Saltar al contenido
OriGen Biblioteca de Conciencia Activa Mis notas EN
‹ Hesíodo: Teogonía y Trabajos y días
Filosofía y hermetismo · Hesíodo: Teogonía y Trabajos y días

Teogonía

Θεογονία

1

Μουσάων Ἑλικωνιάδων ἀρχώμεθʼ ἀείδειν, αἵθʼ Ἑλικῶνος ἔχουσιν ὄρος μέγα τε ζάθεόν τε καί τε περὶ κρήνην ἰοειδέα πόσσʼ ἁπαλοῖσιν ὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος. καί τε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖο ἢ Ἵππου κρήνης ἢ Ὀλμειοῦ ζαθέοιο ἀκροτάτῳ Ἑλικῶνι χοροὺς ἐνεποιήσαντο καλούς, ἱμερόεντας· ἐπερρώσαντο δὲ ποσσίν. ἔνθεν ἀπορνύμεναι, κεκαλυμμέναι ἠέρι πολλῇ, ἐννύχιαι στεῖχον περικαλλέα ὄσσαν ἱεῖσαι, ὑμνεῦσαι Δία τʼ αἰγίοχον καὶ πότνιαν Ἥρην Ἀργεΐην, χρυσέοισι πεδίλοις ἐμβεβαυῖαν, κούρην τʼ αἰγιόχοιο Διὸς γλαυκῶπιν Ἀθήνην Φοῖβόν τʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν ἠδὲ Ποσειδάωνα γεήοχον, ἐννοσίγαιον, καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόν τʼ Ἀφροδίτην Ἥβην τε χρυσοστέφανον καλήν τε Διώνην Λητώ τʼ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην Ἠῶ τʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην Γαῖάν τʼ Ὠκεανόν τε μέγαν καὶ Νύκτα μέλαιναν ἄλλων τʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων.

Por las Musas heliconíadas comencemos a cantar, las que habitan el monte grande y divino de Helicón y en torno a la fuente de color violáceo danzan con tiernos pies, y en torno al altar del fortísimo hijo de Crono. Y tras lavar su tierno cuerpo en el Permeso o en la fuente del Caballo o en el divino Olmeo, en lo más alto del Helicón formaron coros hermosos, encantadores; y se lanzaron con vigor sobre sus pies. Desde allí se alzaban, cubiertas de espesa niebla, y marchaban de noche, emitiendo una voz bellísima, cantando a Zeus portador de la égida y a la venerable Hera de Argos, que camina con sandalias de oro, y a la hija de Zeus portador de la égida, Atenea de ojos glaucos, y a Febo Apolo y a Ártemis flechadora, y a Poseidón que sostiene la tierra, el sacudidor del suelo, y a la augusta Temis y a Afrodita de párpados vivos, y a Hebe de corona de oro y a la bella Dione, a Leto, a Jápeto y a Crono de mente tortuosa, a la Aurora, al gran Sol y a la brillante Luna, a Gea, al gran Océano y a la Noche negra, y a la sagrada estirpe de los demás inmortales que existen siempre.✦

22

αἵ νύ ποθʼ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν, ἄρνας ποιμαίνονθʼ Ἑλικῶνος ὕπο ζαθέοιο. τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον, Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο· ποιμένες ἄγραυλοι, κάκʼ ἐλέγχεα, γαστέρες οἶον, ἴδμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα, ἴδμεν δʼ, εὖτʼ ἐθέλωμεν, ἀληθέα γηρύσασθαι.

Ellas un día enseñaron a Hesíodo un hermoso canto, mientras apacentaba corderos al pie del divino Helicón. Y esta palabra me dirigieron primero las diosas, las Musas olímpicas, hijas de Zeus portador de la égida: «Pastores del campo, oprobios malvados, nada más que vientres: sabemos decir muchas mentiras semejantes a verdades, y sabemos, cuando queremos, proclamar verdades.»

29

ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι· καί μοι σκῆπτρον ἔδον δάφνης ἐριθηλέος ὄζον δρέψασαι, θηητόν· ἐνέπνευσαν δέ μοι αὐδὴν θέσπιν, ἵνα κλείοιμι τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα. καί μʼ ἐκέλονθʼ ὑμνεῖν μακάρων γένος αἰὲν ἐόντων, σφᾶς δʼ αὐτὰς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδειν. ἀλλὰ τί ἦ μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην; τύνη, Μουσάων ἀρχώμεθα, ταὶ Διὶ πατρὶ ὑμνεῦσαι τέρπουσι μέγαν νόον ἐντὸς Ὀλύμπου, εἰρεῦσαι τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα, φωνῇ ὁμηρεῦσαι· τῶν δʼ ἀκάματος ῥέει αὐδὴ ἐκ στομάτων ἡδεῖα· γελᾷ δέ τε δώματα πατρὸς Ζηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ λειριοέσσῃ σκιδναμένῃ· ἠχεῖ δὲ κάρη νιφόεντος Ὀλύμπου δώματά τʼ ἀθανάτων. αἳ δʼ ἄμβροτον ὄσσαν ἱεῖσαι θεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῇ ἐξ ἀρχῆς, οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν, οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων.

Así dijeron las hijas del gran Zeus, de palabra certera; y me dieron un cetro, una rama de laurel florecido que cortaron, admirable; y me inspiraron una voz divina, para que yo celebrara lo que será y lo que fue. Y me ordenaron cantar la estirpe de los bienaventurados que existen siempre, y a ellas mismas cantarlas siempre al principio y al final. Pero ¿a mí qué me importa esto en torno a una encina o a una roca? Tú, comencemos por las Musas, que a Zeus padre cantándole deleitan su gran espíritu dentro del Olimpo, diciendo lo que es, lo que será y lo que fue, con voz acordada; y de sus bocas fluye incansable dulce el canto; sonríen las moradas del padre Zeus, de gran estruendo, con la voz de lirio de las diosas que se esparce; resuena la cumbre del Olimpo nevado y las moradas de los inmortales. Ellas, emitiendo voz inmortal, celebran primero en su canto la venerable estirpe de los dioses desde el principio, los que Gea y el vasto Urano engendraron, y los que de estos nacieron, dioses dadores de bienes.

47

δεύτερον αὖτε Ζῆνα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν, ἀρχόμεναί θʼ ὑμνεῦσι καὶ ἐκλήγουσαι ἀοιδῆς, ὅσσον φέρτατός ἐστι θεῶν κράτεί τε μέγιστος. αὖτις δʼ ἀνθρώπων τε γένος κρατερῶν τε Γιγάντων ὑμνεῦσαι τέρπουσι Διὸς νόον ἐντὸς Ὀλύμπου Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.

En segundo lugar, a su vez, a Zeus, padre de dioses y de hombres, lo celebran al comenzar y al terminar su canto, cuánto es el mejor de los dioses y el más grande en poder. Y de nuevo la estirpe de los hombres y de los fuertes Gigantes cantando deleitan el espíritu de Zeus dentro del Olimpo las Musas olímpicas, hijas de Zeus portador de la égida.

53

τὰς ἐν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσα Μνημοσύνη, γουνοῖσιν Ἐλευθῆρος μεδέουσα, λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων. ἐννέα γάρ οἱ νυκτὸς ἐμίσγετο μητίετα Ζεὺς νόσφιν ἀπʼ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων· ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη, ἣ δʼ ἔτεκʼ ἐννέα κούρας ὁμόφρονας, ᾗσιν ἀοιδὴ μέμβλεται ἐν στήθεσσιν, ἀκηδέα θυμὸν ἐχούσαις, τυτθὸν ἀπʼ ἀκροτάτης κορυφῆς νιφόεντος Ὀλύμπου.

A ellas, en Pieria, las dio a luz, unida al padre Crónida, Mnemósine, soberana de las colinas de Eleuter, como olvido de males y descanso de afanes. Pues nueve noches se unió a ella el prudente Zeus, lejos de los inmortales, subiendo al lecho sagrado; pero cuando llegó el año, y las estaciones dieron la vuelta al menguar los meses, y muchos días se cumplieron, ella dio a luz nueve hijas de un mismo sentir, a quienes el canto importa en el pecho, con el corazón libre de cuidados, poco más abajo de la cima más alta del Olimpo nevado.✦

63

ἔνθα σφιν λιπαροί τε χοροὶ καὶ δώματα καλά. πὰρ δʼ αὐτῇς Χάριτές τε καὶ Ἵμερος οἰκίʼ ἔχουσιν ἐν θαλίῃς· ἐρατὴν δὲ διὰ στόμα ὄσσαν ἱεῖσαι μέλπονται πάντων τε νόμους καὶ ἤθεα κεδνὰ ἀθανάτων κλείουσιν, ἐπήρατον ὄσσαν ἱεῖσαι. αἳ τότʼ ἴσαν πρὸς Ὄλυμπον ἀγαλλόμεναι ὀπὶ καλῇ, ἀμβροσίῃ μολπῇ· περὶ δʼ ἴαχε γαῖα μέλαινα ὑμνεύσαις, ἐρατὸς δὲ ποδῶν ὕπο δοῦπος ὀρώρει νισσομένων πατέρʼ εἰς ὅν· ὃ δʼ οὐρανῷ ἐμβασιλεύει, αὐτὸς ἔχων βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνόν, κάρτει νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκαστα ἀθανάτοις διέταξεν ὁμῶς καὶ ἐπέφραδε τιμάς.

Allí tienen sus brillantes coros y hermosas moradas. Junto a ellas las Gracias y el Deseo tienen su casa entre banquetes; y emitiendo por la boca una voz amable cantan, y las leyes de todos y las buenas costumbres de los inmortales celebran, emitiendo voz encantadora. Entonces ellas se fueron hacia el Olimpo, gozosas de su bella voz, con canto inmortal; en torno resonó la tierra negra al himno, y un grato estrépito de pies se levantaba mientras iban hacia su padre; él reina en el cielo, él mismo con el trueno y el rayo llameante, tras vencer con su fuerza a su padre Crono; y bien cada cosa repartió a los inmortales por igual y señaló sus honras.

75

ταῦτʼ ἄρα Μοῦσαι ἄειδον, Ὀλύμπια δώματʼ ἔχουσαι, ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι, Κλειώ τʼ Εὐτέρπη τε Θάλειά τε Μελπομένη τε Τερψιχόρη τʼ Ἐρατώ τε Πολύμνιά τʼ Οὐρανίη τε Καλλιόπη θʼ· ἣ δὲ προφερεστάτη ἐστὶν ἁπασέων. ἣ γὰρ καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ. ὅν τινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων, τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην, τοῦ δʼ ἔπεʼ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ τε λαοὶ πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας ἰθείῃσι δίκῃσιν· ὃ δʼ ἀσφαλέως ἀγορεύων αἶψά κε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν·

Esto cantaban las Musas, que tienen moradas olímpicas, las nueve hijas nacidas del gran Zeus: Clío, Euterpe, Talía, Melpómene, Terpsícore, Érato, Polimnia, Urania y Calíope; y esta es la más sobresaliente de todas, pues ella acompaña también a los reyes venerables. A aquel a quien honren las hijas del gran Zeus y vean al nacer entre los reyes criados por Zeus, sobre su lengua vierten dulce rocío, y de su boca fluyen suaves las palabras; y todos los pueblos lo miran a él cuando decide los dictámenes con rectas sentencias; y él, hablando con firmeza, de inmediato suele poner fin, con saber, hasta a una gran disputa;

88

τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς βλαπτομένοις ἀγορῆφι μετάτροπα ἔργα τελεῦσι ῥηιδίως, μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν. ἐρχόμενον δʼ ἀνʼ ἀγῶνα θεὸν ὣς ἱλάσκονται αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν· τοίη Μουσάων ἱερὴ δόσις ἀνθρώποισιν. ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθόνα καὶ κιθαρισταί, ἐκ δὲ Διὸς βασιλῆες· ὃ δʼ ὄλβιος, ὅν τινα Μοῦσαι φίλωνται· γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή. εἰ γάρ τις καὶ πένθος ἔχων νεοκηδέι θυμῷ ἄζηται κραδίην ἀκαχήμενος, αὐτὰρ ἀοιδὸς Μουσάων θεράπων κλέεα προτέρων ἀνθρώπων ὑμνήσῃ μάκαράς τε θεούς, οἳ Ὄλυμπον ἔχουσιν, αἶψʼ ὅ γε δυσφροσυνέων ἐπιλήθεται οὐδέ τι κηδέων μέμνηται· ταχέως δὲ παρέτραπε δῶρα θεάων.

pues por esto hay reyes prudentes: porque a los pueblos perjudicados en la plaza les cumplen con facilidad acciones que reparan el daño, persuadiéndolos con suaves palabras. Y cuando va por la asamblea, lo aplacan como a un dios con respeto amable, y destaca entre los reunidos: tal es el don sagrado de las Musas a los hombres. Pues de las Musas y de Apolo, el que hiere de lejos, hay hombres cantores sobre la tierra y citaristas, y de Zeus, reyes; y dichoso aquel a quien las Musas amen: dulce fluye de su boca la voz. Pues si alguien, con pena en su ánimo recién afligido, se consume con el corazón apesadumbrado, y luego un cantor, servidor de las Musas, canta las glorias de los hombres de antaño y a los dioses bienaventurados que habitan el Olimpo, enseguida se olvida de sus pesares y de ningún cuidado se acuerda; pronto lo desvían los dones de las diosas.

104

χαίρετε, τέκνα Διός, δότε δʼ ἱμερόεσσαν ἀοιδήν. κλείετε δʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων, οἳ Γῆς τʼ ἐξεγένοντο καὶ Οὐρανοῦ ἀστερόεντος, Νυκτός τε δνοφερῆς, οὕς θʼ ἁλμυρὸς ἔτρεφε Πόντος. εἴπατε δʼ, ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος, οἴδματι θυίων, ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν ὥς τʼ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον. ταῦτά μοι ἔσπετε Μοῦσαι, Ὀλύμπια δώματʼ ἔχουσαι ἐξ ἀρχῆς, καὶ εἴπαθʼ, ὅ τι πρῶτον γένετʼ αὐτῶν.

¡Salve, hijas de Zeus, y den un canto encantador! Celebren la sagrada estirpe de los inmortales que existen siempre, los que nacieron de Gea y de Urano estrellado, y de la Noche sombría, y a los que crió el salobre Ponto. Digan cómo al principio nacieron los dioses y la tierra, y los ríos y el mar inmenso, de oleaje furioso, y los astros resplandecientes y el amplio cielo arriba, y cómo se repartieron la riqueza y cómo dividieron los honores, y también cómo ocuparon por primera vez el Olimpo de muchos pliegues. Esto díganme, Musas, que tienen moradas olímpicas, desde el principio, y cuenten qué fue lo primero que nació de ellos.

116

ἦ τοι μὲν πρώτιστα Χάος γένετʼ, αὐτὰρ ἔπειτα Γαῖʼ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ Τάρταρά τʼ ἠερόεντα μυχῷ χθονὸς εὐρυοδείης, ἠδʼ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι, λυσιμελής, πάντων δὲ θεῶν πάντων τʼ ἀνθρώπων δάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν. ἐκ Χάεος δʼ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο· Νυκτὸς δʼ αὖτʼ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο, οὓς τέκε κυσαμένη Ἐρέβει φιλότητι μιγεῖσα. Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ Οὐρανὸν ἀστερόενθʼ, ἵνα μιν περὶ πάντα καλύπτοι, ὄφρʼ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί.

En verdad, lo primero de todo que nació fue el Caos; y luego Gea de ancho pecho, sede siempre segura de todos, y el Tártaro brumoso en lo hondo de la tierra de anchos caminos, y Eros, que es el más hermoso entre los dioses inmortales, el que afloja los miembros, y de todos los dioses y de todos los hombres domina en el pecho el espíritu y el prudente consejo. Del Caos nacieron Érebo y la negra Noche; y de la Noche, a su vez, salieron el Éter y el Día, a quienes dio a luz tras concebir, unida en amor a Érebo. Gea, por su parte, engendró primero, igual a sí misma, a Urano estrellado, para que la cubriera por todas partes y fuera para los dioses bienaventurados sede siempre segura.✦

129

γείνατο δʼ Οὔρεα μακρά, θεῶν χαρίεντας ἐναύλους, Νυμφέων, αἳ ναίουσιν ἀνʼ οὔρεα βησσήεντα. ἣ δὲ καὶ ἀτρύγετον πέλαγος τέκεν, οἴδματι θυῖον, Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα Οὐρανῷ εὐνηθεῖσα τέκʼ Ὠκεανὸν βαθυδίνην, Κοῖόν τε Κρῖόν θʼ Ὑπερίονά τʼ Ἰαπετόν τε Θείαν τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τε Φοίβην τε χρυσοστέφανον Τηθύν τʼ ἐρατεινήν. τοὺς δὲ μέθʼ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης, δεινότατος παίδων· θαλερὸν δʼ ἤχθηρε τοκῆα.

Engendró también los altos Montes, graciosas moradas de los dioses y de las Ninfas, que habitan los montes boscosos y de valles. Ella dio a luz además el mar estéril, de oleaje furioso, el Ponto, sin amor deseable; y luego, tras acostarse con Urano, parió a Océano de profundos remolinos, a Ceo, a Crío, a Hiperión, a Jápeto, a Tía, a Rea, a Temis, a Mnemósine, a Febe de corona de oro y a Tetis amable. Tras ellos nació el más joven, Crono de mente tortuosa, el más terrible de los hijos; y odió a su floreciente padre.✦

139

γείνατο δʼ αὖ Κύκλωπας ὑπέρβιον ἦτορ ἔχοντας, Βρόντην τε Στερόπην τε καὶ Ἄργην ὀβριμόθυμον, οἳ Ζηνὶ βροντήν τε δόσαν τεῦξάν τε κεραυνόν. οἳ δή τοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι ἦσαν, μοῦνος δʼ ὀφθαλμὸς μέσσῳ ἐνέκειτο μετώπῳ. Κύκλωπες δʼ ὄνομʼ ἦσαν ἐπώνυμον, οὕνεκʼ ἄρα σφέων κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ· ἰσχὺς δʼ ἠδὲ βίη καὶ μηχαναὶ ἦσαν ἐπʼ ἔργοις. ἄλλοι δʼ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο τρεῖς παῖδες μεγάλοι τε καὶ ὄβριμοι, οὐκ ὀνομαστοί, Κόττος τε Βριάρεώς τε Γύης θʼ, ὑπερήφανα τέκνα.

Engendró de nuevo a los Cíclopes, de ánimo soberbio, Brontes, Estéropes y Arges de ánimo violento, que a Zeus dieron el trueno y forjaron el rayo. Estos, en lo demás, eran semejantes a los dioses, pero un solo ojo estaba puesto en medio de la frente. Cíclopes era su nombre, de acuerdo con su aspecto, porque de ellos un ojo de forma redonda estaba puesto en la frente; y fuerza, vigor y artificios había en sus trabajos. Y otros tres hijos de Gea y de Urano nacieron, grandes y violentos, de quienes mejor no hablar, Coto, Briareo y Giges, hijos soberbios.✦

150

τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο, ἄπλαστοι, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν· ἰσχὺς δʼ ἄπλητος κρατερὴ μεγάλῳ ἐπὶ εἴδει. ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο, δεινότατοι παίδων, σφετέρῳ δʼ ἤχθοντο τοκῆι ἐξ ἀρχῆς· καὶ τῶν μὲν ὅπως τις πρῶτα γένοιτο, πάντας ἀποκρύπτασκε, καὶ ἐς φάος οὐκ ἀνίεσκε, Γαίης ἐν κευθμῶνι, κακῷ δʼ ἐπετέρπετο ἔργῳ Οὐρανός. ἣ δʼ ἐντὸς στοναχίζετο Γαῖα πελώρη στεινομένη· δολίην δὲ κακήν τʼ ἐφράσσατο τέχνην.

De ellos cien brazos se lanzaban desde los hombros, monstruosos, y cincuenta cabezas a cada uno brotaban de los hombros sobre los robustos miembros; fuerza irresistible y poderosa sobre su gran figura. Pues cuantos de Gea y de Urano nacieron, los más terribles de los hijos, eran odiados por su propio padre desde el principio; y a cada uno de ellos, tan pronto como nacía, los ocultaba a todos y no los dejaba subir a la luz, en el escondrijo de Gea, y se regodeaba en su mala obra Urano. Y ella por dentro gemía, la enorme Gea, oprimida; y urdió un engaño y una mala artimaña.

161

αἶψα δὲ ποιήσασα γένος πολιοῦ ἀδάμαντος τεῦξε μέγα δρέπανον καὶ ἐπέφραδε παισὶ φίλοισιν· εἶπε δὲ θαρσύνουσα, φίλον τετιημένη ἦτορ· παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου, αἴ κʼ ἐθέλητε πείθεσθαι, πατρός κε κακὴν τισαίμεθα λώβην ὑμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα. ὣς φάτο· τοὺς δʼ ἄρα πάντας ἕλεν δέος, οὐδέ τις αὐτῶν φθέγξατο. θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης ἂψ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν· μῆτερ, ἐγώ κεν τοῦτό γʼ ὑποσχόμενος τελέσαιμι ἔργον, ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζω ἡμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.

Enseguida, tras producir una especie de gris adamante, forjó una gran hoz y se la mostró a sus queridos hijos; y les habló para animarlos, con el corazón afligido: «Hijos míos y de un padre insolente, si quieren obedecerme, castigaríamos la vil afrenta de su padre de ustedes; pues él fue el primero en tramar acciones indignas.» Así dijo; y a todos ellos los atrapó el temor, y ninguno de ellos habló. Pero cobrando ánimo el gran Crono de mente tortuosa de nuevo respondió con palabras a su madre solícita: «Madre, yo lo prometo y cumpliría esa obra, pues de nuestro padre de nombre maldito no me preocupo; pues él fue el primero en tramar acciones indignas.»✦

173

ὣς φάτο· γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη· εἷσε δέ μιν κρύψασα λόχῳ· ἐνέθηκε δὲ χερσὶν ἅρπην καρχαρόδοντα· δόλον δʼ ὑπεθήκατο πάντα. ἦλθε δὲ νύκτʼ ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ Γαίῃ ἱμείρων φιλότητος ἐπέσχετο καί ῥʼ ἐτανύσθη πάντη· ὃ δʼ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην μακρὴν καρχαρόδοντα, φίλου δʼ ἀπὸ μήδεα πατρὸς ἐσσυμένως ἤμησε, πάλιν δʼ ἔρριψε φέρεσθαι ἐξοπίσω· τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός·

Así dijo; y se alegró mucho en su ánimo la enorme Gea; lo sentó, ocultándolo, en una emboscada; y puso en sus manos una hoz de dientes afilados; y le expuso todo el engaño. Vino el gran Urano trayendo la noche, y sobre Gea deseando amor se extendió y se tendió por todas partes; y el hijo desde la emboscada alargó la mano izquierda, y con la derecha tomó la enorme hoz larga, de dientes afilados, y los genitales de su padre querido con presteza los segó, y los arrojó hacia atrás para que fueran llevados; y no cayeron en vano al escapar de su mano;

183

ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι, πάσας δέξατο Γαῖα· περιπλομένων δʼ ἐνιαυτῶν γείνατʼ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας, τεύχεσι λαμπομένους, δολίχʼ ἔγχεα χερσὶν ἔχοντας, Νύμφας θʼ ἃς Μελίας καλέουσʼ ἐπʼ ἀπείρονα γαῖαν. μήδεα δʼ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι κάββαλʼ ἀπʼ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ, ὣς φέρετʼ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς ἀφρὸς ἀπʼ ἀθανάτου χροὸς ὤρνυτο· τῷ δʼ ἔνι κούρη ἐθρέφθη· πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν ἔπλητʼ, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον.

pues cuantas gotas sangrientas salpicaron, todas las recibió Gea; y al dar la vuelta los años parió a las poderosas Erinias y a los grandes Gigantes, resplandecientes de armas, con largas lanzas en las manos, y a las Ninfas que llaman Melias sobre la tierra inmensa. Y los genitales, en cuanto los cortó con el adamante y los arrojó desde la tierra firme al mar de muchas olas, así fueron llevados por el mar largo tiempo, y en torno una blanca espuma brotaba de la carne inmortal; y en ella una doncella fue criada; primero a la divina Citera se acercó, y desde allí llegó luego a Chipre, rodeada por el mar.✦

194

ἐκ δʼ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο· τὴν δʼ Ἀφροδίτην κικλῄσκουσι θεοί τε καὶ ἀνέρες, οὕνεκʼ ἐν ἀφρῷ θρέφθη· ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις· Κυπρογενέα δʼ, ὅτι γέντο πολυκλύστῳ ἐνὶ Κύπρῳ· ἠδὲ φιλομμηδέα, ὅτι μηδέων ἐξεφαάνθη. τῇ δʼ Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἕσπετο καλὸς γεινομένῃ τὰ πρῶτα θεῶν τʼ ἐς φῦλον ἰούσῃ. ταύτην δʼ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι, παρθενίους τʼ ὀάρους μειδήματά τʼ ἐξαπάτας τε τέρψιν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.

De allí salió la venerable y bella diosa, y en torno la hierba crecía bajo sus delicados pies; a ella Afrodita la llaman dioses y hombres, porque en la espuma fue criada; y Citerea, porque llegó a Citera; Ciprogénea, porque nació en Chipre de muchas olas; y «amante de los genitales», porque de los genitales apareció. Con ella fue Eros y la siguió el bello Deseo, cuando nació por primera vez y fue a la tribu de los dioses. Y este honor tiene desde el principio y ha obtenido por suerte como porción entre los hombres y los dioses inmortales: los coloquios íntimos de doncellas, las sonrisas, los engaños, el dulce deleite, el amor y la ternura.✦

207

τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκε παῖδας νεικείων μέγας Οὐρανός, οὓς τέκεν αὐτός· φάσκε δὲ τιταίνοντας ἀτασθαλίῃ μέγα ῥέξαι ἔργον, τοῖο δʼ ἔπειτα τίσιν μετόπισθεν ἔσεσθαι. νὺξ δʼ ἔτεκεν στυγερόν τε Μόρον καὶ Κῆρα μέλαιναν καὶ Θάνατον, τέκε δʼ Ὕπνον, ἔτικτε δὲ φῦλον Ὀνείρων· δεύτερον αὖ Μῶμον καὶ Ὀιζὺν ἀλγινόεσσαν οὔ τινι κοιμηθεῖσα θεὰ τέκε Νὺξ ἐρεβεννή, Ἑσπερίδας θʼ, ᾗς μῆλα πέρην κλυτοῦ Ὠκεανοῖο χρύσεα καλὰ μέλουσι φέροντά τε δένδρεα καρπόν.

A estos, su padre, el gran Urano, los llamaba con el apodo de Titanes, reprochando a los hijos que él mismo había engendrado; decía que, tensándose con ciega temeridad, habían cometido un gran trabajo, y que de ello habría después un castigo en el futuro. Y la Noche parió al odioso Destino y a la negra Ker y a la Muerte; parió también al Sueño y engendró la tribu de los Sueños; luego a Momo y a Oizis, la dolorosa; sin acostarse con ningún dios los parió la Noche tenebrosa; y a las Hespérides, que más allá del ilustre Océano cuidan las hermosas manzanas de oro y los árboles que llevan fruto.✦

217

καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους, Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε βροτοῖσι γεινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε, αἵτʼ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν· οὐδέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο, πρίν γʼ ἀπὸ τῷ δώωσι κακὴν ὄπιν, ὅς τις ἁμάρτῃ. τίκτε δὲ καὶ Νέμεσιν, πῆμα θνητοῖσι βροτοῖσι, Νὺξ ὀλοή· μετὰ τὴν δʼ Ἀπάτην τέκε καὶ Φιλότητα Γῆράς τʼ οὐλόμενον, καὶ Ἔριν τέκε καρτερόθυμον. αὐτὰρ Ἔρις στυγερὴ τέκε μὲν Πόνον ἀλγινόεντα Λήθην τε Λιμόν τε καὶ Ἄλγεα δακρυόεντα Ὑσμίνας τε Μάχας τε Φόνους τʼ Ἀνδροκτασίας τε Νείκεά τε ψευδέας τε Λόγους Ἀμφιλλογίας τε Δυσνομίην τʼ Ἄτην τε, συνήθεας ἀλλήλῃσιν, Ὅρκον θʼ, ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους πημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ.

Y engendró también a las Moiras y a las Keres, de castigo implacable, Cloto, Láquesis y Átropo, que a los mortales al nacer les dan a tener el bien y el mal, y que persiguen las transgresiones de hombres y de dioses; y nunca cesan las diosas de su terrible cólera antes de dar un duro castigo a quien haya faltado. Parió también a Némesis, azote para los mortales humanos, la funesta Noche; y tras ella parió al Engaño y a la Ternura y a la Vejez funesta, y parió a Eris de ánimo fuerte. Y la odiosa Eris parió a la Fatiga dolorosa, y al Olvido, al Hambre y a los Dolores llorosos, y a los Combates, a las Batallas, a las Matanzas y a los Homicidios, y a las Disputas, a las Palabras mentirosas y a las Controversias, y al Desorden y a la Ruina, compañeros entre sí, y a Juramento, que más que nada daña a los hombres que viven sobre la tierra, cuando alguien jura en falso a sabiendas.✦

233

Νηρέα δʼ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος, πρεσβύτατον παίδων· αὐτὰρ καλέουσι γέροντα, οὕνεκα νημερτής τε καὶ ἤπιος, οὐδὲ θεμιστέων λήθεται, ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν· αὖτις δʼ αὖ Θαύμαντα μέγαν καὶ ἀγήνορα Φόρκυν Γαίῃ μισγόμενος καὶ Κητὼ καλλιπάρῃον Εὐρυβίην τʼ ἀδάμαντος ἐνὶ φρεσὶ θυμὸν ἔχουσαν.

Y a Nereo, veraz y sin mentira, lo engendró el Ponto, el mayor de sus hijos; lo llaman el Anciano, porque es infalible y benigno, y no olvida los preceptos, sino que conoce designios justos y benignos. Y de nuevo, uniéndose a Gea, engendró al gran Taumante y al arrogante Forcis, y a Ceto de hermosas mejillas y a Euribia, que tiene en el pecho un corazón de adamante.✦

240

Νηρῆος δʼ ἐγένοντο μεγήρατα τέκνα θεάων πόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο, κούρης Ὠκεανοῖο, τελήεντος ποταμοῖο, Πλωτώ τʼ Εὐκράντη τε Σαώ τʼ Ἀμφιτρίτη τε Εὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε Κυμοθόη Σπειώ τε Θόη θʼ Ἀλίη τʼ ἐρόεσσα Πασιθέη τʼ Ἐρατώ τε καὶ Εὐνίκη ῥοδόπηχυς καὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ Ἀγαυὴ Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε Νησαίη τε καὶ Ἀκταίη καὶ Πρωτομέδεια Δωρὶς καὶ Πανόπεια καὶ εὐειδὴς Γαλάτεια Ἱπποθόη τʼ ἐρόεσσα καὶ Ἱππονόη ῥοδόπηχυς Κυμοδόκη θʼ, ἣ κύματʼ ἐν ἠεροειδέι πόντῳ πνοιάς τε ζαέων ἀνέμων σὺν Κυματολήγῃ ῥεῖα πρηΰνει καὶ ἐυσφύρῳ Ἀμφιτρίτῃ, Κυμώ τʼ Ἠιόνη τε ἐυστέφανός θʼ Ἁλιμήδη Γλαυκονόμη τε φιλομμειδὴς καὶ Ποντοπόρεια Ληαγόρη τε καὶ Εὐαγόρη καὶ Λαομέδεια Πουλυνόη τε καὶ Αὐτονόη καὶ Λυσιάνασσα Εὐάρνη τε φυήν τʼ ἐρατὴ καὶ εἶδος ἄμωμος καὶ Ψαμάθη χαρίεσσα δέμας δίη τε Μενίππη Νησώ τʼ Εὐπόμπη τε Θεμιστώ τε Προνόη τε Νημερτής θʼ, ἣ πατρὸς ἔχει νόον ἀθανάτοιο.

De Nereo nacieron amables hijas, diosas, en el mar estéril, y de Doris de hermosa cabellera, hija del Océano, el río que lo rodea todo: Pluto, Eucrante, Sao y Anfítrite, Eudora, Tetis, Galene y Glauce, Cimótoe, Espeo, Toe y la amable Halía, Pasitea, Erato y Eunice de brazos de rosa, y Melita graciosa, y Eulímene y Agave, Doto, Proto, Ferusa y Dinámene, Nesea, Actea y Protomedea, Doris, Panopea y la hermosa Galatea, la amable Hipótoe e Hiponoe de brazos de rosa, y Cimódoce, que las olas del mar brumoso y los soplos de los vientos tempestuosos, junto con Cimatolega, calma con facilidad, y también con Anfítrite de bellos tobillos, Cimo, Eíone y Halímede de hermosa corona, Glauconome amiga de la sonrisa y Pontopórea, Leagora, Evágora y Laomedea, Polinoe, Autónoe y Lisianasa, Evarne, amable de aspecto e irreprochable de figura, y Psámate de cuerpo gracioso y la divina Menipe, Neso, Eupompe, Temisto y Pronoe, y Nemertes, que tiene el pensamiento de su padre inmortal.✦

263

αὗται μὲν Νηρῆος ἀμύμονος ἐξεγένοντο κοῦραι πεντήκοντα, ἀμύμονα ἔργα ἰδυῖαι. Θαύμας δʼ Ὠκεανοῖο βαθυρρείταο θύγατρα ἠγάγετʼ Ἠλέκτρην· ἣ δʼ ὠκεῖαν τέκεν Ἶριν ἠυκόμους θʼ Ἁρπυίας Ἀελλώ τʼ Ὠκυπέτην τε, αἵ ῥʼ ἀνέμων πνοιῇσι καὶ οἰωνοῖς ἅμʼ ἕπονται ὠκείῃς πτερύγεσσι· μεταχρόνιαι γὰρ ἴαλλον.

Estas nacieron del irreprochable Nereo, cincuenta doncellas, conocedoras de obras irreprochables. Taumante se llevó como esposa a Electra, hija del Océano de profunda corriente; y ella parió a la veloz Iris y a las Harpías de hermosa cabellera, Aelo y Ocípete, que con los soplos de los vientos y con las aves a la par siguen con sus veloces alas; pues se lanzaban por lo alto.✦

270

Φόρκυϊ δʼ αὖ Κητὼ Γραίας τέκε καλλιπαρῄους ἐκ γενετῆς πολιάς, τὰς δὴ Γραίας καλέουσιν ἀθάνατοί τε θεοὶ χαμαὶ ἐρχόμενοί τʼ ἄνθρωποι, Πεμφρηδώ τʼ ἐύπεπλον Ἐνυώ τε κροκόπεπλον, Γοργούς θʼ, αἳ ναίουσι πέρην κλυτοῦ Ὠκεανοῖο ἐσχατιῇ πρὸς Νυκτός, ἵνʼ Ἑσπερίδες λιγύφωνοι, Σθεννώ τʼ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα. ἣ μὲν ἔην θνητή, αἳ δʼ ἀθάνατοι καὶ ἀγήρῳ, αἱ δύο· τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσιν.

Y a Forcis, Ceto le parió las Greas de hermosas mejillas, canosas desde su nacimiento, a las que llaman Greas los dioses inmortales y los hombres que andan por el suelo, a Pefredo de bello peplo y a Enio de peplo color azafrán, y a las Gorgonas, que habitan más allá del ilustre Océano en el confín, hacia la Noche, donde están las Hespérides de voz clara, Esteno, Euríale y Medusa, que sufrió desgracias. Ella era mortal, pero ellas inmortales y sin vejez, las dos; y con la una se acostó el de cabellera azul oscuro en un blando prado y entre flores primaverales.✦

280

τῆς δʼ ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν, ἔκθορε Χρυσαωρ τε μέγας καὶ Πήγασος ἵππος. τῷ μὲν ἐπώνυμον ἦεν, ὅτʼ Ὠκεανοῦ περὶ πηγὰς γένθʼ, ὃ δʼ ἄορ χρύσειον ἔχων μετὰ χερσὶ φίλῃσιν. χὠ μὲν ἀποπτάμενος προλιπὼν χθόνα, μητέρα μήλων, ἵκετʼ ἐς ἀθανάτους· Ζηνὸς δʼ ἐν δώμασι ναίει βροντήν τε στεροπήν τε φέρων Διὶ μητιόεντι. Χρυσάωρ δʼ ἔτεκεν τρικέφαλον Γηρυονῆα μιχθεὶς Καλλιρόῃ κούρῃ κλυτοῦ Ὠκεανοῖο. τὸν μὲν ἄρʼ ἐξενάριξε βίη Ἡρακληείη βουσὶ παρʼ εἰλιπόδεσσι περιρρύτῳ εἰν Ἐρυθείῃ ἤματι τῷ ὅτε περ βοῦς ἤλασεν εὐρυμετώπους Τίρυνθʼ εἰς ἱερὴν διαβὰς πόρον Ὠκεανοῖο Ὄρθον τε κτείνας καὶ βουκόλον Εὐρυτίωνα σταθμῷ ἐν ἠερόεντι πέρην κλυτοῦ Ὠκεανοῖο.

Cuando Perseo le cortó la cabeza de un tajo, saltaron fuera el gran Crisaor y el caballo Pegaso. A este le vino el nombre porque nació junto a las fuentes del Océano; el otro, porque tenía en sus queridas manos una espada de oro. Y el uno, alzando el vuelo, dejó la tierra, madre de rebaños, y llegó junto a los inmortales; y vive en el palacio de Zeus, llevando el trueno y el relámpago a Zeus, el de sabios designios. Crisaor engendró al tricéfalo Gerión, unido a Calírroe, hija del ilustre Océano. A este lo mató la fuerza de Heracles junto a los bueyes de patas torcidas, en Eriteia rodeada de mar, el día en que arreó las vacas de anchas frentes a la sagrada Tirinto, tras cruzar el paso del Océano, y tras matar a Orto y al boyero Euritión en el establo brumoso, más allá del ilustre Océano.✦

295

ἣ δʼ ἔτεκʼ ἄλλο πέλωρον ἀμήχανον, οὐδὲν ἐοικὸς θνητοῖς ἀνθρώποις οὐδʼ ἀθανάτοισι θεοῖσιν, σπῆι ἔνι γλαφυρῷ θείην κρατερόφρονʼ Ἔχιδναν, ἥμισυ μὲν νύμφην ἑλικώπιδα καλλιπάρῃον, ἥμισυ δʼ αὖτε πέλωρον ὄφιν δεινόν τε μέγαν τε αἰόλον ὠμηστὴν ζαθέης ὑπὸ κεύθεσι γαίης. ἔνθα δέ οἱ σπέος ἐστὶ κάτω κοίλῃ ὑπὸ πέτρῃ τηλοῦ ἀπʼ ἀθανάτων τε θεῶν θνητῶν τʼ ἀνθρώπων· ἔνθʼ ἄρα οἱ δάσσαντο θεοὶ κλυτὰ δώματα ναίειν.

Y ella parió otro monstruo irresistible, nada semejante a los hombres mortales ni a los dioses inmortales, en una cueva hueca: a la divina Equidna, de ánimo fuerte, mitad ninfa de ojos vivos y hermosas mejillas, y mitad, a su vez, serpiente monstruosa, terrible y enorme, moteada, carnívora, en lo hondo de la tierra sagrada. Allí tiene una gruta, abajo, bajo una roca hueca, lejos de los dioses inmortales y de los hombres mortales; allí le asignaron los dioses una ilustre morada para habitar.

304

ἣ δʼ ἔρυτʼ εἰν Ἀρίμοισιν ὑπὸ χθονὶ λυγρὴ Ἔχιδνα, ἀθάνατος νύμφη καὶ ἀγήραος ἤματα πάντα. τῇ δὲ Τυφάονά φασι μιγήμεναι ἐν φιλότητι δεινόν θʼ ὑβριστήν τʼ ἄνομόν θʼ ἑλικώπιδι κούρῃ· ἣ δʼ ὑποκυσαμένη τέκετο κρατερόφρονα τέκνα. Ὄρθον μὲν πρῶτον κύνα γείνατο Γηρυονῆι· δεύτερον αὖτις ἔτικτεν ἀμήχανον, οὔ τι φατειὸν Κέρβερον ὠμηστήν, Ἀίδεω κύνα χαλκεόφωνον, πεντηκοντακέφαλον, ἀναιδέα τε κρατερόν τε· τὸ τρίτον Ὕδρην αὖτις ἐγείνατο λυγρὰ ἰδυῖαν Λερναίην, ἣν θρέψε θεὰ λευκώλενος Ἥρη ἄπλητον κοτέουσα βίῃ Ἡρακληείῃ.

Y la funesta Equidna la guarda bajo la tierra, entre los Arimos, ninfa inmortal y sin vejez todos los días. Dicen que con ella se unió en amor Tifón, terrible, desmesurado y sin ley, con la doncella de ojos vivos; y ella, quedando preñada, parió hijos de ánimo fuerte. Primero engendró a Orto, perro de Gerión; en segundo lugar parió a un irresistible, indecible Cerbero carnívoro, perro de Hades, de voz de bronce, de cincuenta cabezas, desvergonzado y fuerte; en tercer lugar engendró a la Hidra, experta en males, la de Lerna, a quien crió la diosa de blancos brazos, Hera, con ira implacable contra la fuerza de Heracles.✦

316

καὶ τὴν μὲν Διὸς υἱὸς ἐνήρατο νηλέι χαλκῷ Ἀμφιτρυωνιάδης σὺν ἀρηιφίλῳ Ἰολάῳ Ηρακλέης βουλῇσιν Ἀθηναίης ἀγελείης. ἣ δὲ Χίμαιραν ἔτικτε πνέουσαν ἀμαιμάκετον πῦρ, δεινήν τε μεγάλην τε ποδώκεά τε κρατερήν τε· τῆς δʼ ἦν τρεῖς κεφαλαί· μία μὲν χαροποῖο λέοντος, ἣ δὲ χιμαίρης, ἣ δʼ ὄφιος, κρατεροῖο δράκοντος, τὴν μὲν Πήγασος εἷλε καὶ ἐσθλὸς Βελλεροφόντης. ἣ δʼ ἄρα Φῖκʼ ὀλοὴν τέκε Καδμείοισιν ὄλεθρον Ὅρθῳ ὑποδμηθεῖσα Νεμειαῖόν τε λέοντα, τόν ῥʼ Ἥρη θρέψασα Διὸς κυδρὴ παράκοιτις γουνοῖσιν κατένασσε Νεμείης, πῆμʼ ἀνθρώποις.

Y a esta la mató con el bronce despiadado el hijo de Zeus, el Anfitrioníada Heracles, con Yolao, amigo de Ares, por los designios de Atenea, la que arrea el botín. Y ella parió a la Quimera, que exhala un fuego irresistible, terrible, grande, de pies veloces y fuerte; tenía tres cabezas: una de león de mirada brillante, otra de cabra y otra de serpiente, de fuerte dragón. A esta la mató Pegaso junto con el noble Belerofonte. Y ella, sometida por Orto, parió a Fix, ruina funesta para los cadmeos, y al león de Nemea, al que Hera, la gloriosa esposa de Zeus, crió y asentó en las colinas de Nemea, azote para los hombres.✦

330

ἔνθʼ ἄρʼ ὃ οἰκείων ἐλεφαίρετο φῦλʼ ἀνθρώπων, κοιρανέων Τρητοῖο Νεμείης ἠδʼ Ἀπέσαντος· ἀλλά ἑ ἲς ἐδάμασσε βίης Ἡρακληείης. Κητὼ δʼ ὁπλότατον Φόρκυι φιλότητι μιγεῖσα γείνατο δεινὸν ὄφιν, ὃς ἐρεμνῆς κεύθεσι γαίης πείρασιν ἐν μεγάλοις παγχρύσεα μῆλα φυλάσσει. τοῦτο μὲν ἐκ Κητοῦς καὶ Φόρκυνος γένος ἐστίν.

Allí aquel arruinaba a las tribus de los hombres que habitaban en la región, reinando sobre Treto de Nemea y sobre Apesas; pero lo dominó la fuerza del poder de Heracles. Y Ceto, unida en amor a Forcis, la más joven, parió a una terrible serpiente, que en las honduras de la oscura tierra, en los grandes confines, guarda las manzanas todas de oro. Esta es la estirpe de Ceto y de Forcis.✦

337

Τηθὺς δʼ Ὠκεανῷ Ποταμοὺς τέκε δινήεντας, Νεῖλόν τʼ Ἀλφειόν τε καὶ Ἠριδανὸν βαθυδίνην Στρυμόνα Μαίανδρόν τε καὶ Ἴστρον καλλιρέεθρον Φᾶσίν τε Ῥῆσόν τʼ Ἀχελώιόν τʼ ἀργυροδίνην Νέσσον τε Ῥοδίον θʼ Ἁλιάκμονά θʼ Ἑπτάπορόν τε Γρήνικόν τε καὶ Αἴσηπον θεῖόν τε Σιμοῦντα Πηνειόν τε καὶ Ἕρμον ἐυρρείτην τε Κάικον Σαγγάριόν τε μέγαν Λάδωνά τε Παρθένιόν τε Εὔηνόν τε καὶ Ἄρδησκον θεῖόν τε Σκάμανδρον.

Y Tetis parió al Océano los Ríos de remolinos: el Nilo, el Alfeo y el Erídano de hondos remolinos, el Estrimón, el Meandro y el Istro de hermosa corriente, el Fasis, el Reso y el Aqueloo de remolinos de plata, el Neso, el Rodio, el Haliacmón y el Heptáporo, el Gránico, el Esepo y el divino Simois, el Peneo, el Hermo y el Caico de buena corriente, el gran Sangario, el Ladón y el Partenio, el Eveno, el Ardesco y el divino Escamandro.✦

346

τίκτε δὲ θυγατέρων ἱερὸν γένος, αἳ κατὰ γαῖαν ἄνδρας κουρίζουσι σὺν Ἀπόλλωνι ἄνακτι καὶ Ποταμοῖς, ταύτην δὲ Διὸς πάρα μοῖραν ἔχουσι, Πειθώ τʼ Ἀδμήτη τε Ἰάνθη τʼ Ἠλέκτρη τε Δωρίς τε Πρυμνώ τε καὶ Οὐρανίη θεοειδὴς Ἱππώ τε Κλυμένη τε Ῥόδειά τε Καλλιρόη τε Ζευξώ τε Κλυτίη τε Ἰδυῖά τε Πασιθόη τε Πληξαύρη τε Γαλαξαύρη τʼ ἐρατή τε Διώνη Μηλόβοσίς τε Φόη τε καὶ εὐειδὴς Πολυδώρη Κερκηίς τε φυὴν ἐρατὴ Πλουτώ τε βοῶπις Περσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τε Ξάνθη τε Πετραίη τʼ ἐρόεσσα Μενεσθώ τʼ Εὐρώπη τε Μῆτίς τʼ Εὐρυνόμη τε Τελεστώ τε Κροκοπεπλος Χρυσηίς τʼ Ἀσίη τε καὶ ἱμερόεσσα Καλυψὼ Εὐδώρη τε Τύχη τε καὶ Ἀμφιρὼ Ὠκυρόη τε καὶ Στύξ, ἣ δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων.

Y parió una sagrada estirpe de hijas, que por la tierra crían a los jóvenes junto con el soberano Apolo y con los Ríos —esta porción tienen de parte de Zeus—: Peito, Admete, Ianta y Electra, Doris, Primno y Urania de aspecto divino, Hipo, Climene, Rodea y Calírroe, Zeuxo, Clitia, Idía y Pasítoe, Plexaura, Galaxaura y la amable Dione, Melóbosis, Foe y la hermosa Polidora, Cerceis de forma amable y Pluto de ojos de vaca, Perseis, Ianira, Acaste y Janto, la amable Petrea, Menesto y Europa, Metis, Eurínome y Telesto de peplo azafranado, Crisíde, Asia y la deseable Calipso, Eudora, Tique, Anfiro y Ocírroe, y Estigia, que es la más excelsa de todas ellas.✦

362

αὗται δʼ Ὠκεανοῦ καὶ Τηθύος ἐξεγένοντο πρεσβύταται κοῦραι· πολλαί γε μέν εἰσι καὶ ἄλλαι. τρὶς γὰρ χίλιαί εἰσι τανύσφυροι Ὠκεανῖναι, αἵ ῥα πολυσπερέες γαῖαν καὶ βένθεα λίμνης πάντη ὁμῶς ἐφέπουσι, θεάων ἀγλαὰ τέκνα. τόσσοι δʼ αὖθʼ ἕτεροι ποταμοὶ καναχηδὰ ῥέοντες, υἱέες Ὠκεανοῦ, τοὺς γείνατο πότνια Τηθύς· τῶν ὄνομʼ ἀργαλέον πάντων βροτὸν ἀνέρʼ ἐνισπεῖν, οἳ δὲ ἕκαστοι ἴσασιν, ὅσοι περιναιετάωσιν.

Estas nacieron del Océano y de Tetis, las doncellas mayores; pero hay también muchas otras. Pues son tres veces mil las Oceánidas de esbeltos tobillos, que, esparcidas por todas partes, recorren por igual la tierra y las honduras de las aguas, brillantes hijas de diosas. Y otros tantos son los demás ríos, de ruidosa corriente, hijos del Océano, a quienes parió la venerable Tetis; sus nombres es difícil que un hombre mortal los diga todos, pero los conocen cada uno de los que habitan en torno.

371

θεία δʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην Ἠῶ θʼ, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει ἀθανάτοις τε θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, γείναθʼ ὑποδμηθεῖσʼ Ὑπερίονος ἐν φιλότητι. Κρίῳ δʼ Εὐρυβίη τέκεν ἐν φιλότητι μιγεῖσα Ἀστραῖόν τε μέγαν Πάλλαντά τε δῖα θεάων Πέρσην θʼ, ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν. Ἀστραίῳ δʼ Ἠὼς ἀνέμους τέκε καρτεροθύμους, ἀργέστην Ζέφυρον Βορέην τʼ αἰψηροκέλευθον καὶ Νότον, ἐν φιλότητι θεὰ θεῷ εὐνηθεῖσα.

Y Tea, vencida en amor por Hiperión, parió al gran Helios, a la brillante Selene y a la Aurora, que alumbra a todos los que viven sobre la tierra y a los dioses inmortales que poseen el ancho cielo. Y Euribia, divina entre las diosas, unida en amor a Crío, parió al gran Astreo, a Palante y a Perses, que sobresalía entre todos por su saber. Y a Astreo la Aurora le parió vientos de ánimo fuerte: el Céfiro despejador, el Bóreas de rápida marcha y el Noto, la diosa acostada en amor con el dios.✦

381

τοὺς δὲ μέτʼ ἀστέρα τίκτεν Ἑωσφόρον Ἠριγένεια ἄστρα τε λαμπετόωντα, τά τʼ οὐρανὸς ἐστεφάνωται. Στὺξ δʼ ἔτεκʼ Ὠκεανοῦ θυγάτηρ Πάλλαντι μιγεῖσα Ζῆλον καὶ Νίκην καλλίσφυρον ἐν μεγάροισιν· καὶ Κράτος ἠδὲ Βίην ἀριδείκετα γείνατο τέκνα, τῶν οὐκ ἔστʼ ἀπάνευθε Διὸς δόμος, οὐδέ τις ἕδρη, οὐδʼ ὁδός, ὅππη μὴ κείνοις θεὸς ἡγεμονεύῃ, ἀλλʼ αἰεὶ πὰρ Ζηνὶ βαρυκτύπῳ ἑδριόωνται. ὣς γὰρ ἐβούλευσεν Στὺξ ἄφθιτος Ὠκεανίνη ἤματι τῷ, ὅτε πάντας Ὀλύμπιος ἀστεροπητὴς ἀθανάτους ἐκάλεσσε θεοὺς ἐς μακρὸν Ὄλυμπον, εἶπε δʼ, ὃς ἂν μετὰ εἷο θεῶν Τιτῆσι μάχοιτο, μή τινʼ ἀπορραίσειν γεράων, τιμὴν δὲ ἕκαστον ἑξέμεν, ἣν τὸ πάρος γε μετʼ ἀθανάτοισι θεοῖσιν τὸν δʼ ἔφαθʼ, ὅστις ἄτιμος ὑπὸ Κρόνου ἠδʼ ἀγέραστος, τιμῆς καὶ γεράων ἐπιβησέμεν, ἧ θέμις ἐστίν.

Y después de estos, la Aurora, hija de la mañana, parió el astro Lucero del alba y los astros resplandecientes con los que el cielo está coronado. Y Estigia, hija del Océano, unida a Palante, parió en su palacio a la Emulación y a la Victoria de bellos tobillos; y engendró al Poder y a la Fuerza, hijos insignes, de los cuales no hay lejos de Zeus morada ni asiento, ni camino por donde el dios no los guíe, sino que siempre se sientan junto a Zeus, el que truena con fuerza. Pues así lo resolvió Estigia, la imperecedera Oceánide, el día en que el Olímpico, el del rayo, llamó a todos los dioses inmortales al vasto Olimpo y dijo que, a cualquiera de los dioses que con él combatiera contra los Titanes, no lo privaría de sus privilegios, sino que cada uno tendría el honor que antes tenía entre los dioses inmortales; y dijo que quien estuviera sin honor y sin privilegio bajo Crono accedería al honor y a los privilegios, como es justo.

397

ἦλθε δʼ ἄρα πρώτη Στὺξ ἄφθιτος Οὔλυμπόνδε σὺν σφοῖσιν παίδεσσι φίλου διὰ μήδεα πατρός. τὴν δὲ Ζεὺς τίμησε, περισσὰ δὲ δῶρα δέδωκεν. αὐτὴν μὲν γὰρ ἔθηκε θεῶν μέγαν ἔμμεναι ὅρκον, παῖδας δʼ ἤματα πάντα ἑοῦ μεταναιέτας εἶναι. ὣς δʼ αὔτως πάντεσσι διαμπερές, ὥς περ ὑπέστη, ἐξετέλεσσʼ· αὐτὸς δὲ μέγα κρατεῖ ἠδὲ ἀνάσσει.

Y llegó la primera al Olimpo la imperecedera Estigia con sus hijos, por los designios de su querido padre. A ella la honró Zeus y le dio dones extraordinarios: pues la hizo ser el gran juramento de los dioses, y a sus hijos, vivir con él todos los días. Y así, de igual modo, a todos, hasta el fin, como lo había prometido, lo cumplió; y él mismo manda con gran poder y reina.✦

404

φοίβη δʼ αὖ Κοίου πολυήρατον ἦλθεν ἐς εὐνήν· κυσαμένη δὴ ἔπειτα θεὰ θεοῦ ἐν φιλότητι Λητὼ κυανόπεπλον ἐγείνατο, μείλιχον αἰεί, ἤπιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν, μείλιχον ἐξ ἀρχῆς, ἀγανώτατον ἐντὸς Ὀλύμπου. γείνατο δʼ Ἀστερίην ἐυώνυμον, ἥν ποτε Πέρσης ἠγάγετʼ ἐς μέγα δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν. ἢ δʼ ὑποκυσαμένη Ἑκάτην τέκε, τὴν περὶ πάντων Ζεὺς Κρονίδης τίμησε· πόρεν δέ οἱ ἀγλαὰ δῶρα, μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης.

Y Febe llegó al muy deseado lecho de Ceo; y entonces la diosa, preñada por el amor del dios, parió a Leto de peplo azul oscuro, siempre dulce, benigna con los hombres y con los dioses inmortales, dulce desde el principio, la más amable dentro del Olimpo. Parió también a Asteria, de buen nombre, a quien una vez Perses llevó a su gran casa para llamarla su querida esposa. Y ella, quedando preñada, parió a Hécate, a quien sobre todos honró Zeus Cronida; le dio espléndidos dones: tener parte de la tierra y del mar estéril.✦

414

ἣ δὲ καὶ ἀστερόεντος ἀπʼ οὐρανοῦ ἔμμορε τιμῆς ἀθανάτοις τε θεοῖσι τετιμένη ἐστὶ μάλιστα. καὶ γὰρ νῦν, ὅτε πού τις ἐπιχθονίων ἀνθρώπων ἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται, κικλῄσκει Ἑκάτην. πολλή τέ οἱ ἕσπετο τιμὴ ῥεῖα μάλʼ, ᾧ πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς, καί τέ οἱ ὄλβον ὀπάζει, ἐπεὶ δύναμίς γε πάρεστιν. ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο καὶ τιμὴν ἔλαχον, τούτων ἔχει αἶσαν ἁπάντων. οὐδέ τί μιν Κρονίδης ἐβιήσατο οὐδέ τʼ ἀπηύρα, ὅσσʼ ἔλαχεν Τιτῆσι μετὰ προτέροισι θεοῖσιν, ἀλλʼ ἔχει, ὡς τὸ πρῶτον ἀπʼ ἀρχῆς ἔπλετο δασμός, καὶ γέρας ἐν γαίῃ τε καὶ οὐρανῷ ἠδὲ θαλάσσῃ·

Ella también recibió su parte de honor desde el cielo estrellado y es la más honrada entre los dioses inmortales. Pues aun ahora, cuando alguno de los hombres que habitan la tierra oficia hermosos sacrificios según la costumbre y procura propiciarse a los dioses, invoca a Hécate. Y mucho honor acompaña con facilidad a aquel cuyas plegarias la diosa acoge benévola, y le concede riqueza, pues tiene poder para ello. Pues de todos cuantos nacieron de Gea y de Urano y obtuvieron un honor, de todos ellos posee la porción. Ni el Cronida le hizo violencia ni le quitó nada de lo que le tocó entre los Titanes, los dioses de antes, sino que lo conserva, como fue el reparto desde el principio, y tiene privilegio en la tierra, en el cielo y en el mar;✦

426

οὐδʼ, ὅτι μουνογενής, ἧσσον θεὰ ἔμμορε τιμῆς, ἀλλʼ ἔτι καὶ πολὺ μᾶλλον, ἐπεὶ Ζεὺς τίεται αὐτήν. ᾧ δʼ ἐθέλει, μεγάλως παραγίγνεται ἠδʼ ὀνίνησιν· ἔν τε δίκῃ βασιλεῦσι παρʼ αἰδοίοισι καθίζει, ἔν τʼ ἀγορῇ λαοῖσι μεταπρέπει, ὅν κʼ ἐθέλῃσιν· ἠδʼ ὁπότʼ ἐς πόλεμον φθεισήνορα θωρήσσωνται ἀνέρες, ἔνθα θεὰ παραγίγνεται, οἷς κʼ ἐθέλῃσι νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι. ἐσθλὴ δʼ αὖθʼ ὁπότʼ ἄνδρες ἀεθλεύωσιν ἀγῶνι, ἔνθα θεὰ καὶ τοῖς παραγίγνεται ἠδʼ ὀνίνησιν·

y por ser hija única, la diosa no recibió menos honor, sino mucho más todavía, pues Zeus la honra. A quien ella quiere, lo asiste grandemente y lo favorece: en el juicio se sienta junto a los venerables reyes, en la asamblea destaca entre las gentes al que ella desea; y cuando los hombres se arman para la guerra que destruye varones, allí está presente la diosa, para aquellos a quienes quiere conceder de buen grado la victoria y ofrecer la gloria. Buena es también cuando los hombres compiten en el certamen: allí también la diosa los asiste y los favorece;

437

νικήσας δὲ βίῃ καὶ κάρτεϊ καλὸν ἄεθλον ῥεῖα φέρει χαίρων τε, τοκεῦσι δὲ κῦδος ὀπάζει. ἐσθλὴ δʼ ἱππήεσσι παρεστάμεν, οἷς κʼ ἐθέλῃσιν. καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται, εὔχονται δʼ Ἑκάτῃ καὶ ἐρικτύπῳ Ἐννοσιγαίῳ, ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν, ῥεῖα δʼ ἀφείλετο φαινομένην, ἐθέλουσά γε θυμῷ. ἐσθλὴ δʼ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδʼ ἀέξειν· βουκολίας δʼ ἀγέλας τε καὶ αἰπόλια πλατέʼ αἰγῶν ποίμνας τʼ εἰροπόκων ὀίων, θυμῷ γʼ ἐθέλουσα, ἐξ ὀλίγων βριάει κἀκ πολλῶν μείονα θῆκεν. οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα πᾶσι μετʼ ἀθανάτοισι τετίμηται γεράεσσιν. θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετʼ ἐκείνην ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς. οὕτως ἐξ ἀρχῆς κουροτρόφος, αἳ δέ τε τιμαί.

y el que vence con fuerza y vigor se lleva el hermoso premio con facilidad y alegre, y da gloria a sus padres. Buena es para asistir a los jinetes, a los que ella quiere. Y a los que trabajan el mar glauco y borrascoso y ruegan a Hécate y al Sacudidor de la tierra de fuerte estruendo, fácilmente la gloriosa diosa les concede abundante pesca, y con facilidad se la quita cuando aparece, si así lo quiere en su ánimo. Buena es en los establos, junto con Hermes, para acrecentar el ganado: las vacadas, las anchas manadas de cabras y los rebaños de ovejas de blanda lana, si así lo quiere en su ánimo, de pocos los multiplica y de muchos los hace menos. Así, aunque es hija única de su madre, entre todos los inmortales es honrada con privilegios. Y el Cronida la hizo nodriza de jóvenes, de todos los que después de ella vieron con sus ojos la luz de la Aurora que todo lo ve. Así es desde el principio nodriza de jóvenes; tales son sus honores.✦

453

Ῥείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα, Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον ἴφθιμόν τʼ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον Ζῆνά τε μητιόεντα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν, τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών. καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθʼ ἵκοιτο, τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.

Rea, sometida por Crono, dio a luz hijos ilustres: Hestia, Deméter y Hera de sandalias de oro, y al fuerte Hades, que bajo la tierra habita su morada con un corazón despiadado, y al Sacudidor de la tierra de fuerte estruendo, y a Zeus de sabios designios, padre de dioses y de hombres, cuyo trueno hace estremecerse a la ancha tierra. Y a estos los iba tragando el gran Crono, tan pronto como cada uno llegaba desde el vientre sagrado de su madre hasta las rodillas, con este pensamiento: que ningún otro de los ilustres Uránidas tuviera entre los inmortales la dignidad de rey.

463

πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος, οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι καὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς· τῷ ὅ γʼ ἄρʼ οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύων παῖδας ἑοὺς κατέπινε· Ῥέην δʼ ἔχε πένθος ἄλαστον. ἀλλʼ ὅτε δὴ Δίʼ ἔμελλε θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν τέξεσθαι, τότʼ ἔπειτα φίλους λιτάνευε τοκῆας τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα, μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα παῖδα φίλον, τίσαιτο δʼ ἐρινῦς πατρὸς ἑοῖο παίδων θʼ, οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης.

Pues se había enterado por Gea y por Urano estrellado de que le estaba destinado ser vencido por su propio hijo, aunque fuera poderoso, por los designios del gran Zeus. Por eso no mantenía una vigilancia ciega, sino que, al acecho, tragaba a sus hijos; y a Rea la dominaba un dolor inolvidable. Pero cuando iba a dar a luz a Zeus, padre de dioses y de hombres, entonces suplicó a sus queridos padres, a Gea y a Urano estrellado, que tramaran con ella un plan para que pasara inadvertida al parir a su hijo querido, y para que se cobrara la venganza de las Erinias por su padre y por los hijos que se tragó el gran Crono de mente retorcida.✦

474

οἳ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο, καί οἱ πεφραδέτην, ὅσα περ πέπρωτο γενέσθαι ἀμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ. πέμψαν δʼ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον, ὁππότʼ ἄρʼ ὁπλότατον παίδων τέξεσθαι ἔμελλε, Ζῆνα μέγαν· τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε. ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν πρώτην ἐς Λύκτον· κρύψεν δέ ἑ χερσὶ λαβοῦσα ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης, Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι.

Ellos escucharon con gran atención a su hija querida y le obedecieron, y le indicaron todo cuanto estaba destinado que sucediera respecto al rey Crono y a su hijo de ánimo fuerte. La enviaron a Licto, rica comarca de Creta, cuando estaba por dar a luz al más joven de sus hijos, al gran Zeus; a este lo recibió de ella la enorme Gea para criarlo y cuidarlo en la ancha Creta. Allí llegó ella, llevándolo a través de la rápida noche negra, primero a Licto; y tomándolo en sus manos lo ocultó en una cueva escarpada, bajo los escondrijos de la tierra divina, en el monte Egeo, cubierto de espesa vegetación.

485

τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν Οὐρανίδῃ μέγʼ ἄνακτι, θεῶν προτέρῳ βασιλῆι. τὸν τόθʼ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺν σχέτλιος· οὐδʼ ἐνόησε μετὰ φρεσίν, ὥς οἱ ὀπίσσω ἀντὶ λίθου ἑὸς υἱὸς ἀνίκητος καὶ ἀκηδὴς λείπεθʼ, ὅ μιν τάχʼ ἔμελλε βίῃ καὶ χερσὶ δαμάσσας τιμῆς ἐξελάειν, ὃ δʼ ἐν ἀθανάτοισι ἀνάξειν.

Y envolviendo en pañales una gran piedra, se la puso en las manos al hijo de Urano, gran soberano, el primer rey de los dioses. Entonces la tomó con las manos y la metió en su vientre, el insensato; y no pensó en su mente que, en lugar de la piedra, le quedaba atrás su hijo, invicto y sin preocupaciones, que pronto iba a someterlo con fuerza y con sus manos, a expulsarlo de su honor y a reinar él entre los inmortales.

492

καρπαλίμως δʼ ἄρʼ ἔπειτα μένος καὶ φαίδιμα γυῖα ηὔξετο τοῖο ἄνακτος· ἐπιπλομένων δʼ ἐνιαυτῶν Γαίης ἐννεσίῃσι πολυφραδέεσσι δολωθεὶς ὃν γόνον ἄψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτης πρῶτον δʼ ἐξέμεσεν λίθον, ὃν πύματον κατέπινεν· τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο σῆμʼ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν. λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶν Οὐρανίδας, οὓς δῆσε πατὴρ ἀεσιφροσύνῃσιν· οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων, δῶκαν δὲ βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνὸν καὶ στεροπήν· τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει· τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.

Rápidamente después crecieron el vigor y los miembros esplendorosos de aquel soberano; y al irse cumpliendo los años, engañado por las muy hábiles instigaciones de Gea, devolvió de nuevo a su descendencia el gran Crono de mente retorcida, y primero vomitó la piedra, que había tragado la última. A esta Zeus la plantó sobre la tierra de anchos caminos, en la divina Pito, en los valles al pie del Parnaso, para que fuera en adelante una señal, maravilla para los mortales. Y liberó de sus funestos lazos a los hermanos de su padre, los Uránidas, a quienes su padre había atado en su insensatez; ellos le correspondieron con gratitud por sus beneficios y le dieron el trueno, el rayo ardiente y el relámpago; antes los había ocultado la enorme Gea. Confiado en ellos, reina sobre mortales e inmortales.✦

507

κούρην δʼ Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνην ἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν. ἣ δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα· τίκτε δʼ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τʼ Ἐπιμηθέα ὃς κακὸν ἐξ ἀρχῆς γένετʼ ἀνδράσιν ἀλφηστῇσιν· πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα παρθένον. ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς εἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ εἵνεκʼ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου.

Jápeto tomó por esposa a Clímene, joven hija de Océano de hermosos tobillos, y subió con ella al mismo lecho. Ella le dio por hijo a Atlas, de ánimo fuerte, y parió al muy altivo Menecio y a Prometeo, astuto, de pensamiento cambiante, y al desatinado Epimeteo, que desde el principio fue un mal para los hombres que comen grano. Pues fue el primero en recibir a la mujer virgen moldeada por Zeus. Y a Menecio, desmesurado, Zeus de ancha mirada lo envió al Erebo, golpeándolo con el rayo humeante, por su temeridad y su fuerza arrogante.✦

517

Ἄτλας δʼ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπʼ ἀνάγκης πείρασιν ἐν γαίης, πρόπαρ Εσπερίδων λιγυφώνων, ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν· ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς. δῆσε δʼ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον δεσμοῖς ἀργαλέοισι μέσον διὰ κίονʼ ἐλάσσας· καί οἱ ἐπʼ αἰετὸν ὦρσε τανύπτερον· αὐτὰρ ὅ γʼ ἧπαρ ἤσθιεν ἀθάνατον, τὸ δʼ ἀέξετο ἶσον ἁπάντη νυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις. τὸν μὲν ἄρʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸς Ἡρακλέης ἔκτεινε, κακὴν δʼ ἀπὸ νοῦσον ἄλαλκεν Ἰαπετιονίδῃ καὶ ἐλύσατο δυσφροσυνάων οὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὑψιμέδοντος, ὄφρʼ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη πλεῖον ἔτʼ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν.

Atlas sostiene el ancho cielo, bajo una forzosa necesidad, en los confines de la tierra, frente a las Hespérides de voz clara, en pie, con la cabeza y con los brazos incansables; pues esta porción le asignó Zeus de sabios designios. Y ató con cadenas inquebrantables a Prometeo de variados proyectos, con lazos penosos, clavando un pilar por el medio; y le lanzó encima un águila de largas alas; y esta le comía el hígado inmortal, y él crecía igual por todas partes cuanto por el día entero comía el ave de largas alas durante la noche. A esta la mató el valeroso hijo de Alcmena de hermosos tobillos, Heracles, y apartó del Japetónida la mala enfermedad y lo libró de sus angustias, no sin el consentimiento de Zeus Olímpico que gobierna en lo alto, para que la gloria de Heracles nacido en Tebas fuera aún mayor que antes sobre la tierra que a muchos nutre.✦

532

ταῦτʼ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν· καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν, οὕνεκʼ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι. καὶ γὰρ ὅτʼ ἐκρίνοντο θεοὶ θνητοί τʼ ἄνθρωποι Μηκώνῃ, τότʼ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ δασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων. τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷ ἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ, τῷ δʼ αὖτʼ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ εὐθετίσας κατέθηκε καλύψας ἀργέτι δημῷ. δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε· Ἰαπετιονίδη, πάντων ἀριδείκετʼ ἀνάκτων, ὦ πέπον, ὡς ἑτεροζήλως διεδάσσαο μοίρας.

Respetando esto, Zeus honraba a su hijo ilustre; aunque irritado, cesó de la cólera que antes tenía porque Prometeo rivalizaba en designios con el muy poderoso Cronión. Pues cuando dioses y hombres mortales se disputaban en Mecona, entonces Prometeo, con ánimo decidido, un gran buey repartió y puso delante, tratando de engañar la mente de Zeus. Para unos puso en la piel las carnes y las entrañas ricas en grasa, cubriéndolas con el vientre del buey, y para el otro puso los blancos huesos del buey, dispuestos con astuto artificio y cubiertos de brillante grasa. Entonces le habló el padre de hombres y de dioses: «Japetónida, el más ilustre de todos los señores, amigo mío, ¡qué desigualmente has repartido las porciones!»✦

545

ὣς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς. τὸν δʼ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτης ἦκʼ ἐπιμειδήσας, δολίης δʼ οὐ λήθετο τέχνης· ζεῦ κύδιστε μέγιστε θεῶν αἰειγενετάων, τῶν δʼ ἕλεʼ, ὁπποτέρην σε ἐνὶ φρεσὶ θυμὸς ἀνώγει. Φῆ ῥα δολοφρονέων· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς γνῶ ῥʼ οὐδʼ ἠγνοίησε δόλον· κακὰ δʼ ὄσσετο θυμῷ θνητοῖς ἀνθρώποισι, τὰ καὶ τελέεσθαι ἔμελλεν. χερσὶ δʼ ὅ γʼ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ. χώσατο δὲ φρένας ἀμφί, χόλος δέ μιν ἵκετο θυμόν, ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ.

Así habló Zeus burlándose, el que conoce designios imperecederos. Y a su vez le respondió Prometeo de mente retorcida, sonriendo suavemente, sin olvidar su astuto artificio: «Zeus, el más glorioso, el más grande de los dioses que existen siempre, elige de estas porciones la que el ánimo en tu pecho te ordene». Dijo así con astucia; y Zeus, que conoce designios imperecederos, lo comprendió y no ignoró el engaño; y presagiaba en su ánimo males para los hombres mortales, males que iban a cumplirse. Con ambas manos tomó la blanca grasa. Y se encolerizó en su interior, y la cólera le llegó al ánimo, cuando vio los blancos huesos del buey, dispuestos con astuto artificio.

556

ἐκ τοῦ δʼ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων καίουσʼ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς, ὦ πέπον, οὐκ ἄρα πω δολίης ἐπιλήθεο τέχνης. ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς· ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ οὐκ ἐδίδου Μελίῃσι πυρὸς μένος ἀκαμάτοιο θνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν. ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖο κλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον. αὐγὴν ἐν κοΐλῳ νάρθηκι· δάκεν δέ ἑ νειόθι θυμόν, Ζῆνʼ ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ, ὡς ἴδʼ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν.

Desde entonces las tribus de los hombres sobre la tierra quejman para los inmortales los blancos huesos sobre los altares fragantes. Y muy irritado le dijo Zeus que amontona las nubes: «Japetónida, que conoces designios más que todos, amigo mío, aún no has olvidado, pues, tu astuto artificio». Así habló Zeus enojado, el que conoce designios imperecederos; y desde entonces, acordándose siempre del engaño, ya no daba a los fresnos el vigor del fuego incansable para los hombres mortales que habitan sobre la tierra. Pero lo engañó el noble hijo de Jápeto, robando el brillo, visible de lejos, del fuego incansable en una hueca caña de férula; y mordió hondamente el ánimo de Zeus que truena en lo alto, y le encolerizó el corazón, cuando vio entre los hombres el brillo del fuego visible de lejos.✦

570

αὐτίκα δʼ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν· γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς. ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη ἀργυφέη ἐσθῆτι· κατὰ κρῆθεν δὲ καλύπτρην δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι· ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε, τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήεις ἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί. τῇ δʼ ἐνὶ δαίδαλα πολλὰ τετεύχατο, θαῦμα ἰδέσθαι, κνώδαλʼ, ὅσʼ ἤπειρος πολλὰ τρέφει ἠδὲ θάλασσα, τῶν ὅ γε πόλλʼ ἐνέθηκε,—χάρις δʼ ἀπελάμπετο πολλή,— θαυμάσια, ζῴοισιν ἐοικότα φωνήεσσιν.

Al punto, a cambio del fuego, fabricó un mal para los hombres; pues el muy ilustre cojo de ambos pies modeló con tierra una imagen de virgen venerable, por los designios del Cronida. La ciñó y la adornó la diosa Atenea de ojos glaucos con un vestido de blancura resplandeciente; y desde la cabeza un velo bordado le dejó caer con sus manos, maravilla de ver; y alrededor de su cabeza le puso una corona de oro, que el propio ilustre cojo de ambos pies había hecho, trabajándola con sus manos, para complacer a Zeus padre. En ella estaban hechas muchas labores, maravilla de ver, fieras, cuantas cría en abundancia la tierra firme y el mar; muchas de ellas puso en la corona —y un gran encanto resplandecía—, admirables, semejantes a seres vivos con voz.✦

585

αὐτὰρ ἐπεὶ δὴ τεῦξε καλὸν κακὸν ἀντʼ ἀγαθοῖο. ἐξάγαγʼ, ἔνθα περ ἄλλοι ἔσαν θεοὶ ἠδʼ ἄνθρωποι, κόσμῳ ἀγαλλομένην γλαυκώπιδος ὀβριμοπάτρης. θαῦμα δʼ ἔχʼ ἀθανάτους τε θεοὺς θνητούς τʼ ἀνθρώπους, ὡς εἶδον δόλον αἰπύν, ἀμήχανον ἀνθρώποισιν. ἐκ τῆς γὰρ γένος ἐστὶ γυναικῶν θηλυτεράων, πῆμα μέγʼ αἳ θνητοῖσι μετʼ ἀνδράσι ναιετάουσιν οὐλομένης πενίης οὐ σύμφοροι, ἀλλὰ κόροιο. ὡς δʼ ὁπότʼ ἐν σμήνεσσι κατηρεφέεσσι μέλισσαι κηφῆνας βόσκωσι, κακῶν ξυνήονας ἔργων— αἳ μέν τε πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα ἠμάτιαι σπεύδουσι τιθεῖσί τε κηρία λευκά, οἳ δʼ ἔντοσθε μένοντες ἐπηρεφέας κατὰ σίμβλους ἀλλότριον κάματον σφετέρην ἐς γαστέρʼ ἀμῶνται— ὣς δʼ αὔτως ἄνδρεσσι κακὸν θνητοῖσι γυναῖκας Ζεὺς ὑψιβρεμέτης θῆκεν, ξυνήονας ἔργων ἀργαλέων· ἕτερον δὲ πόρεν κακὸν ἀντʼ ἀγαθοῖο·

Pero cuando hubo fabricado el hermoso mal a cambio de un bien, la sacó adonde estaban los demás dioses y los hombres, ufana con el adorno de la diosa de ojos glaucos, hija del padre poderoso. El asombro se apoderó de los dioses inmortales y de los hombres mortales al ver el engaño escarpado, sin remedio para los hombres. Pues de ella desciende la estirpe de las mujeres, gran calamidad que habita entre los hombres mortales, no compañeras de la funesta pobreza, sino de la hartura. Como cuando en las colmenas techadas las abejas alimentan a los zánganos, socios de malos trabajos —ellas todo el día, hasta la puesta del sol, se afanan cada jornada y fabrican los blancos panales, y ellos, quedándose dentro, en las colmenas cubiertas, recogen en su vientre el trabajo ajeno—, así también como un mal para los hombres mortales puso a las mujeres Zeus que truena en lo alto, socias de trabajos penosos; y les dio otro mal a cambio de un bien:

603

ὅς κε γάμον φεύγων καὶ μέρμερα ἔργα γυναικῶν μὴ γῆμαι ἐθέλῃ, ὀλοὸν δʼ ἐπὶ γῆρας ἵκοιτο χήτεϊ γηροκόμοιο· ὅ γʼ οὐ βιότου ἐπιδευὴς ζώει, ἀποφθιμένου δὲ διὰ κτῆσιν δατέονται χηρωσταί· ᾧ δʼ αὖτε γάμου μετὰ μοῖρα γένηται, κεδνὴν δʼ ἔσχεν ἄκοιτιν ἀρηρυῖαν πραπίδεσσι, τῷ δέ τʼ ἀπʼ αἰῶνος κακὸν ἐσθλῷ ἀντιφερίζει ἐμμενές· ὃς δέ κε τέτμῃ ἀταρτηροῖο γενέθλης, ζώει ἐνὶ στήθεσσιν ἔχων ἀλίαστον ἀνίην θυμῷ καὶ κραδίῃ, καὶ ἀνήκεστον κακόν ἐστιν. ὣς οὐκ ἔστι Διὸς κλέψαι νόον οὐδὲ παρελθεῖν. οὐδὲ γὰρ Ἰαπετιονίδης ἀκάκητα Προμηθεὺς τοῖό γʼ ὑπεξήλυξε βαρὺν χόλον, ἀλλʼ ὑπʼ ἀνάγκης καὶ πολύιδριν ἐόντα μέγας κατὰ δεσμὸς ἐρύκει.

quien, rehuyendo el matrimonio y las penosas obras de las mujeres, no quiere casarse, llega a la funesta vejez sin nadie que cuide su ancianidad; este no vive falto de sustento, pero al morir se reparten su hacienda los parientes lejanos. Y a aquel a quien le toque en suerte el matrimonio y tenga una esposa solícita, bien ajustada en su entendimiento, para este, desde el comienzo de la vida, el mal se equilibra con el bien de manera constante; pero quien dé con una estirpe perversa, vive con un pesar incesante en el pecho, en el ánimo y en el corazón, y es un mal sin remedio. Así no es posible engañar la mente de Zeus ni eludirla. Pues ni siquiera el Japetónida Prometeo, el bondadoso, escapó a su pesada cólera, sino que, bajo la necesidad, aunque muy sagaz, lo retiene una gran atadura.

617

Βριάρεῳ δʼ ὡς πρῶτα πατὴρ ὠδύσσατο θυμῷ Κόττῳ τʼ ἠδὲ Γύῃ, δῆσεν κρατερῷ ἐνὶ δεσμῷ ἠνορέην ὑπέροπλον ἀγώμενος ἠδὲ καὶ εἶδος καὶ μέγεθος· κατένασσε δʼ ὑπὸ χθονὸς εὐρυοδείης. ἔνθʼ οἵ γʼ ἄλγεʼ ἔχοντες ὑπὸ χθονὶ ναιετάοντες εἵατʼ ἐπʼ ἐσχατιῇ, μεγάλης ἐν πείρασι γαίης, δηθὰ μάλʼ ἀχνύμενοι, κραδίῃ μέγα πένθος ἔχοντες. ἀλλά σφεας Κρονίδης τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, οὓς τέκεν ἠύκομος Ῥείη Κρόνου ἐν φιλότητι, Γαίης φραδμοσύνῃσιν ἀνήγαγον ἐς φάος αὖτις·

Y a Briareo, a Coto y a Giges, en cuanto el padre [Urano] se irritó en su ánimo, los ató con una fuerte cadena, envidiando su desmedido vigor, y también su aspecto y su tamaño; y los hizo habitar bajo la tierra de anchos caminos. Allí ellos, sufriendo penas, habitando bajo la tierra, estaban sentados en el confín, en los límites de la gran tierra, muy largo tiempo afligidos, con gran pesar en el corazón. Pero el Cronida y los demás dioses inmortales, a quienes dio a luz Rea de hermosa cabellera en su unión con Crono, por los consejos de Gea los hicieron subir de nuevo a la luz;✦

627

αὐτὴ γάρ σφιν ἅπαντα διηνεκέως κατέλεξε σὺν κείνοις νίκην τε καὶ ἀγλαὸν εὖχος ἀρέσθαι. δηρὸν γὰρ μάρναντο πόνον θυμαλγέʼ ἔχοντες Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο, ἀντίον ἀλλήλοισι διὰ κρατερὰς ὑσμίνας, οἳ μὲν ἀφʼ ὑψηλῆς Ὄθρυος Τιτῆνες ἀγαυοί, οἳ δʼ ἄρʼ ἀπʼ Οὐλύμποιο θεοί, δωτῆρες ἐάων, οὓς τέκεν ἠύκομος Ῥείη Κρόνῳ εὐνηθεῖσα. οἵ ῥα τότʼ ἀλλήλοισι χόλον θυμαλγέʼ ἔχοντες συνεχέως ἐμάχοντο δέκα πλείους ἐνιαυτούς·

pues ella misma les había expuesto todo punto por punto: que con ellos conseguirían la victoria y una gloria espléndida. Pues llevaban largo tiempo combatiendo, con ánimo doliente en la fatiga, los dioses Titanes y cuantos nacieron de Crono, frente a frente, en recias batallas: unos, los nobles Titanes, desde la elevada Otris, otros, los dioses desde el Olimpo, dadores de bienes, a quienes dio a luz Rea de hermosa cabellera, acostada con Crono. Ellos, entonces, con rencor doliente en el ánimo unos contra otros, combatían sin descanso diez años enteros;✦

637

οὐδέ τις ἦν ἔριδος χαλεπῆς λύσις οὐδὲ τελευτὴ οὐδετέροις, ἶσον δὲ τέλος τέτατο πτολέμοιο. ἀλλʼ ὅτε δὴ κείνοισι παρέσχεθεν ἄρμενα πάντα, νέκταρ τʼ ἀμβροσίην τε, τά περ θεοὶ αὐτοὶ ἔδουσι, πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ. ὡς νέκταρ τʼ ἐπάσαντο καὶ ἀμβροσίην ἐρατεινήν, δὴ τότε τοῖς μετέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε· κέκλυτε μευ, Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ τέκνα, ὄφρʼ εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. ἤδη γὰρ μάλα δηρὸν ἐναντίοι ἀλλήλοισι νίκης καὶ κράτεος πέρι μαρνάμεθʼ ἤματα πάντα Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα.

y no había para la dura contienda solución ni término para ninguno de los dos, y el fin de la guerra se mantenía igual. Pero cuando a aquellos [tres] les proporcionaron todo lo conveniente, néctar y ambrosía, lo que comen los mismos dioses, en los pechos de todos creció el ánimo viril. Cuando probaron el néctar y la amable ambrosía, entonces entre ellos habló el padre de hombres y dioses: «Escúchenme, ilustres hijos de Gea y de Urano, para que diga lo que el ánimo en el pecho me ordena. Pues ya desde hace mucho, unos frente a otros, por la victoria y el poder combatimos todos los días los dioses Titanes y cuantos hemos nacido de Crono.

649

ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας ἀάπτους φαίνετε Τιτήνεσσιν ἐναντίοι ἐν δαῒ λυγρῇ μνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντες ἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦ ἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος.

Y ustedes muestren su gran fuerza y sus manos invencibles frente a los Titanes en la funesta contienda, acordándose de nuestra amistad benévola, y de cuántos sufrimientos pasaron para volver otra vez a la luz, desde la dolorosa cadena, por nuestros designios, desde la tiniebla brumosa.»

654

ὣς φάτο· τὸν δʼ ἐξαῦτις ἀμείβετο Κόττος ἀμύμων· Δαιμόνιʼ, οὐκ ἀδάητα πιφαύσκεαι· ἀλλὰ καὶ αὐτοὶ ἴδμεν, ὅ τοι περὶ μὲν πραπίδες, περὶ δʼ ἐστὶ νόημα, ἀλκτὴρ δʼ ἀθανάτοισιν ἀρῆς γένεο κρυεροῖο. σῇσι δʼ ἐπιφροσύνῃσιν ὑπὸ ζόφου ἠερόεντος ἄψορρον δʼ† ἐξαῦτις ἀμειλίκτων ὑπὸ δεσμῶν ἠλύθομεν, Κρόνου υἱὲ ἄναξ, ἀνάελπτα παθόντες. τῷ καὶ νῦν ἀτενεῖ τε νόῳ καὶ ἐπίφρονι βουλῇ ῥυσόμεθα κράτος ὑμὸν ἐν αἰνῇ δηϊοτῆτι μαρνάμενοι Τιτῆσιν ἀνὰ κρατερὰς ὑσμίνας.

Así habló; y a su vez le respondió el irreprochable Coto: «Admirable, no nos dices cosas ignoradas; también nosotros mismos sabemos que tu mente es superior y superior tu inteligencia, y que fuiste defensor de los inmortales contra una ruina helada. Por tus prudentes designios, desde la tiniebla brumosa, de nuevo† y otra vez, de las crueles cadenas sin piedad hemos regresado, soberano hijo de Crono, tras sufrir lo inesperado. Por eso también ahora, con mente firme y consejo prudente, defenderemos tu poder en la terrible lucha, combatiendo contra los Titanes en recias batallas.»✦

664

ὣς φάτʼ· ἐπῄνεσσαν δὲ θεοί, δωτῆρες ἐάων, μῦθον ἀκούσαντες· πολέμου δʼ ἐλιλαίετο θυμὸς μᾶλλον ἔτʼ ἢ τὸ πάροιθε· μάχην δʼ ἀμέγαρτον ἔγειραν πάντες, θήλειαι τε καὶ ἄρσενες, ἤματι κείνῳ, Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο, οὕς τε Ζεὺς Ἐρέβευσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε δεινοί τε κρατεροί τε, βίην ὑπέροπλον ἔχοντες. τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο πᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.

Así dijo; y los dioses, dadores de bienes, lo aprobaron al oír su palabra; y el ánimo les anhelaba la guerra aún más que antes; y suscitaron un combate terrible todos, hembras y varones, en aquel día, los dioses Titanes y cuantos nacieron de Crono, y los que Zeus envió a la luz desde el Érebo, bajo la tierra, terribles y poderosos, con una fuerza desmedida. De ellos cien brazos salían disparados desde los hombros, a todos por igual, y cincuenta cabezas a cada uno brotaban de los hombros sobre sus robustos miembros.

674

οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες. Τιτῆνες δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας προφρονέως, χειρῶν τε βίης θʼ ἅμα ἔργον ἔφαινον ἀμφότεροι· δεινὸν δὲ περίαχε πόντος ἀπείρων, γῆ δὲ μέγʼ ἐσμαράγησεν, ἐπέστενε δʼ οὐρανὸς εὐρὺς σειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἵκανε βαρεῖα Τάρταρον ἠερόεντα, ποδῶν τʼ αἰπεῖα ἰωὴ ἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων· ὣς ἄρʼ ἐπʼ ἀλλήλοις ἵεσαν βέλεα στονόεντα. φωνὴ δʼ ἀμφοτέρων ἵκετʼ οὐρανὸν ἀστερόεντα κεκλομένων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.

Estos se plantaron entonces frente a los Titanes en la funesta contienda, con elevadas rocas en sus robustas manos. Los Titanes, por su parte, reforzaron sus falanges con ardor, y unos y otros mostraron a un tiempo la obra de sus brazos y de su fuerza; terriblemente resonó el mar sin límites, y la tierra crujió con gran estruendo, gimió el ancho cielo sacudido, y desde sus cimientos se estremecía el largo Olimpo bajo el empuje de los inmortales, y un temblor pesado llegó hasta el Tártaro brumoso, y el agudo ruido de los pies en el asalto inmenso y de los poderosos golpes; así lanzaban unos contra otros sus dardos lastimeros. La voz de ambos bandos llegó al cielo estrellado mientras se gritaban; y chocaron con gran alarido.

687

οὐδʼ ἄρʼ ἔτι Ζεὺς ἴσχεν ἑὸν μένος, ἀλλά νυ τοῦ γε εἶθαρ μὲν μένεος πλῆντο φρένες, ἐκ δέ τε πᾶσαν φαῖνε βίην· ἄμυδις δʼ ἄρʼ ἀπʼ οὐρανοῦ ἠδʼ ἀπʼ Ὀλύμπου ἀστράπτων ἔστειχε συνωχαδόν· οἱ δὲ κεραυνοὶ ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο χειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντες ταρφέες· ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζε καιομένη, λάκε δʼ ἀμφὶ πυρὶ μεγάλʼ ἄσπετος ὕλη. ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθρα πόντος τʼ ἀτρύγετος· τοὺς δʼ ἄμφεπε θερμὸς ἀυτμὴ Τιτῆνας χθονίους, φλὸξ δʼ αἰθέρα δῖαν ἵκανεν ἄσπετος, ὄσσε δʼ ἄμερδε καὶ ἰφθίμων περ ἐόντων αὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε.

Y Zeus ya no contuvo su ímpetu, sino que enseguida sus entrañas se llenaron de furia, y mostró toda su fuerza; a un tiempo, desde el cielo y desde el Olimpo, avanzaba lanzando rayos sin cesar; y los rayos volaban cercanos, junto con el trueno y el relámpago, desde su robusta mano, envolviendo una llama sagrada, espesos; en derredor la tierra nutricia retumbaba ardiendo, y crepitaba en torno, por el fuego, el inmenso bosque. Hervía toda la tierra, y las corrientes de Océano y el mar estéril; a los Titanes de la tierra los envolvía el vaho ardiente, y una llama inmensa llegó al éter divino, y a los ojos, aun de los poderosos, los cegaba el resplandor fulgurante del rayo y del relámpago.

700

καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος· εἴσατο δʼ ἄντα ὀφθαλμοῖσιν ἰδεῖν ἠδʼ οὔασι ὄσσαν ἀκοῦσαι αὔτως, ὡς εἰ Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε πίλνατο· τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρει τῆς μὲν ἐρειπομένης, τοῦ δʼ ὑψόθεν ἐξεριπόντος· τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων. σὺν δʼ ἄνεμοι ἔνοσίν τε κονίην τʼ ἐσφαράγιζον βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν, κῆλα Διὸς μεγάλοιο, φέρον δʼ ἰαχήν τʼ ἐνοπήν τε ἐς μέσον ἀμφοτέρων· ὄτοβος δʼ ἄπλητος ὀρώρει σμερδαλέης ἔριδος, κάρτος δʼ ἀνεφαίνετο ἔργων.

Un calor prodigioso se apoderó del Caos; y parecía verse con los ojos y oírse con los oídos el estruendo, justo como si la Tierra y el ancho Cielo desde arriba se juntaran; pues un gran fragor semejante se levantaría al caer ella en ruinas y él derrumbarse desde lo alto: tan grande fue el fragor cuando los dioses chocaron en la contienda. Los vientos removían a una el temblor de tierra y el polvo, el trueno, el relámpago y el rayo ardiente, dardos del gran Zeus, y llevaban el griterío y el clamor al centro de ambos bandos; un estrépito inabordable se levantó de la espantosa contienda, y el vigor de sus obras se hizo patente.

711

ἐκλίνθη δὲ μάχη· πρὶν δʼ ἀλλήλοις ἐπέχοντες ἐμμενέως ἐμάχοντο διὰ κρατερὰς ὑσμίνας. οἳ δʼ ἄρʼ ἐνὶ πρώτοισι μάχην δριμεῖαν ἔγειραν Κόττος τε Βριάρεώς τε Γύης τʼ ἄατος πολέμοιο, οἵ ῥα τριηκοσίας πέτρας στιβαρῶν ἀπὸ χειρῶν πέμπον ἐπασσυτέρας, κατὰ δʼ ἐσκίασαν βελέεσσι Τιτῆνας, καὶ τοὺς μὲν ὑπὸ χθονὸς εὐρυοδείης πέμψαν καὶ δεσμοῖσιν ἐν ἀργαλέοισιν ἔδησαν χερσὶν νικήσαντες ὑπερθύμους περ ἐόντας, τόσσον ἔνερθʼ ὑπὸ γῆς, ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·

Se inclinó el combate; pero antes, atacándose unos a otros, luchaban sin cesar en recias batallas. Y entre los primeros suscitaron la lucha cruel Coto, Briareo y Giges, insaciable de guerra, que de sus robustas manos trescientas rocas lanzaban sin pausa, una tras otra, y con sus proyectiles cubrieron de sombra a los Titanes, y a estos bajo la tierra de anchos caminos los enviaron y con ásperas cadenas los ataron, vencedores con sus manos, aunque fueran de ánimo altivo, tan hondo bajo la tierra cuanto dista el cielo de la tierra;

721

τόσσον γάρ τʼ ἀπὸ γῆς ἐς Τάρταρον ἠερόεντα. ἐννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων οὐρανόθεν κατιὼν δεκάτῃ κʼ ἐς γαῖαν ἵκοιτο· ἐννέα δʼ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων ἐκ γαίης κατιὼν δεκάτῃ κʼ ἐς Τάρταρον ἵκοι. τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται· ἀμφὶ δέ μιν νὺξ τριστοιχεὶ κέχυται περὶ δειρήν· αὐτὰρ ὕπερθεν γῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης.

pues tanto hay desde la tierra hasta el Tártaro brumoso. Pues nueve noches y nueve días un yunque de bronce cayendo desde el cielo llegaría a la tierra al décimo; y de nuevo nueve noches y nueve días un yunque de bronce cayendo desde la tierra llegaría al Tártaro al décimo. Alrededor de él se ha tendido un cerco de bronce; en torno la noche se derrama en triple hilera alrededor de su cuello; y por encima han brotado las raíces de la tierra y del mar estéril.

729

ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταο χώρῳ ἐν εὐρώεντι, πελώρης ἔσχατα γαίης. τοῖς οὐκ ἐξιτόν ἐστι. θύρας δʼ ἐπέθηκε Ποσειδέων χαλκείας, τεῖχος δὲ περοίχεται ἀμφοτέρωθεν. ἔνθα Γύης Κόττος τε καὶ Ὀβριάρεως μεγάθυμος ναίουσιν, φύλακες πιστοὶ Διὸς αἰγιόχοιο. ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος πόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ, χάσμα μέγʼ, οὐδέ κε πάντα τελεσφόρον εἰς ἐνιαυτὸν οὖδας ἵκοιτʼ, εἰ πρῶτα πυλέων ἔντοσθε γένοιτο, ἀλλά κεν ἔνθα καὶ ἔνθα φέροι πρὸ θύελλα θυέλλῃ ἀργαλέη· δεινὸν δὲ καὶ ἀθανάτοισι θεοῖσι τοῦτο τέρας. Νυκτὸς δʼ ἐρεβεννῆς οἰκία δεινὰ ἕστηκεν νεφέλῃς κεκαλυμμένα κυανέῃσιν.

Allí los dioses Titanes, bajo la tiniebla brumosa, están ocultos por designios de Zeus que amontona las nubes, en un lugar mohoso, en los confines de la monstruosa tierra. Para ellos no hay salida. Poseidón les puso unas puertas de bronce, y un muro los rodea por ambos lados. Allí Giges, Coto y el magnánimo Obrieo habitan, guardianes fieles de Zeus portador de la égida. Allí de la tierra sombría y del Tártaro brumoso, del mar estéril y del cielo estrellado, uno tras otro, de todos están las fuentes y los confines, penosos, mohosos, que aun los dioses aborrecen, un gran abismo; ni en un año entero, hasta su término, llegaría uno al suelo, si primero se hallara dentro de las puertas, sino que acá y allá lo arrastraría tempestad tras tempestad penosa; terrible, aun para los dioses inmortales, es este prodigio. Y de la Noche tenebrosa las terribles moradas se alzan, cubiertas de nubes azul oscuro.✦

746

τῶν πρόσθʼ Ἰαπετοῖο πάις ἔχει οὐρανὸν εὐρὺν ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν ἀστεμφέως, ὅθι Νύξ τε καὶ Ἡμέρη ἆσσον ἰοῦσαι ἀλλήλας προσέειπον, ἀμειβόμεναι μέγαν οὐδὸν χάλκεον· ἣ μὲν ἔσω καταβήσεται, ἣ δὲ θύραζε ἔρχεται, οὐδέ ποτʼ ἀμφοτέρας δόμος ἐντὸς ἐέργει, ἀλλʼ αἰεὶ ἑτέρη γε δόμων ἔκτοσθεν ἐοῦσα γαῖαν ἐπιστρέφεται, ἣ δʼ αὖ δόμου ἐντὸς ἐοῦσα μίμνει τὴν αὐτῆς ὥρην ὁδοῦ, ἔστʼ ἂν ἵκηται, ἣ μὲν ἐπιχθονίοισι φάος πολυδερκὲς ἔχουσα, ἣ δʼ Ὕπνον μετὰ χερσί, κασίγνητον Θανάτοιο.

Delante de ellas el hijo de Jápeto sostiene el ancho cielo, firme, con la cabeza y con los brazos incansables, inmóvil, allí donde la Noche y el Día, acercándose, se saludan, cruzando el gran umbral de bronce: una entra descendiendo, la otra sale afuera, y nunca la casa encierra a ambas dentro, sino que siempre una, estando fuera de la casa, recorre la tierra, y la otra, estando dentro, espera la hora de su camino, hasta que llegue; una, con luz de amplia mirada para los que habitan la tierra, la otra, con el Sueño en las manos, hermano de la Muerte.✦

757

Νὺξ ὀλοή, νεφέλῃ κεκαλυμμένη ἠεροειδεῖ. ἔνθα δὲ Νυκτὸς παῖδες ἐρεμνῆς οἰκίʼ ἔχουσιν, Ὕπνος καὶ Θάνατος, δεινοὶ θεοί· οὐδέ ποτʼ αὐτοὺς Ἠέλιος φαέθων ἐπιδέρκεται ἀκτίνεσσιν οὐρανὸν εἲς ἀνιὼν οὐδʼ οὐρανόθεν καταβαίνων. τῶν δʼ ἕτερος γαῖάν τε καὶ εὐρέα νῶτα θαλάσσης ἥσυχος ἀνστρέφεται καὶ μείλιχος ἀνθρώποισι, τοῦ δὲ σιδηρέη μὲν κραδίη, χάλκεον δέ οἱ ἦτορ νηλεὲς ἐν στήθεσσιν· ἔχει δʼ ὃν πρῶτα λάβῃσιν ἀνθρώπων· ἐχθρὸς δὲ καὶ ἀθανάτοισι θεοῖσιν.

la Noche funesta, envuelta en nube neblinosa. Allí los hijos de la Noche tenebrosa tienen sus moradas, el Sueño y la Muerte, dioses terribles; jamás a ellos el Sol resplandeciente los mira con sus rayos ni cuando sube al cielo ni cuando baja del cielo. De ellos, uno recorre la tierra y el ancho lomo del mar tranquilo y suave con los hombres; del otro, en cambio, es de hierro el corazón, y de bronce el ánimo despiadado en su pecho; retiene a aquel de los hombres que primero atrapa; y es odioso incluso para los dioses inmortales.

767

ἔνθα θεοῦ χθονίου πρόσθεν δόμοι ἠχήεντες ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης ἑστᾶσιν, δεινὸς δὲ κύων προπάροιθε φυλάσσει νηλειής, τέχνην δὲ κακὴν ἔχει· ἐς μὲν ἰόντας σαίνει ὁμῶς οὐρῇ τε καὶ οὔασιν ἀμφοτέροισιν, ἐξελθεῖν δʼ οὐκ αὖτις ἐᾷ πάλιν, ἀλλὰ δοκεύων ἐσθίει, ὅν κε λάβῃσι πυλέων ἔκτοσθεν ἰόντα. ἔνθα δὲ ναιετάει στυγερὴ θεὸς ἀθανάτοισι, δεινὴ Στύξ, θυγάτηρ ἀψορρόου Ὠκεανοῖο πρεσβυτάτη· νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίει μακρῇσιν πέτρῃσι κατηρεφέʼ· ἀμφὶ δὲ πάντη κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται.

Allí, delante, las resonantes moradas del dios subterráneo, del poderoso Hades y de la temible Perséfone se alzan, y un perro terrible vigila delante, despiadado, y tiene una mala treta: a los que entran los halaga a todos por igual con la cola y con ambas orejas, pero no los deja salir de nuevo, sino que, acechando, devora a quien sorprende saliendo fuera de las puertas. Allí habita una diosa odiosa para los inmortales, la terrible Éstige, hija de Océano, el de corriente que retorna, la mayor; lejos de los dioses habita su ilustre morada, cubierta de largas rocas; y por todas partes está afirmada al cielo con columnas de plata.✦

780

παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις ἀγγελίην πωλεῖται ἐπʼ εὐρέα νῶτα θαλάσσης. ὁππότʼ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται καί ῥʼ ὅστις ψεύδηται Ὀλύμπια δώματʼ ἐχόντων, Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ ψυχρόν, ὅτʼ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο ὑψηλῆς· πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης ἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν Ὠκεανοῖο κέρας· δεκάτη δʼ ἐπὶ μοῖρα δέδασται·

Rara vez la hija de Taumante, Iris de pies veloces, va con un mensaje por el ancho lomo del mar. Cuando surge entre los inmortales discordia y querella, y alguno de los que habitan las moradas olímpicas miente, Zeus envía a Iris a traer el gran juramento de los dioses, desde lejos, en una jarra de oro, el agua de muchos nombres, fría, que se desliza desde una roca elevada y escarpada; mucho por debajo de la tierra de anchos caminos fluye, desde el río sagrado, a través de la noche negra, un brazo de Océano; y se ha repartido una décima parte:✦

790

ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης δίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει, ἣ δὲ μίʼ ἐκ πέτρης προρέει μέγα πῆμα θεοῖσιν. ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃ ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου, κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν· οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσον βρώσιος, ἀλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδος στρωτοῖς ἐν λεχέεσσι, κακὸν δέ ἑ κῶμα καλύπτει. αὐτὰρ ἐπεὶ νοῦσον τελέσῃ μέγαν εἰς ἐνιαυτόν, ἄλλος γʼ ἐξ ἄλλου δέχεται χαλεπώτερος ἄεθλος.

nueve, en torno a la tierra y al ancho lomo del mar, arremolinado en plateadas espirales, cae en la mar salada, pero una mana desde la roca, gran daño para los dioses. Quien de los inmortales que tienen la cima del nevado Olimpo, haciendo libación de ella, jure en falso, yace sin aliento durante un año completo; y nunca se acerca al alimento de ambrosía y néctar, sino que yace sin respiro y sin voz en lecho tendido, y un mal letargo lo cubre. Y cuando ha cumplido su gran enfermedad al cabo de un año, de una prueba lo recibe otra más dura.

801

εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων, οὐδέ ποτʼ ἐς βουλὴν ἐπιμίσγεται οὐδʼ ἐπὶ δαῖτας ἐννέα πάντα ἔτεα· δεκάτῳ δʼ ἐπιμίσγεται αὖτις εἴρας ἐς ἀθανάτων, οἳ Ὀλύμπια δώματʼ ἔχουσιν. τοῖον ἄρʼ ὅρκον ἔθεντο θεοὶ Στυγὸς ἄφθιτον ὕδωρ ὠγύγιον, τὸ δʼ ἵησι καταστυφέλου διὰ χώρου.

Durante nueve años queda privado de los dioses que viven siempre, y nunca se mezcla con ellos en el consejo ni en los banquetes durante nueve años enteros; al décimo se mezcla de nuevo con las filas de los inmortales que habitan las moradas olímpicas. Tal juramento establecieron los dioses con el agua imperecedera de Éstige, antiquísima, que ella lanza por un lugar abrupto.

807

ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος πόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ. ἔνθα δὲ μαρμάρεαί τε πύλαι καὶ χάλκεος οὐδὸς ἀστεμφής, ῥίζῃσι διηνεκέεσσιν ἀρηρώς, αὐτοφυής· πρόσθεν δὲ θεῶν ἔκτοσθεν ἁπάντων Τιτῆνες ναίουσι, πέρην Χάεος ζοφεροῖο. αὐτὰρ ἐρισμαράγοιο Διὸς κλειτοὶ ἐπίκουροι δώματα ναιετάουσιν ἐπʼ Ὠκεανοῖο θεμέθλοις, Κόττος τʼ ἠδὲ Γύης· Βριάρεών γε μὲν ἠὺν ἐόντα γαμβρὸν ἑὸν ποίησε βαρύκτυπος Ἐννοσίγαιος, δῶκε δὲ Κυμοπόλειαν ὀπυίειν, θυγατέρα ἥν.

Allí de la tierra sombría y del Tártaro brumoso, del mar estéril y del cielo estrellado, uno tras otro, de todos están las fuentes y los confines, penosos, mohosos, que aun los dioses aborrecen. Allí hay unas puertas resplandecientes y un umbral de bronce, inamovible, ajustado con raíces continuas, nacido de sí mismo; y delante, lejos de todos los dioses, habitan los Titanes, más allá del Caos tenebroso. Pero los ilustres auxiliares de Zeus, el de gran estruendo, habitan moradas sobre los cimientos de Océano, Coto y Giges; a Briareo, en cambio, por ser valiente, lo hizo yerno suyo el que retumba grave, el que sacude la tierra, y le dio por esposa a Cimopolea, su propia hija.✦

820

αὐτὰρ ἐπεὶ Τιτῆνας ἀπʼ οὐρανοῦ ἐξέλασεν Ζεύς, ὁπλότατον τέκε παῖδα Τυφωέα Γαῖα πελώρη Ταρτάρου ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην· οὗ χεῖρες μὲν ἔασιν ἐπʼ ἰσχύι, ἔργματʼ ἔχουσαι, καὶ πόδες ἀκάματοι κρατεροῦ θεοῦ· ἐκ δέ οἱ ὤμων ἣν ἑκατὸν κεφαλαὶ ὄφιος, δεινοῖο δράκοντος, γλώσσῃσιν δνοφερῇσι λελιχμότες, ἐκ δέ οἱ ὄσσων θεσπεσίῃς κεφαλῇσιν ὑπʼ ὀφρύσι πῦρ ἀμάρυσσεν· πασέων δʼ ἐκ κεφαλέων πῦρ καίετο δερκομένοιο· φωναὶ δʼ ἐν πάσῃσιν ἔσαν δεινῇς κεφαλῇσι παντοίην ὄπʼ ἰεῖσαι ἀθέσφατον· ἄλλοτε μὲν γὰρ φθέγγονθʼ ὥστε θεοῖσι συνιέμεν, ἄλλοτε δʼ αὖτε ταύρου ἐριβρύχεω, μένος ἀσχέτου, ὄσσαν ἀγαύρου, ἄλλοτε δʼ αὖτε λέοντος ἀναιδέα θυμὸν ἔχοντος, ἄλλοτε δʼ αὖ σκυλάκεσσιν ἐοικότα, θαύματʼ ἀκοῦσαι, ἄλλοτε δʼ αὖ ῥοίζεσχʼ, ὑπὸ δʼ ἤχεεν οὔρεα μακρά.

Pero cuando Zeus expulsó del cielo a los Titanes, la enorme Gea dio a luz a su hijo menor, Tifeo, en el amor del Tártaro, por obra de la áurea Afrodita; cuyas manos son fuertes y capaces de obrar, y los pies del dios poderoso, infatigables; y de sus hombros brotaban cien cabezas de serpiente, de terrible dragón, que lamían con lenguas oscuras; y de los ojos en las cabezas prodigiosas, bajo las cejas, centelleaba el fuego; de todas sus cabezas ardía el fuego cuando miraba. Había voces en todas aquellas cabezas terribles, que lanzaban sonidos de toda clase, indecibles: unas veces hablaban de modo que los dioses entendían, otras veces como un toro de potente bramido, de fuerza indomable, de voz soberbia, otras veces como un león de ánimo despiadado, otras veces semejantes a cachorros, maravilla de oír, y otras silbaba, y bajo él resonaban las altas montañas.✦

836

καί νύ κεν ἔπλετο ἔργον ἀμήχανον ἤματι κείνῳ καί κεν ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ἄναξεν, εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε. σκληρὸν δʼ ἐβρόντησε καὶ ὄβριμον, ἀμφὶ δὲ γαῖα σμερδαλέον κονάβησε καὶ οὐρανὸς εὐρὺς ὕπερθε πόντος τʼ Ὠκεανοῦ τε ῥοαὶ καὶ Τάρταρα γαίης. ποσσὶ δʼ ὕπʼ ἀθανάτοισι μέγας πελεμίζετʼ Ὄλυμπος ὀρνυμένοιο ἄνακτος· ἐπεστενάχιζε δὲ γαῖα. καῦμα δʼ ὑπʼ ἀμφοτέρων κάτεχεν ἰοειδέα πόντον βροντῆς τε στεροπῆς τε, πυρός τʼ ἀπὸ τοῖο πελώρου, πρηστήρων ἀνέμων τε κεραυνοῦ τε φλεγέθοντος.

Y aquel día habría ocurrido un hecho sin remedio, y él habría reinado sobre mortales e inmortales, si no lo hubiera advertido enseguida el padre de hombres y dioses. Tronó duro y potente, y en torno la tierra resonó espantosamente, y el ancho cielo arriba, y el mar, las corrientes de Océano y el Tártaro de la tierra. Bajo los pies inmortales del soberano que se alzaba se sacudía el gran Olimpo; y gemía la tierra. Un calor por ambos sofocaba el mar color de violeta, por el trueno y el relámpago, y por el fuego de aquel monstruo, por los vientos ardientes y por el rayo llameante.

847

ἔζεε δὲ χθὼν πᾶσα καὶ οὐρανὸς ἠδὲ θάλασσα· θυῖε δʼ ἄρʼ ἀμφʼ ἀκτὰς περί τʼ ἀμφί τε κύματα μακρὰ ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἄσβεστος ὀρώρει· τρέε δʼ Ἀίδης, ἐνέροισι καταφθιμένοισιν ἀνάσσων, Τιτῆνές θʼ ὑποταρτάριοι, Κρόνον ἀμφὶς ἐόντες, ἀσβέστου κελάδοιο καὶ αἰνῆς δηιοτῆτος.

Hervían toda la tierra, el cielo y el mar; rugía en torno a las costas y alrededor las largas olas por el embate de los inmortales, y un temblor incesante se levantaba. Temblaba Hades, que reina sobre los muertos consumidos, y los Titanes bajo el Tártaro, en torno a Crono, por el estruendo incesante y el espantoso combate.

853

Ζεὺς δʼ ἐπεὶ οὖν κόρθυνεν ἑὸν μένος, εἵλετο δʼ ὅπλα, βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν, πλῆξεν ἀπʼ Οὐλύμποιο ἐπάλμενος· ἀμφὶ δὲ πάσας ἔπρεσε θεσπεσίας κεφαλὰς δεινοῖο πελώρου. αὐτὰρ ἐπεὶ δή μιν δάμασεν πληγῇσιν ἱμάσσας, ἤριπε γυιωθείς, στενάχιζε δὲ γαῖα πελώρη. φλὸξ δὲ κεραυνωθέντος ἀπέσσυτο τοῖο ἄνακτος οὔρεος ἐν βήσσῃσιν ἀιδνῇς παιπαλοέσσῃς, πληγέντος. πολλὴ δὲ πελώρη καίετο γαῖα ἀτμῇ θεσπεσίῃ καὶ ἐτήκετο κασσίτερος ὣς τέχνῃ ὕπʼ αἰζηῶν ἐν ἐυτρήτοις χοάνοισι θαλφθείς, ἠὲ σίδηρος, ὅ περ κρατερώτατός ἐστιν.

Pero Zeus, cuando hubo acrecentado su fuerza, tomó las armas, el trueno, el relámpago y el rayo ardiente, y saltando desde el Olimpo lo golpeó; y en derredor quemó todas las cabezas prodigiosas del terrible monstruo. Y cuando lo hubo domado fustigándolo a golpes, cayó lisiado, y gimió la enorme tierra. Una llama se lanzó desde el señor fulminado en los oscuros barrancos escarpados de la montaña, al ser golpeado. Gran parte de la enorme tierra ardía con un vapor prodigioso y se derretía como el estaño que, por el arte de los jóvenes, en crisoles bien perforados calentado, o como el hierro, que es lo más duro,

865

οὔρεος ἐν βήσσῃσι δαμαζόμενος πυρὶ κηλέῳ τήκεται ἐν χθονὶ δίῃ ὑφʼ Ἡφαιστου παλάμῃσιν. ὣς ἄρα τήκετο γαῖα σέλαι πυρὸς αἰθομένοιο. ῥῖψε δέ μιν θυμῷ ἀκαχὼν ἐς Τάρταρον εὐρύν. ἐκ δὲ Τυφωέος ἔστʼ ἀνέμων μένος ὑγρὸν ἀέντων, νόσφι Νότου Βορέω τε καὶ ἀργέστεω Ζεφύροιο· οἵ γε μὲν ἐκ θεόφιν γενεή, θνητοῖς μέγʼ ὄνειαρ· οἱ δʼ ἄλλοι μαψαῦραι ἐπιπνείουσι θάλασσαν· αἳ δή τοι πίπτουσαι ἐς ἠεροειδέα πόντον, πῆμα μέγα θνητοῖσι, κακῇ θυίουσιν ἀέλλῃ·

en los barrancos de la montaña, domado por el fuego abrasador, se derrite en la tierra divina bajo las manos de Hefesto. Así se derretía la tierra en el resplandor del fuego ardiente. Y él, afligido en su ánimo, lo arrojó al ancho Tártaro. De Tifeo vienen la fuerza de los vientos de soplo húmedo, salvo Noto, Bóreas y Céfiro de claro brillo; estos son de linaje divino, gran provecho para los mortales; los demás soplan en vano sobre el mar; y estos, cayendo sobre el mar brumoso, gran daño para los mortales, rugen con mala tempestad;✦

875

ἄλλοτε δʼ ἄλλαι ἄεισι διασκιδνᾶσί τε νῆας ναύτας τε φθείρουσι· κακοῦ δʼ οὐ γίγνεται ἀλκὴ ἀνδράσιν, οἳ κείνῃσι συνάντωνται κατὰ πόντον· αἳ δʼ αὖ καὶ κατὰ γαῖαν ἀπείριτον ἀνθεμόεσσαν ἔργʼ ἐρατὰ φθείρουσι χαμαιγενέων ἀνθρώπων πιμπλεῖσαι κόνιός τε καὶ ἀργαλέου κολοσυρτοῦ. αὐτὰρ ἐπεί ῥα πόνον μάκαρες θεοὶ ἐξετέλεσσαν, Τιτήνεσσι δὲ τιμάων κρίναντο βίηφι, δή ῥα τότʼ ὤτρυνον βασιλευέμεν ἠδὲ ἀνάσσειν Γαίης φραδμοσύνῃσιν Ὀλύμπιον εὐρύοπα Ζῆν ἀθανάτων· ὃ δὲ τοῖσιν ἑὰς διεδάσσατο τιμάς.

unos soplan en una dirección, otros en otra, y dispersan las naves y destruyen a los marineros; y no hay defensa contra el mal para los hombres que se topan con ellos en el mar. Otros, por la tierra infinita y florida, arruinan las amables labores de los hombres nacidos de la tierra, llenándolas de polvo y de penoso tumulto. Pero cuando los dichosos dioses hubieron cumplido su fatiga y decidieron por la fuerza con los Titanes el reparto de honores, entonces instaron a reinar y a gobernar, por consejo de Gea, al olímpico Zeus de ancha voz, a él entre los inmortales; y este repartió entre ellos sus honores.

886

Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο Μῆτιν πλεῖστα θεῶν εἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων. ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε θεὰν γλαυκῶπιν Ἀθήνην τέξεσθαι, τότʼ ἔπειτα δόλῳ φρένας ἐξαπατήσας αἱμυλίοισι λόγοισιν ἑὴν ἐσκάτθετο νηδὺν Γαίης φραδμοσύνῃσι καὶ Οὐρανοῦ ἀστερόεντος. τὼς γάρ οἱ φρασάτην, ἵνα μὴ βασιληίδα τιμὴν ἄλλος ἔχοι Διὸς ἀντὶ θεῶν αἰειγενετάων. ἐκ γὰρ τῆς εἵμαρτο περίφρονα τέκνα γενέσθαι· πρώτην μὲν κούρην γλαυκώπιδα Τριτογένειαν ἶσον ἔχουσαν πατρὶ μένος καὶ ἐπίφρονα βουλήν. αὐτὰρ ἔπειτʼ ἄρα παῖδα θεῶν βασιλῆα καὶ ἀνδρῶν ἤμελλεν τέξεσθαι, ὑπέρβιον ἦτορ ἔχοντα· ἀλλʼ ἄρα μιν Ζεὺς πρόσθεν ἑὴν ἐσκάτθετο νηδύν, ὡς δή οἱ φράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε.

Zeus, rey de los dioses, tomó como primera esposa a Metis, la que más sabe entre los dioses y los hombres mortales. Pero cuando estaba a punto de dar a luz a la diosa de ojos glaucos, Atenea, entonces, engañándole el entendimiento con astucia y con palabras zalameras, la metió en su propio vientre, por consejo de Gea y de Urano estrellado. Pues así se lo aconsejaron, para que ningún otro de los dioses sempiternos tuviera en lugar de Zeus la dignidad real. Porque de ella estaba destinado que nacieran hijos sensatos: primero la doncella de ojos glaucos, Tritogenia, que tiene la misma fuerza que su padre y su prudente consejo; y luego iba a dar a luz a un hijo, rey de dioses y hombres, que tendría un corazón desmesuradamente violento; pero Zeus la metió antes en su vientre, para que la diosa le aconsejara lo bueno y lo malo.✦

901

δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας, Εὐνομίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν, αἳ ἔργʼ ὠρεύουσι καταθνητοῖσι βροτοῖσι, Μοίρας θʼ, ᾗ πλείστην τιμὴν πόρε μητίετα Ζεύς, Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε διδοῦσι θνητοῖς ἀνθρώποισιν ἔχειν ἀγαθόν τε κακόν τε. τρεῖς δέ οἱ Εὐρυνομη Χάριτας τέκε καλλιπαρῄους, Ὠκεανοῦ κούρη, πολυήρατον εἶδος ἔχουσα, Ἀγλαΐην τε καὶ Εὐφροσύνην Θαλίην τʼ ἐρατεινήν· τῶν καὶ ἀπὸ βλεφάρων ἔρος εἴβετο δερκομενάων λυσιμελής· καλὸν δέ θʼ ὑπʼ ὀφρύσι δερκιόωνται.

En segundo lugar se llevó a la radiante Temis, que dio a luz a las Horas, Buen Orden, Justicia y la floreciente Paz, que vigilan los trabajos de los hombres mortales, y a las Moiras, a quienes el prudente Zeus concedió el mayor honor, Cloto, Láquesis y Átropos, que dan a los hombres mortales el tener el bien y el mal. Y Eurínome le dio tres Gracias de hermosas mejillas, hija de Océano, de aspecto muy amable: Aglaya, Eufrosine y la encantadora Talía; de cuyos párpados, cuando miraban, goteaba el deseo que afloja los miembros; y bellamente miran bajo las cejas.✦

912

αὐτὰρ ὁ Δήμητρος πολυφόρβης ἐς λέχος ἦλθεν, ἣ τέκε Περσεφόνην λευκώλενον, ἣν Ἀιδωνεὺς ἥρπασε ἧς παρὰ μητρός· ἔδωκε δὲ μητίετα Ζεύς. Μνημοσύνης δʼ ἐξαῦτις ἐράσσατο καλλικόμοιο, ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Λητὼ δʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν, ἱμερόεντα γόνον περὶ πάντων Οὐρανιώνων, γείνατʼ ἄρʼ αἰγιόχοιο Διὸς φιλότητι μιγεῖσα. λοισθοτάτην δʼ Ἥρην θαλερὴν ποιήσατʼ ἄκοιτιν·

Luego él subió al lecho de Deméter, la que da mucho alimento, que dio a luz a Perséfone de blancos brazos, a quien Aidoneo arrebató de junto a su madre; y se la concedió el prudente Zeus. De nuevo se enamoró de Mnemósine, de hermosos cabellos, de quien le nacieron las Musas de áureas diademas, nueve, a quienes agradan los banquetes y el deleite del canto. Leto dio a luz a Apolo y a Ártemis flechadora, descendencia deseable entre todos los Uránidas, unida en amor a Zeus que lleva la égida. Por último hizo a Hera su floreciente esposa;✦

922

ἣ δʼ Ἥβην καὶ Ἄρηα καὶ Εἰλείθυιαν ἔτικτε μιχθεῖσʼ ἐν φιλότητι θεῶν βασιλῆι καὶ ἀνδρῶν. αὐτὸς δʼ ἐκ κεφαλῆς γλαυκώπιδα Τριτογένειαν δεινὴν ἐγρεκύδοιμον ἀγέστρατον Ἀτρυτώνην πότνιαν, ᾗ κέλαδοί τε ἅδον πόλεμοί τε μάχαι τε, Ἥρη δʼ Ἥφαιστον κλυτὸν οὐ φιλότητι μιγεῖσα γείνατο, καὶ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ, ἐκ πάντων τέχνῃσι κεκασμένον Οὐρανιώνων. Ἥρη δὲ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ. ἐκ ταύτης δʼ ἔριδος ἣ μὲν τέκε φαίδιμον υἱὸν Ἥφαιστον, φιλότητος ἄτερ Διὸς αἰγιόχοιο, ἐκ πάντων παλάμῃσι κεκασμένον Οὐρανιώνων·

y ella dio a luz a Hebe, a Ares y a Ilitía, unida en amor al rey de dioses y hombres. Y él mismo, desde su cabeza, a la de ojos glaucos, Tritogenia, terrible, suscitadora de tumulto, caudillo de ejércitos, la Infatigable, soberana, a quien agradan los clamores, las guerras y los combates. Y Hera, sin unirse en amor, engendró al ilustre Hefesto, y se irritó y riñó con su esposo, el más distinguido en artes de todos los Uránidas. Hera se irritó y riñó con su esposo. Y de esta disputa ella dio a luz a su hijo glorioso Hefesto, sin el amor de Zeus que lleva la égida, el más distinguido en destreza de todos los Uránidas;✦

929e

αὐτὰρ ὅ γʼ Ὠκεανοῦ καὶ Τηθύος ἠυκόμοιο κούρῃ νόσφʼ Ἥρης παρελέξατο καλλιπαρήῳ, ἐξαπαφὼν Μῆτιν καίπερ πολυδήνεʼ ἐοῦσαν. συμμάρψας δʼ ὅ γε χερσὶν ἑὴν ἐγκάτθετο νηδὺν δείσας, μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ. τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων κάππιεν ἐξαπίνης· ἣ δʼ αὐτίκα Παλλάδʼ Ἀθήνην κύσατο· τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε πὰρ κορυφὴν Τρίτωνος ἐπʼ ὄχθῃσιν ποταμοῖο. Μῆτις δʼ αὖτε Ζηνὸς ὑπὸ σπλάγχνοις λελαθυῖα ἧστο, Ἀθηναίης μήτηρ, τέκταινα δικαίων πλεῖστα θεῶν τε ἰδυῖα καταθνητῶν τʼ ἀνθρώπων, ἔνθα θεὰ παρέδεκτο ὅθεν παλάμαις περὶ πάντων ἀθανάτων ἐκέκασθʼ οἳ Ὀλύμπια δώματʼ ἔχουσιν, σὺν τῇ ἐγείνατό μιν πολεμήια τεύχεʼ ἔχουσαν.

pero él se acostó con la hija de Océano y de Tetis de hermosa cabellera, aparte de Hera la de hermosas mejillas, engañando a Metis aunque era muy astuta. Y agarrándola con las manos la metió en su vientre, temeroso de que diera a luz algo más fuerte que el rayo. Por eso el Cronida, de elevado trono, que habita en el éter, se la tragó de repente; y ella al punto concibió a Palas Atenea; la dio a luz el padre de hombres y dioses en la cima, a orillas del río Tritón. Y Metis, oculta bajo las entrañas de Zeus, permanecía sentada, madre de Atenea, artífice de lo justo, la que más sabe entre los dioses y los hombres mortales, allí donde la diosa recibió aquello por lo cual descollaba en destrezas sobre todos los inmortales que tienen moradas olímpicas, con la cual la engendró, portadora de armas de guerra.✦

930

Ἐκ δʼ Ἀμφιτρίτης καὶ ἐρικτύπου Ἐννοσιγαίου Τρίτων εὐρυβίης γένετο μέγας, ὅστε θαλάσσης πυθμένʼ ἔχων παρὰ μητρὶ φίλῃ καὶ πατρὶ ἄνακτι ναίει χρύσεα δῶ, δεινὸς θεός. αὐτὰρ Ἄρηι ῥινοτόρῳ Κυθέρεια Φόβον καὶ Δεῖμον ἔτικτε δεινούς, οἵτʼ ἀνδρῶν πυκινὰς κλονέουσι φάλαγγας ἐν πολέμῳ κρυόεντι σὺν Ἄρηι πτολιπόρθῳ, Ἁρμονίην θʼ, ἣν Κάδμος ὑπέρθυμος θέτʼ ἄκοιτιν.

De Anfitrite y del Sacudidor de la tierra de gran estruendo nació el gran Tritón, de amplia fuerza, que, dueño del fondo del mar junto a su madre querida y a su padre soberano, habita palacios de oro, dios terrible. Y a Ares, que rompe escudos, Citerea le dio a luz a Fobo y a Deimo, terribles, que desbaratan las densas falanges de hombres en la guerra helada junto a Ares destructor de ciudades, y a Harmonía, a quien el magnánimo Cadmo tomó por esposa.✦

938

Ζηνὶ δʼ ἄρʼ Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν, κήρυκʼ ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα. Καδμείη δʼ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱὸν μιχθεῖσʼ ἐν φιλότητι, Διώνυσον πολυγηθέα, ἀθάνατον θνητή· νῦν δʼ ἀμφότεροι θεοί εἰσιν. Ἀλκμήνη δʼ ἄρʼ ἔτικτε βίην Ἡρακληείην μιχθεῖσʼ ἐν φιλότητι Διὸς νεφεληγερέταο. ἀγλαΐην δʼ Ἥφαιστος, ἀγακλυτὸς ἀμφιγυήεις, ὁπλοτάτην Χαρίτων θαλερὴν ποιήσατʼ ἄκοιτιν. χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην, κούρην Μίνωος, θαλερὴν ποιήσατʼ ἄκοιτιν.

A Zeus la Atlántide Maya le dio a luz al glorioso Hermes, heraldo de los inmortales, tras subir a su sagrado lecho. Y Sémele, hija de Cadmo, le dio un hijo glorioso, unida en amor, Dioniso de muchas alegrías, él inmortal, ella mortal; y ahora ambos son dioses. Y Alcmena dio a luz a la fuerza de Heracles, unida en amor a Zeus que amontona las nubes. Y Aglaya, Hefesto, el muy ilustre cojo de ambos pies, hizo a la más joven de las Gracias su floreciente esposa. Y Dioniso de cabellos de oro a la rubia Ariadna, hija de Minos, la hizo su floreciente esposa.✦

949

τὴν δέ οἱ ἀθάνατον καὶ ἀγήρω θῆκε Κρονίων. ἥβην δʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός, ἲς Ἡρακλῆος, τελέσας στονόεντας ἀέθλους, παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου, αἰδοίην θέτʼ ἄκοιτιν ἐν Οὐλύμπῳ νιφόεντι, ὄλβιος, ὃς μέγα ἔργον ἐν ἀθανάτοισιν ἀνύσσας ναίει ἀπήμαντος καὶ ἀγήραος ἤματα πάντα. ἠελίῳ δʼ ἀκάμαντι τέκεν κλυτὸς Ὠκεανίνη Περσηὶς Κίρκην τε καὶ Αἰήτην βασιλῆα. Αἰήτης δʼ υἱὸς φαεσιμβρότου Ἠελίοιο κούρην Ὠκεανοῖο τελήεντος ποταμοῖο γῆμε θεῶν βουλῇσιν Ἰδυῖαν καλλιπάρῃον. ἣ δέ οἱ Μήδειαν ἐύσφυρον ἐν φιλότητι γείναθʼ ὑποδμηθεῖσα διὰ χρυσέην Ἀφροδίτην.

A ella la hizo inmortal y libre de vejez para él el Cronida. Y a Hebe, el valeroso hijo de Alcmena de hermosos tobillos, la fuerza de Heracles, tras cumplir sus dolorosas pruebas, a la hija del gran Zeus y de Hera de sandalias de oro, la tomó por venerable esposa en el Olimpo nevado, dichoso, que, tras llevar a cabo una gran obra entre los inmortales, vive sin daño y sin vejez todos los días. Y al infatigable Helios la ilustre Oceánide Perseide le dio a Circe y al rey Eetes. Y Eetes, hijo de Helios que da luz a los mortales, tomó por esposa, por designio de los dioses, a la hija de Océano, el río perfecto, a Idía de hermosas mejillas. Ella le dio a Medea de hermosos tobillos, en amor, sometida por obra de la áurea Afrodita.✦

963

ὑμεῖς μὲν νῦν χαίρετʼ, Ὀλύμπια δώματʼ ἔχοντες, νῆσοί τʼ ἤπειροί τε καὶ ἁλμυρὸς ἔνδοθι πόντος. νῦν δὲ θεάων φῦλον ἀείσατε, ἡδυέπειαι Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο, ὅσσαι δὴ θνητοῖσι παρʼ ἀνδράσιν εὐνηθεῖσαι ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα. Δημήτηρ μὲν Πλοῦτον ἐγείνατο, δῖα θεάων, Ἰασίωνʼ ἥρωι μιγεῖσʼ ἐρατῇ φιλότητι νειῷ ἔνι τριπόλῳ, Κρήτης ἐν πίονι δήμῳ, ἐσθλόν, ὃς εἶσʼ ἐπὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης πάντη· τῷ δὲ τυχόντι καὶ οὗ κʼ ἐς χεῖρας ἵκηται, τὸν δʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ οἱ ὤπασεν ὄλβον.

Salud ahora ustedes, que tienen moradas olímpicas, islas, continentes y el salado mar que hay dentro. Ahora canten la estirpe de las diosas, ustedes, Musas olímpicas de dulce palabra, hijas de Zeus que lleva la égida, cuantas, acostadas junto a hombres mortales, inmortales dieron a luz hijos semejantes a los dioses. Deméter dio a luz a Pluto, divina entre las diosas, unida al héroe Yasión en amoroso lecho, en un barbecho arado tres veces, en el fértil pueblo de Creta, bueno, que va por toda la tierra y por los anchos lomos del mar; a quien lo encuentra y a cuyas manos llega, lo hizo rico y le otorgó mucha dicha.✦

975

Κάδμῳ δʼ Ἁρμονίη, θυγάτηρ χρυσέης Ἀφροδιτης, Ἰνὼ καὶ Σεμέλην καὶ Ἀγαυὴν καλλιπάρῃον Αὐτονόην θʼ, ἣν γῆμεν Ἀρισταῖος βαθυχαίτης, γείνατο καὶ Πολύδωρον ἐυστεφάνῳ ἐνὶ Θήβῃ. κούρη δʼ Ὠκεανοῦ, Χρυσάορι καρτεροθύμῳ μιχθεῖσʼ ἐν φιλότητι πολυχρύσου Ἀφροδίτης, Καλλιρόη τέκε παῖδα βροτῶν κάρτιστον ἁπάντων, Γηρυονέα, τὸν κτεῖνε βίη Ἡρακληείη βοῶν ἕνεκʼ εἰλιπόδων ἀμφιρρύτῳ εἰν Ἐρυθείῃ. Τιθωνῷ δʼ Ἠὼς τέκε Μέμνονα χαλκοκορυστήν, Αἰθιόπων βασιλῆα, καὶ Ἠμαθίωνα ἄνακτα.

A Cadmo, Harmonía, hija de la áurea Afrodita, le dio a luz a Ino, a Sémele y a Agave de hermosas mejillas, y a Autónoe, con quien se casó Aristeo de largas cabelleras, y a Polidoro, en Tebas de hermosas coronas. Y la hija de Océano, unida en el amor de Afrodita de mucho oro a Crisaor de ánimo fuerte, Calírroe dio a luz al más fuerte de todos los mortales, Gerión, a quien mató la fuerza de Heracles por causa de los bueyes de andar torcido, en Eritea rodeada por el mar. Y a Titono, Eos le dio a luz a Memnón de armadura de bronce, rey de los etíopes, y al señor Ematión.✦

986

αὐτὰρ ὑπαὶ Κεφάλῳ φιτύσατο φαίδιμον υἱόν, ἴφθιμον Φαέθοντα, θεοῖς ἐπιείκελον ἄνδρα. τόν ῥα νέον τέρεν ἄνθος ἔχοντʼ ἐρικυδέος ἥβης παῖδʼ ἀταλὰ φρονέοντα φιλομμειδὴς Ἀφροδίτη ὦρτʼ ἀναρεψαμένη, καί μιν ζαθέοις ἐνὶ νηοῖς νηοπόλον νύχιον ποιήσατο, δαίμονα δῖον. κούρην δʼ Αἰήταο διοτρεφέος βασιλῆος Αἰσονίδης βουλῇσι θεῶν αἰειγενετάων ἦγε παρʼ Αἰήτεω, τελέσας στονόεντας ἀέθλους, τοὺς πολλοὺς ἐπέτελλε μέγας βασιλεὺς ὑπερήνωρ, ὑβριστὴς Πελίης καὶ ἀτάσθαλος, ὀβριμοεργός.

Y a Céfalo le engendró un hijo glorioso, el vigoroso Faetonte, hombre semejante a los dioses. A este, cuando era joven, con la tierna flor de la gloriosa juventud, niño de pensamientos juguetones, la sonriente Afrodita lo raptó, arrebatándolo, y lo hizo en sus santísimos templos guardián nocturno del templo, ser divino. Y a la hija del rey Eetes, criado por Zeus, el Esónida, por designio de los dioses sempiternos, se la llevó de junto a Eetes, cumplidas las dolorosas pruebas que le impuso en gran número el gran rey soberbio, Pelias, el desmesurado, insolente, de obras violentas.✦

997

τοὺς τελέσας Ἰαωλκὸν ἀφίκετο, πολλὰ μογήσας, ὠκείης ἐπὶ νηὸς ἄγων ἑλικώπιδα κούρην Αἰσονίδης, καί μιν θαλερὴν ποιήσατʼ ἄκοιτιν. καί ῥʼ ἥ γε δμηθεῖσʼ ὑπʼ Ἰήσονι, ποιμένι λαῶν, Μήδειον τέκε παῖδα, τὸν οὔρεσιν ἔτρεφε Χείρων Φιλυρίδης· μεγάλου δὲ Διὸς νόος ἐξετελεῖτο.

Cumplidas las cuales, llegó a Yolco tras muchos afanes, llevando en la veloz nave a la doncella de ojos vivaces, el Esónida, y la hizo su floreciente esposa. Y ella, sometida a Jasón, pastor de pueblos, dio a luz a un hijo, Medeo, a quien crió en los montes Quirón el Filírida; y se cumplía el designio del gran Zeus.✦

1003

αὐτὰρ Νηρῆος κοῦραι,· ἁλίοιο γέροντος, ἦ τοι μὲν Φῶκον Ψαμάθη τέκε δῖα θεάων Αἰακοῦ ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην, Πηλέι δὲ δμηθεῖσα θεὰ Θέτις ἀργυρόπεζα γείνατʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα. Αἰνείαν δʼ ἄρʼ ἔτικτεν ἐυστέφανος Κυθέρεια Ἀγχίσῃ ἥρωι μιγεῖσʼ ἐρατῇ φιλότητι Ἴδης ἐν κορυφῇσι πολυπτύχου ὑληέσσης. Κίρκη δʼ, Ἠελίου θυγάτηρ Ὑπεριονίδαο, γείνατʼ Ὀδυσσῆος ταλασίφρονος ἐν φιλότητι Ἄγριον ἠδὲ Λατῖνον ἀμύμονά τε κρατερόν τε·

Y de las hijas de Nereo, el anciano del mar, a Foco, en verdad, lo dio a luz Psámate, divina entre las diosas, en amor con Éaco, por obra de la áurea Afrodita, y sometida a Peleo, la diosa Tetis de pies de plata dio a luz a Aquiles, destructor de hombres, de ánimo de león. Y a Eneas lo dio a luz Citerea de hermosas coronas, unida al héroe Anquises en amoroso lecho, en las cumbres del Ida, boscoso y de muchos pliegues. Y Circe, hija de Helios Hiperiónida, dio a luz, en amor con Odiseo de ánimo paciente, a Agrio y a Latino, irreprochable y fuerte;✦

1015

οἳ δή τοι μάλα τῆλε μυχῷ νήσων ἱεράων πᾶσιν Τυρσηνοῖσιν ἀγακλειτοῖσιν ἄνασσον. Ναυσίθοον δʼ Ὀδυσῆι Καλυψὼ δῖα θεάων γείνατο Ναυσίνοόν τε μιγεῖσʼ ἐρατῇ φιλότητι. αὗται μὲν θνητοῖσι παρʼ ἀνδράσιν εὐνηθεῖσαι ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα. νῦν δὲ γυναικῶν φῦλον ἀείσατε, ἡδυέπειαι Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.

los cuales, muy lejos, en el rincón de las islas sagradas, reinaban sobre todos los gloriosos tirrenos. Y a Nausítoo y a Nausínoo, para Odiseo, los dio a luz Calipso, divina entre las diosas, unida en amoroso lecho. Estas, acostadas junto a hombres mortales, inmortales dieron a luz hijos semejantes a los dioses. Ahora canten la estirpe de las mujeres, ustedes, Musas olímpicas de dulce palabra, hijas de Zeus que lleva la égida.✦

Fuente del texto original: Texto griego: H. G. Evelyn-White, Hesiod, the Homeric Hymns and Homerica (Loeb, 1914; dominio público), transcripción digital © Perseus Digital Library, Tufts University, CC BY-SA 4.0. La columna original se distribuye con esa misma licencia.