierra, y los gobernantes se reunieron a una contra el Señor y contra su Cristo, diciendo: “Rompamos sus ataduras y arrojemos de nosotros su yugo”. El que habita en los cielos se reirá de ellos, y el Señor se burlará de ellos. Entonces les hablará en su ira, y en su furor los turbará. Pero yo he sido constituido rey por él sobre Sion, su monte santo, para proclamar el decreto del Señor. El Señor me dijo: “Tú eres mi Hijo; yo te he engendrado hoy. Pídeme, y te daré las naciones como herencia tuya, y como posesión tuya los confines de la tierra. Los pastorearás con vara de hierro, como vasijas de alfarero los quebrarás”. Y ahora, reyes, entiendan; déjense instruir, todos los que juzgan la tierra. Sirvan al Señor con temor, y alégrense en él con temblor. Abracen la instrucción, no sea que el Señor se enoje y ustedes perezcan [apartados] del camino justo, cuando de pronto se encienda su furor. Dichosos todos los que han confiado en él».✦
«El profeta y rey»: David.
Citas: Sal 19:3-6 (18 en la Septuaginta); Sal 1; Sal 2.
«Procurador»: gr. epítropos, gobernador romano de Judea.
«Demonios»: en Justino, los daímones son los espíritus a los que atribuye el culto de los dioses paganos.
Καὶ πάλιν δ᾿ ἄλλης προφητείας μηνύον τὸ προφητικὸν πνεῦμα δι᾿ αὐτοῦ Δαυΐδ, ὅτι μετὰ τὸ σταυρωθῆναι βασιλεύσει ὁ Χριστός, οὕτως εἶπεν· „Ἄισατε τῷ κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἀναγγείλατε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ· ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα, φοβερὸς ὑπὲρ πάντας τοὺς θεούς· ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν εἴδωλα δαιμονίων εἰσίν, ὁ δὲ θεὸς τοὺς οὐρανοὺς ἐποίησε. Δόξα καὶ αἶνος κατὰ πρόσωπον αὐτσῦ, καὶ ἰσχὺς καὶ καύχημα ἐν τόπῳ ἁγιάσματος αὐτοῦ· δότε τῷ κυρίῳ, τῷ πατρὶ τῶν αἰώνων, δόξην. Λάβετε χάριν καὶ εἰσέλθετε κατὰ πρόσωπον αὐτοῦ καὶ προσκυνήσατε ἐν αὐλαῖς ἁγίαις αὐτοῦ· φοβηθήτω ἀπὸ προσώπου αἰτοῦ πᾶσα ἡ γῆ καὶ κατορθωθήτω καὶ μὴ σαλευθήτω. Εὐφρανθήτωσαν ἐν τοῖς ἔθνεσιν· ὁ κύριος ἐβασίλευσεν“ ἀπο τοῦ ξύλου.
Y otra vez, en otra profecía, el Espíritu profético, anunciando por medio del mismo David que después de ser crucificado Cristo reinaría, dijo así: «Canten al Señor, toda la tierra, y anuncien de día en día su salvación; porque grande es el Señor y muy digno de alabanza, temible por encima de todos los dioses; porque todos los dioses de las naciones son ídolos de demonios, pero Dios hizo los cielos. Gloria y alabanza delante de él, fuerza y orgullo en el lugar de su santuario. Den al Señor, al Padre de los siglos, la gloria. Reciban la gracia, entren ante su presencia y póstrense en sus atrios santos; tema ante él toda la tierra, y sea afianzada y no vacile. Alégrense entre las naciones: el Señor reinó» desde el madero.✦
Cita: 1 Cr 16:23-31, cf. Sal 96 (95 en la Septuaginta).
«Desde el madero» no figura en el texto habitual del salmo; Justino lo incluye en su cita.
Ὅταν δὲ τὸ προφητικὸν πνεῦμα τὰ μέλλοντα γίνεσθαι ὡς ἤδη γενόμενα λέγῃ, ὡς καὶ ἐν τοῖς προειρημένοις δοξάσαι ἐστίν, ὅπως ἀπολογίαν μὴ παράσχῃ τοῖς ἐντυγχάνουσιν, καὶ τοῦτο διασαφήσομεν. Τὰ πάντως ἐγνωσμένα γενησόμενα προλέγει ὡς ἤδη γενόμενα· ὅτι δὲ οὕτως δεῖ ἐκδέχεσθαι, ἐνατενίσατε τῷ νοῒ τοῖς λεγομένοις. Δαυῒδ ἔτεσι χιλίοις καὶ πεντακοσίοις πρὶν ἢ Χριστὸν ὄνθρωπον γενόμενον σταυρωθῆναι τὰ προειρημένα ἔφη, καὶ οὐδεὶς τῶν πρὸ ἐκείνου γενομένων σταυρωθεὶς εὐφροσύνην παρέσχε τοῖς ἔθνεσιν, ἀλλ᾿ οὐδὲ τῶν μετ᾿ ἐκεῖνον. Ὁ καθ᾿ ἡμᾶς δὲ Ἰησοῦς Χριστὸς σταυρωθεὶς καὶ ἀποθανὼν ἀνέστη, καὶ ἐβασίλευσεν ἀνελθὼν εἰς οὐρανόν, καὶ ἐπὶ τοῖς παρ᾿ αὐτοῦ διὰ τῶν ἀποστόλων ἐν τοῖς πᾶσιν ἐθνεσι κηρυχθεῖσιν εὐφροσύνη ἐστὶ προσδοκώντων τὴν κατηγγελμένην ὑπ᾿ αὐτοῦ ἀφθαρσίαν.
Cuando el Espíritu profético dice lo que va a suceder como si ya hubiera sucedido, como se puede advertir también en lo antes citado, aclararemos también esto, para que no sirva de excusa a quienes lo leen. Las cosas que se sabe con toda certeza que sucederán, las predice como ya sucedidas; y que así hay que entenderlo, fijen la mente en lo que se dice. David dijo lo antes citado mil quinientos años antes de que Cristo, hecho hombre, fuera crucificado, y ninguno de los que vivieron antes de él dio alegría a las naciones por haber sido crucificado, ni tampoco ninguno de los que vinieron después. Pero nuestro Jesucristo, crucificado y muerto, resucitó, y reinó tras subir al cielo; y por lo que de su parte se proclamó por medio de los apóstoles en todas las naciones, hay alegría en los que esperan la incorruptibilidad anunciada por él.✦
«Mil quinientos años»: cronología de Justino; la datación habitual sitúa a David hacia el año 1000 a. C.
Ὅπως δὲ μή τινες ἐκ τῶν προλελεγμένων ὑφ᾿ ἡμῶν δοξάσωσι καθ᾿ εἱμαρμένης ἀνάγκην φάσκειν ἡμᾶς τὰ γινόμενα γίνεσθαι, ἐκ τοῦ προειπεῖν προεγνωσμένα, καὶ τοῦτο διαλύσομεν. Τὰς τιμωρίας καὶ τὰς κολάσεις καὶ τὰς ἀγαθὰς ἀμοιβὰς κατ᾿ ἀξίαν τῶν πράξεων ἑκάστου ἀποδίδοσθαι διὰ τῶν προφητῶν μαθόντες καὶ ἀληθὲς ἀποφαινόμεθα· ἐπεὶ εἰ μὴ τοῦτό ἐστιν, ἀλλὰ καθ᾿ εἱμαρμένην πάντα γίνεται, οὔτε τὸ ἐφ᾿ ἡμῖν ἐπτιν ὅλως· εἰ γὰρ εἵμαρται τόνδε τινὰ ἀγαθὸν εἶναι καὶ τόνδε φαῦλον, οὔθ᾿ οὗτος ἀπόδεκτος οὐδὲ ἐκεῖνος μεμπτέος. Καὶ αὖ εἰ μὴ προαιρέσει ἐλευθέρᾳ πρὸς τὸ φεύγειν τὰ αἰσχρὰ καὶ αἱρεῖσθαι τὰ καλὰ δύναμιν ἔχει τὸ ἀνθρώπειον γένος, ἀναίτιόν ἐστι τῶν ὁπωσδήποτε πραττομένων. Ἀλλ᾿ ὅτι ἐλευθέρᾳ προαιρέσει καὶ κατορθοῖ καὶ σφάλλεται, οὕτως ἀποδείκνυμεν. Τὸν αὐτὸν ἄνθρωπον τῶν ἐναντίων τὴν μετέλευσιν ποιούμενον ὁρῶμεν. Εἰ δὲ εἵμαρτο ἢ φαῦλον ἢ σπουδαῖον εἶναι, οὐκ ἄν ποτε τῶν ἐναντίων δεκτικὸς ἦν καὶ πλειοτάκις μετετίθετο· ἀλλ᾿ οὐδ᾿ οἱ μὲν ἦσαν σπουδαῖοι, οἱ δὲ φαῦλοι, ἐπεὶ τὴν εἱμαρμένην αἰτίαν (ἀγαθῶν καὶ) φαύλων καὶ ἐναντία ἑαυτῇ πράττουσαν ἀποφαινοίμεθα, ἢ ἐκεῖνο τὸ προειρημένον δόξαι ἀληθὲς εἶναι, ὅτι οὐδέν ἐστιν ὀρετὴ οὐδὲ κακία, ἀλλὰ δόξῃ μόνον ἢ ἀγαθὰ ἢ κακὰ νομίζεται· ἥπερ, ὡς δείκνυσιν ὁ ἀληθὴς λόγος. μεγίστη ἀσέβεια καὶ ἀδικία ἐστίν. Ἀλλ᾿ εἱμαρμένην φαμὲν ἀπαράβατον ταύτην εἶναι, τοῖς τὰ καλὰ ἐκλεγομένοις τὰ ἄξια ἐπιτίμια, καὶ τοῖς ὁμοίως τὰ ἐναντία τὰ ἄξια ἐπίχειρα. Οὐ γὰρ ὥσπερ τὰ ἄλλα, οἷον δένδρα καὶ τετράποδα μηδὲν δυνάμενα προαιρέσει πράττειν, ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον· οὐδὲ γὰρ ἦν ἄξιος ἀμοιβῆς ἢ ἐπαίνου, οὐκ ἀφ᾿ ἑαυτοῦ ἑλόμενος τὸ ἀγαθόν, ἀλλὰ τοῦτο γενόμενος οὐδ᾿, εἰ κακὸς ὑπῆρχε, δικαίως κολάσεως ἐτύγχανεν, οὐκ ἀφ᾿ ἑαυτοῦ τοιοῦτος ὤν, ἀλλ᾿ οὐδὲν δυνάμενος εἶναι ἕτερον παρ᾿ ὃ ἐγεγόνει.
Pero para que nadie, a partir de lo que hemos dicho, piense que afirmamos que lo que sucede sucede por necesidad del destino, porque fue predicho como conocido de antemano, también esto lo resolveremos. Que los castigos, las penas y las buenas recompensas se dan conforme al mérito de las obras de cada uno, lo aprendimos de los profetas y lo declaramos verdadero; porque, si no fuera así, sino que todo sucediera según el destino, no habría en absoluto nada que dependiera de nosotros. En efecto, si está fijado por el destino que este sea bueno y aquel malo, ni el uno es digno de aprobación ni el otro de reproche. Y, a su vez, si el género humano no tiene la capacidad, por libre elección, de huir de lo vergonzoso y elegir lo bueno, no es responsable de nada de lo que haga, sea como sea. Pero que por libre elección acierta y yerra lo demostramos así: vemos al mismo hombre pasar de una cosa a su contraria. Ahora bien, si estuviera fijado por el destino que fuera malo o virtuoso, nunca sería capaz de lo contrario ni cambiaría tantas veces; ni tampoco unos serían virtuosos y otros malos, pues entonces tendríamos que declarar que el destino es causa (de bienes y) de males y que obra en contra de sí mismo, o que es verdad aquello que ya se dijo: que no existe ni virtud ni vicio, sino que las cosas se tienen por buenas o malas solo según la opinión; lo cual, como muestra la razón verdadera, es la mayor impiedad e injusticia. Lo que sí decimos es que este es el destino inviolable: que a los que eligen lo bueno [les corresponden] las recompensas merecidas, y a los que igualmente [eligen] lo contrario, el pago merecido. Porque Dios no hizo al hombre como las demás cosas, por ejemplo los árboles y los cuadrúpedos, que nada pueden hacer por libre elección; pues no sería digno de recompensa ni de alabanza si no hubiera elegido el bien por sí mismo, sino que hubiera sido hecho así; ni, si fuera malo, recibiría con justicia castigo, no siendo tal por sí mismo, sino incapaz de ser otra cosa que lo que había sido hecho.✦
«Destino»: gr. heimarménē, término de la filosofía estoica.
«Lo que depende de nosotros»: gr. to eph' hēmîn, expresión filosófica para la libertad de decisión.
«Libre elección»: gr. proaíresis, «elección deliberada».
Las palabras entre paréntesis son restitución del editor.
Ἐδίδαξε δὲ ἡμᾶς ταῦτα τὸ ἅγιον προφητικὸν πνεῦμα, διὰ Μωϋσέως φῆσαν τῷ πρώτῳ πλασθέντι ἀνθρώπῳ εἰρῆσθαι ὑπὸ τοῦ θεοῦ οὕτως· „Ἰδοὺ πρὸ προσώπου σου τὸ ἀγαθὸν καὶ τὸ κακόν, ἔκλεξαι τὸ ἀγαθόν“. Καὶ πάλιν διὰ Ἡσαΐου, τοῦ ἑτέρου προφήτου, ὡς ἀπὸ προσώπου τοῦ πατρὸς τῶν ὅλων καὶ δεσπότου θεοῦ εἰς τοῦτο λεχθῆναι οὕτως· „Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν, κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήραν, καὶ δεῦτε καὶ διαλεχθῶμεν, λέγει κύριος· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡσεὶ ἔριον λευκανῶ, καὶ ἐὰν ὦσιν ὡς κόκκινον, ὡς χιόνα λευκανῶ. Καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε, ἐὼν δὲ μὴ εἰσακούσητέ μου, μόχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα“. Τὸ δὲ προειρημένον „Μάχαιρα ὑμᾶς κατέδεται“ οὐ λέγει διὰ μαχαιρῶν φονενθήσεσθαι τοὺς παρακούσαντας, ἀλλ᾿ ἡ μάχαιρα τοῦ θεοῖ ἐστι τὸ πῦρ. οὗ βορὰ γίνονται οἱ τὰ φαῦλα πράττειν αἱρούμενοι. Διὰ τοῦτο λέγει· „Μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησεν“. Εἰ δὲ καὶ περὶ τεμνούσης καὶ αὐτίκα ἀπαλλασσούσης μαχαίρας ἔλεγεν, οὐκ ἂν εἶπε „Κατέδεται“. Ὥστε καὶ Πλάτων εἰπών. „Αἰτία ἑλομένου, θεὸς δ᾿ ἀναίτιος“ παρὰ Μωϋσέως τοῦ προφήτου λαβὼν εἶπε· πρεσβύτερος γὰρ Μωϋσῆς καὶ πάντων τῶν ἐν Ἕλλησι συγγραφέων. Καὶ πάντα. ὅσα περὶ ἀθανασίας ψυχῆς ἢ τιμωριῶν τῶν μετὰ θάνατον ἢ θεωρίας οὐρανίων ἢ τῶν ὁμοίων δογμάτων καὶ φιλόσοφοι καὶ ποιηταὶ ἔφασαν, παρὰ τῶν προφητῶν τὰς ἀφορμὰς λαβόντες καὶ νοῆσαι δεδύνηνται καὶ ἐξηγήσαντο. Ὅθεν παρὰ πᾶσι σπέρματα ἀληθείας δοκεῖ εἶναι· ἐλέγχονται δὲ μὴ ἀκριβῶς νοήσαντες. ὅταν ἐναντία αὐτοὶ ἑαυτοῖς λέγωσιν. Ὥστε ὅ φαμεν, πεπροφητεῦσθαι τὰ μέλλοντα γίνεσθαι, οὐ διὰ τὸ εἱμαρμένης ἀνάγκῃ πράττεσθαι λέγομεν· ἀλλὰ προγνώστου τοῦ θεοῦ ὄντος τῶν μελλόντων ὑπὸ πάντων ἀνθρώπων πραχθήσεσθαι, καὶ δόγματος ὄντος παρ᾿ αὐτόν κατ᾿ ἀξίαν τῶν πράξεων ἕκαστον ἀμείψεσθαι μέλλοντα τῶν ἀνθρώπων. καὶ τὰ παρ᾿ αὐτοῦ κατ᾿ ἀξίαν τῶν πραττομένων ἀπαντήσεσθαι διὰ τοῦ προφητικοῦ πνεύματος προλέγει, εἰς ἐπίστασιν καὶ ἀνάμνησιν ἀεὶ ἄγων τὸ τῶν ἀνθρώπων γένος, δεικνύς, ὅτι καὶ μέλον ἐστιν αὐτῷ καὶ προνοεῖται αἰτῶν. Κατ᾿ ἐνέργειαν δὲ τῶν φαύλων δαιμόνων θάνατος ὡρίσθη κατὰ τῶν τὰς Ὑστάσπου ἢ Σιβύλλης ἢ τῶν προφητῶν βίβλους ἀναγινωσκόντων, ὅπως διὰ τοῖ φόβου ἀποστρέψωσιν ἐντυγχάνοντας τοὺς ἀνθρώπους τῶν καλῶν γνῶσιν λαβεῖν, αἰτοῖς δὲ δουλεύοντας κατέχωσιν· ὅπερ εἰς τέλος οὐκ ἴσχυσαν πρᾶξαι. Ἀφόβως μὲν γὰρ οὐ μόνον ἐντυγχάνομεν αὐταῖς, ἀλλὰ καὶ ὑμῖν, ὡς ὁρᾶτε, εἰς ἐπίσκεψιν φέρομεν, ἐπιστάμενοι πᾶσιν εὐάρεστα φανήσεσθαι· κἂν ὀλίγους δὲ πείσωμεν, τὰ μέγιστα κερδήσαντες ἐσόμεθα· ὡς γεωργοὶ γὰρ ἀγαθοὶ παρὰ τοῖ δεσπόζοντος τὴν ἀμοιβὴν ἕξομεν.
Esto nos lo enseñó el santo Espíritu profético, que dijo por medio de Moisés que Dios habló así al primer hombre formado: «Mira, delante de ti están el bien y el mal; elige el bien». Y otra vez [dijo], por medio de Isaías, el otro profeta, que, como en la persona del Padre de todas las cosas y Soberano, Dios, se dijo a este propósito lo siguiente: «Lávense, queden limpios, quiten las maldades de sus almas, aprendan a hacer el bien, hagan justicia al huérfano y defiendan a la viuda; y vengan, y razonemos juntos, dice el Señor. Aunque sus pecados sean como púrpura, los dejaré blancos como lana; y aunque sean como grana, los dejaré blancos como nieve. Si quieren y me escuchan, comerán los bienes de la tierra; pero si no me escuchan, la espada los devorará; porque la boca del Señor ha dicho esto». Lo dicho antes, «La espada los devorará», no significa que los desobedientes vayan a morir a espada, sino que la espada de Dios es el fuego, del cual se vuelven pasto los que eligen obrar el mal. Por eso dice: «La espada los devorará; porque la boca del Señor ha hablado». Si hablara de una espada que corta y despacha al instante, no habría dicho «devorará». Así también Platón, cuando dijo: «La culpa es del que elige; Dios no tiene culpa», lo dijo tomándolo del profeta Moisés; porque Moisés es más antiguo incluso que todos los escritores griegos. Y todo lo que filósofos y poetas dijeron sobre la inmortalidad del alma, los castigos después de la muerte, la contemplación de las realidades celestes o doctrinas semejantes, pudieron entenderlo y exponerlo porque tomaron de los profetas el punto de partida. De ahí que parezca haber en todos semillas de verdad; pero quedan en evidencia de no haberlas entendido con exactitud cuando se contradicen a sí mismos. Así pues, cuando decimos que lo que va a suceder ha sido profetizado, no lo decimos porque suceda por necesidad del destino, sino porque Dios conoce de antemano lo que van a hacer todos los hombres, y como es decisión suya que cada uno de los hombres será retribuido conforme al mérito de sus obras, predice por medio del Espíritu profético lo que de su parte les sobrevendrá en correspondencia con lo que hagan, llevando siempre al género humano a la reflexión y al recuerdo, y mostrando que le importa y que cuida de él. Por obra de los demonios malvados se estableció la pena de muerte contra quienes leyeran los libros de Histaspes, de la Sibila o de los profetas, para que, por el miedo, apartaran a los hombres que los leen de adquirir el conocimiento del bien y los mantuvieran como esclavos suyos; cosa que al final no lograron. Porque nosotros no solo los leemos sin temor, sino que, como ven, se los presentamos también a ustedes para que los examinen, sabiendo que a todos les parecerán gratos. Y aunque persuadamos a pocos, habremos obtenido la mayor ganancia; porque, como buenos labradores, recibiremos la recompensa del Dueño.✦
Citas: cf. Dt 30:15.19, que Justino refiere a Dios hablando al primer hombre; Is 1:16-20.
Platón, República 617e.
Histaspes: sabio persa legendario al que se atribuían oráculos; la Sibila: profetisa de la tradición grecorromana a la que se atribuían oráculos.
Fuente del texto original: Texto griego: edición de Gerhard Rauschen (1911, dominio público), transcripción digital de Open Greek and Latin (First1KGreek), CC BY-SA 4.0. La columna griega se distribuye con esa misma licencia.