Saltar al contenido
OriGen Biblioteca de Conciencia Activa Mis notas EN
‹ Plotino: Enéadas
Filosofía y hermetismo · Plotino: Enéadas

Enéada VI, 2 · Sobre los géneros del ser, segundo

ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΔΕΥΤΕΡΟΝ

1

Ἐπεὶ δὲ περὶ τῶν λεγομένων δέκα γενῶν ἐπέσκεπται, εἴρηται δὲ καὶ περὶ τῶν εἰς ἓν ἀγόντων γένος τὰ πάντα τέτταρα ὑπὸ τὸ ἓν οἷον εἴδη τιθεμένων, ἀκόλουθον ἂν εἴη εἰπεῖν, τί ποτε ἡμῖν περὶ τούτων φαίνεται τὰ δοκοῦντα ἡμῖν πειρωμένοις εἰς τὴν Πλάτωνος ἀνάγειν δόξαν. εἰ μὲν οὖν ἓν ἔδει τίθεσθαι τὸ ὄν, οὐδὲν ἂν ἔδει ζητεῖν, οὔτ’ εἰ γένος ἓν ἐπὶ πᾶσιν, οὔτε εἰ γένη μὴ ὑφ̓ ἕν, οὔτ’ εἰ ἀρχάς, οὔτε εἰ τὰς ἀρχὰς καὶ γένη τὰς αὐτὰς δεῖ τίθεσθαι, οὔτε εἰ τὰ γένη καὶ ἀρχὰς τὰ αὐτά, ἢ τὰς μὲν ἀρχὰς ἁπάσας καὶ γένη, τὰ δὲ γένη οὐκ ἀρχάς, ἢ ἀνάπαλιν, ἢ ἐφ̓ ἑκατέρων τινὰς μὲν ἀρχὰς καὶ γένη καί τινα γένη καὶ ἀρχάς, ἢ ἐπὶ μὲν τῶν ἑτέρων πάντα καὶ θάτερα, ἐπὶ δὲ τῶν ἑτέρων τινὰ καὶ θάτερα. ἐπεὶ δὲ οὐχ ἕν φαμεν τὸ ὄν — διότι δέ, εἴρηται καὶ τῷ Πλάτωνι καὶ ἑτέροις — ἀναγκαῖον ἴσως γίγνεται καὶ περὶ τούτων ἐπισκέψασθαι πρότερον εἰς μέσον θέντας, τίνα ἀριθμὸν λέγομεν καὶ πῶς. ἐπεὶ οὖν περὶ τοῦ ὄντος ἢ τῶν ὄντων ζητοῦμεν, ἀναγκαῖον πρῶτον παῤ αὑτοῖς διελέσθαι τάδε, τί τε τὸ ὂν λέγομεν, περὶ οὗ ἡ σκέψις ὀρθῶς [ἂν] γίνοιτο νυνί, καὶ τί δοκεῖ μὲν ἄλλοις εἶναι ὄν, γινόμενον δὲ αὐτὸ λέγομεν εἶναι, ὄντως δὲ οὐδέποτε ὄν. δεῖ δὲ νοεῖν ταῦτα ἀπ’ ἀλλήλων διῃρημένα οὐχ ὡς γένους τοῦ τὶ εἰς ταῦτα διῃρημένου, οὐδ’ οὕτως οἴεσθαι τὸν Πλάτωνα πεποιηκέναι. γελοῖον γὰρ ὑφ̓ ἓν θέσθαι τὸ ὂν τῷ μὴ ὄντι, ὥσπερ ἂν εἴ τις Σωκράτη ὑπὸ τὸ αὐτὸ θεῖτο καὶ τὴν τούτου εἰκόνα. τὸ γὰρ διελέσθαι ἐνταῦθά ἐστι τὸ ἀφορίσαι καὶ χωρὶς θεῖναι, καὶ τὸ δόξαν ὂν εἶναι εἰπεῖν οὐκ εἶναι ὄν, ὑποδείξαντα αὐτοῖς ἄλλο τὸ ὡς ἀληθῶς ὂν εἶναι. καὶ προστιθεὶς τῷ ὄντι τὸ ἀεὶ ὑπέδειξεν, ὡς δεῖ τὸ ὂν τοιοῦτον εἶναι, οἷον μηδέποτε ψεύδεσθαι τὴν τοῦ ὄντος φύσιν. περὶ δὴ τούτου τοῦ ὄντος λέγοντες καὶ περὶ τούτου ὡς οὐχ ἑνὸς ὄντος σκεψόμεθα: ὕστερον δέ, εἰ δοκεῖ, καὶ περὶ γενέσεως καὶ τοῦ γινομένου καὶ κόσμου αἰσθητοῦ τι ἐροῦμεν.

Puesto que se ha examinado lo relativo a los llamados diez géneros, y se ha hablado también de quienes reducen todas las cosas a un solo género y ponen los cuatro bajo lo uno como si fueran especies, sería consecuente decir qué nos parece a nosotros acerca de ellos, al intentar reducir nuestras opiniones a la doctrina de Platón. Pues bien, si hubiera que poner el ser como uno, no habría nada que investigar: ni si hay un solo género para todas las cosas, ni si hay géneros no sometidos a uno, ni si hay principios, ni si los principios y los géneros han de ponerse como los mismos, ni si los géneros y los principios son lo mismo, o bien todos los principios son también géneros pero los géneros no son principios, o a la inversa; o bien, en uno y otro caso, algunos son principios y géneros y algunos géneros y principios; o bien, en el caso de unos, todos son lo uno y lo otro, y en el de los otros solo algunos son lo uno y lo otro. Pero como decimos que el ser no es uno —y por qué, lo han dicho Platón y otros—, quizá se hace necesario examinar también esto, exponiendo primero qué número decimos y cómo. Y puesto que indagamos sobre el ser o los seres, es necesario distinguir primero entre nosotros lo siguiente: qué llamamos ser, acerca del cual la indagación se haría ahora correctamente, y qué les parece a otros ser, pero nosotros decimos que es devenir y nunca realmente ser. Hay que pensar estas cosas como separadas una de otra, no como si un género, el «algo», se dividiera en ellas, ni creer que Platón lo hizo así. Pues sería ridículo poner bajo uno el ser y el no ser, como si alguien pusiera bajo lo mismo a Sócrates y a su imagen. Porque «distinguir» aquí es delimitar y poner aparte, y decir que lo que parece ser no es ser, mostrándoles que otra cosa es lo que verdaderamente es. Y al añadir al ser el «siempre», mostró que el ser debe ser tal que la naturaleza del ser jamás falte a la verdad. Hablando, pues, de este ser, examinaremos también esto: que no es uno. Y más tarde, si parece bien, diremos algo también sobre la generación, lo que deviene y el cosmos sensible.✦

2

ἐπεὶ οὖν οὐχ ἕν φαμεν, ἆρα ἀριθμόν τινα; ἢ ἄπειρον: πῶς γὰρ δὴ τὸ οὐχ ἓν ἢ ἓν ἅμα καὶ πολλὰ λέγομεν, καί τι ποικίλον ἓν τὰ πολλὰ εἰς ἓν ἔχον; ἀνάγκη τοίνυν τοῦτο τὸ οὕτως ἓν ἢ τῷ γένει ἓν εἶναι, εἴδη δ’ αὐτοῦ τὰ ὄντα, οἷς πολλὰ καὶ ἕν, ἢ πλείω ἑνὸς γένη, ὑφ̓ ἓν δὲ τὰ πάντα, ἢ πλείω μὲν γένη, μηδὲν δὲ ἄλλο ὑπ’ ἄλλο, ἀλλ’ ἕκαστον περιεκτικὸν τῶν ὑπ’ αὐτό, εἴτε καὶ αὐτῶν γενῶν ἐλαττόνων ὄντων ἢ εἰδῶν καὶ ὑπὸ τούτοις ἀτόμων, συντελεῖν ἅπαντα εἰς μίαν φύσιν καὶ ἐκ πάντων τῷ νοητῷ κόσμῳ, ὃν δὴ λέγομεν τὸ ὄν, τὴν σύστασιν εἶναι. εἰ δὴ τοῦτο, οὐ μόνον γένη ταῦτα εἶναι, ἀλλὰ καὶ ἀρχὰς τοῦ ὄντος ἅμα ὑπάρχειν: γένη μέν, ὅτι ὑπ’ αὐτὰ ἄλλα γένη ἐλάττω καὶ εἴδη μετὰ τοῦτο καὶ ἄτομα: ἀρχὰς δέ, εἰ τὸ ὂν οὕτως ἐκ πολλῶν καὶ ἐκ τούτων τὸ ὅλον ὑπάρχει. εἰ μέντοι πλείω μὲν ἦν ἐξ ὧν, συνελθόντα δὲ τὰ ὅλα ἐποίει τὸ πᾶν, ἀλλ’ οὐκ ἔχοντα ὑπ’ αὐτά, ἀρχαὶ μὲν ἂν ἦσαν, γένη δὲ οὐκ ἄν: οἷον εἴ τις ἐκ τῶν τεσσάρων ἐποίει τὸ αἰσθητόν, πυρὸς καὶ τῶν τοιούτων: ταῦτα γὰρ ἀρχαὶ ἂν ἦσαν, γένη δὲ οὔ: εἰ μὴ ὁμωνύμως τὸ γένος. λέγοντες τοίνυν καὶ γένη τινὰ εἶναι, τὰ δ’ αὐτὰ καὶ ἀρχάς, ἆρα τὰ μὲν γένη, ἕκαστον μετὰ τῶν ὑπ’ αὐτὸ ὁμοῦ, μιγνύντες ἀλλήλοις τὸ ὅλον ἀποτελοῦμεν καὶ σύγκρασιν ποιοῦμεν ἁπάντων; ἀλλὰ δυνάμει, οὐκ ἐνεργείᾳ ἕκαστα οὐδὲ καθαρὸν αὐτὸ ἕκαστον ἔσται. ἀλλὰ τὰ μὲν γένη ἐάσομεν, τὰ δὲ καθ̓ ἕκαστον μίξομεν. τίνα οὖν ἔσται ἐφ̓ αὑτῶν τὰ γένη; ἢ ἔσται κἀκεῖνα ἐφ̓ αὑτῶν καὶ καθαρά, καὶ τὰ μιχθέντα οὐκ ἀπολεῖ αὐτά. καὶ πῶς; ἢ ταῦτα μὲν εἰς ὕστερον: νῦν δ’ ἐπεὶ συγκεχωρήκαμεν καὶ γένη εἶναι καὶ προσέτι καὶ τῆς οὐσίας ἀρχὰς καὶ τρόπον ἕτερον ἀρχὰς καὶ συνθέσεις, πρῶτον λεκτέον πρὸς ἃ λέγομεν γένη καὶ πῶς διίσταμεν ἀπ’ ἀλλήλων αὐτὰ καὶ οὐχ ὑφ̓ ἓν ἄγομεν, ὥσπερ ἐκ τύχης συνελθόντα καὶ ἕν τι πεποιηκότα: καίτοι πολλῷ εὐλογώτερον ὑφ̓ ἕν. ἤ, εἰ μὲν εἴδη οἷόν τε ἦν τοῦ ὄντος ἅπαντα εἶναι καὶ ἐφεξῆς τούτοις τὰ ἄτομα καὶ μηδὲν τούτων ἔξω, ἦν ἂν ἴσως ποιεῖν οὕτως: ἐπειδὴ δὲ ἡ τοιαύτη θέσις ἀναίρεσίς ἐστιν αὐτοῖς — οὐδὲ γὰρ τὰ εἴδη εἴδη ἔσται, οὐδ’ ὅλως πολλὰ ὑφ̓ ἕν, ἀλλὰ πάντα ἕν, μὴ ἑτέρου ἢ ἑτέρων ἔξω ἐκείνου τοῦ ἑνὸς ὄντων: πῶς γὰρ ἂν πολλὰ ἐγένετο τὸ ἕν, ὥστε καὶ εἴδη γεννῆσαι, εἰ μή τι ἦν παῤ αὐτὸ ἄλλο; οὐ γὰρ αὐτὸ πολλά, εἰ μή τις ὡς μέγεθος κερματιεῖ: ἀλλὰ καὶ οὕτως ἕτερον τὸ κερματίζον. εἰ δ’ αὐτὸ κερματιεῖ ἢ ὅλως διαιρήσει, πρὸ τοῦ διαιρεθῆναι ἔσται διῃρημένον. ταύτῃ μὲν οὖν καὶ δἰ ἄλλα πολλὰ ἀποστατέον τοῦ γένος ἓν καὶ ὅτι οὐχ οἷόν τε ἕκαστον ὁτιοῦν ληφθὲν ἢ ὂν ἢ οὐσίαν λέγειν. εἰ δέ τις λέγοι ὄν, τῷ συμβεβηκέναι φήσει, οἷον εἰ λευκὸν λέγοι τὴν οὐσίαν: οὐ γὰρ ὅπερ λευκὸν λέγει.

Ya que decimos que no es uno, ¿diremos entonces que es un cierto número? ¿O infinito? Pues ¿cómo decimos de lo que no es [simplemente] uno que es a la vez uno y muchos, un uno variado que tiene los muchos en uno? Es necesario, entonces, que esto, así uno, sea uno por el género y que sus especies sean los seres, por los cuales es muchos y uno; o bien que haya varios géneros, pero todos bajo uno; o bien varios géneros, sin que ninguno esté bajo otro, sino abarcando cada uno lo que está bajo él —ya sean géneros menores, ya especies, y bajo estos los individuos—, y que todos concurran a una sola naturaleza y que de todos resulte la constitución del mundo inteligible, al que llamamos el ser. Si es así, estos no solo son géneros, sino que existen a la vez como principios del ser: géneros, porque bajo ellos hay otros géneros menores y luego especies y después individuos; principios, si el ser proviene así de muchos y de ellos resulta el todo. Pero si hubiera varios elementos a partir de los cuales [se constituye], y los todos, al reunirse, hicieran el conjunto, sin tener nada bajo ellos, serían principios, pero no géneros: como si alguien hiciera lo sensible a partir de los cuatro, el fuego y los demás; estos serían principios, pero no géneros, a no ser que «género» se diga de modo homónimo. Así pues, cuando decimos que algunos son géneros y que los mismos son también principios, ¿acaso, mezclando entre sí los géneros, cada uno junto con lo que está bajo él, completamos el todo y hacemos una mezcla de todos? Pero entonces cada cosa estará en potencia, no en acto, y cada una no será pura. ¿Dejaremos entonces los géneros [aparte] y mezclaremos los particulares? ¿Qué serán entonces los géneros por sí mismos? ¿O serán aquellos también por sí mismos y puros, y los mezclados no los destruirán? ¿Y cómo? Esto, para más tarde. Ahora, puesto que hemos concedido que hay géneros, y además principios de la esencia, y de otro modo principios y composiciones, hay que decir primero con respecto a qué decimos géneros y cómo los separamos unos de otros y no los reducimos a uno, como si, reunidos por azar, hubieran formado algo uno; aunque es mucho más razonable [ponerlos] bajo uno. ¿O bien, si fuera posible que todas las cosas fueran especies del ser y a continuación de ellas los individuos, y nada quedara fuera de esto, quizá se podría hacer así? Pero como tal posición es para ellos una supresión —pues ni las especies serán especies, ni habrá en general muchos bajo uno, sino todo será uno, al no haber otro u otros fuera de aquel uno—, ¿cómo, en efecto, habría llegado lo uno a ser muchos, de modo que engendrara también especies, si no hubiera algo además de él? Pues él mismo no es muchos, a menos que alguien lo trocee como a una magnitud; pero también así es otro el que trocea. Y si él mismo se trocea, o en general se divide, antes de ser dividido estará dividido. Por esta vía, pues, y por muchas otras razones, hay que apartarse de [la tesis de] un género único, y también porque no es posible llamar ser o esencia a cada cosa tomada al azar. Y si alguien dijera «ser», dirá que lo es por accidente, como si llamara «blanco» a la esencia: pues no dice que sea justamente lo blanco.

3

πλείω μὲν δὴ λέγομεν εἶναι καὶ οὐ κατὰ τύχην πλείω. οὐκοῦν ἀφ̓ ἑνός. ἤ, εἰ καὶ ἀφ̓ ἑνός, οὐ κατηγορουμένου δὲ κατ’ αὐτῶν ἐν τῷ εἶναι, οὐδὲν κωλύει ἕκαστον οὐχ ὁμοειδὲς ὂν ἄλλῳ χωρὶς αὐτὸ εἶναι γένος. ἆῤ οὖν ἔξωθεν τοῦτο τῶν γενομένων γενῶν τὸ αἴτιον μέν, μὴ κατηγορούμενον δὲ τῶν ἄλλων ἐν τῷ τί ἐστιν; ἢ τὸ μὲν ἔξω: ἐπέκεινα γὰρ τὸ ἕν, ὡς ἂν μὴ συναριθμούμενον τοῖς γένεσιν, εἰ δἰ αὐτὸ τὰ ἄλλα, ἃ ἐπίσης ἀλλήλοις εἰς τὸ γένη εἶναι. καὶ πῶς ἐκεῖνο οὐ συνηρίθμηται; ἢ τὰ ὄντα ζητοῦμεν, οὐ τὸ ἐπέκεινα. τοῦτο μὲν οὖν οὕτως: τί δὲ τὸ συναριθμούμενον; ἐφ̓ οὗ καὶ θαυμάσειεν ἄν τις, πῶς συναριθμούμενον τοῖς αἰτιατοῖς. ἢ, εἰ μὲν ὑφ̓ ἓν γένος αὐτὰ καὶ τὰ ἄλλα, ἄτοπον: εἰ δὲ οἷς αἴτιον συναριθμεῖται ὡς αὐτὸ τὸ γένος καὶ τὰ ἄλλα ἐφεξῆς καὶ ἔστι διάφορα τὰ ἐφεξῆς πρὸς αὐτὸ καὶ οὐ κατηγορεῖται αὐτῶν ὡς γένος οὐδ’ ἄλλο τι κατ’ αὐτῶν, ἀνάγκη καὶ αὐτὰ γένη εἶναι ἔχοντα ὑφ̓ αὑτά: οὐδὲ γάρ, εἰ σὺ τὸ βαδίζειν ἐγέννας, ὑπὸ σὲ ὡς γένος τὸ βαδίζειν ἦν ἄν: καὶ εἰ μηδὲν ἦν πρὸ αὐτοῦ ἄλλο ὡς γένος αὐτοῦ, ἦν δὲ τὰ μετ’ αὐτό, γένος ἂν ἦν τὸ βαδίζειν ἐν τοῖς οὖσιν. ὅλως δὲ ἴσως οὐδὲ τὸ ἓν φατέον αἴτιον τοῖς ἄλλοις εἶναι, ἀλλ’ οἷον μέρη αὐτοῦ καὶ οἷον στοιχεῖα αὐτοῦ καὶ πάντα μίαν φύσιν μεριζομένην ταῖς ἡμῶν ἐπινοίαις, αὐτὸ δὲ εἶναι ὑπὸ δυνάμεως θαυμαστῆς ἓν εἰς πάντα καὶ φαινόμενον πολλὰ καὶ γινόμενον πολλά, οἷον ὅταν κινηθῇ, καὶ τὸ πολύχουν τῆς φύσεως ποιεῖν τὸ ἓν μὴ ἓν εἶναι, ἡμᾶς τε οἷον μοίρας αὐτοῦ προφέροντας ταύτας ἓν ἕκαστον τίθεσθαι καὶ γένος λέγειν ἀγνοοῦντας, ὅτι μὴ ὅλον ἅμα εἴδομεν, ἀλλὰ κατὰ μέρος προφέροντες πάλιν αὐτὰ συνάπτομεν οὐ δυνάμενοι ἐπὶ πολὺν χρόνον αὐτὰ κατέχειν σπεύδοντα πρὸς αὑτά. διὸ πάλιν μεθίεμεν εἰς τὸ ὅλον καὶ ἐῶμεν ἓν γενέσθαι, μᾶλλον δὲ ἓν εἶναι. ἀλλὰ ἴσως σαφέστερα ταῦτα ἔσται κἀκείνων ἐγνωσμένων, ἢν τὰ γένη λάβωμεν ὁπόσα: οὕτω γὰρ καὶ τὸ πῶς. ἀλλ’ ἐπεὶ δεῖ λέγοντα μὴ ἀποφάσεις λέγειν, ἀλλὰ καὶ εἰς ἔννοιαν καὶ νόησιν ἰέναι τῶν λεγομένων, ὡδὶ ποιητέον:

Decimos, pues, que son varios, y no varios por azar. Entonces, [provienen] de uno. ¿O bien, aunque sea de uno, si este no se predica de ellos en cuanto al ser, nada impide que cada uno, no siendo de la misma especie que otro, sea por separado un género? ¿Es entonces esto la causa, exterior a los géneros engendrados, pero sin predicarse de los demás en el «qué es»? ¿O lo uno está fuera —pues lo Uno está más allá—, de modo que no se cuenta junto con los géneros, si por él son los demás, que son iguales entre sí en el ser géneros? ¿Y cómo aquello no se cuenta con ellos? Es que buscamos los seres, no lo que está más allá. Esto es así; pero ¿qué es lo que se cuenta con ellos? Sobre esto uno podría extrañarse: cómo se cuenta junto con lo causado. Si él mismo y los demás [estuvieran] bajo un solo género, sería absurdo; pero si es contado con aquellos de los que es causa, como el género mismo, y los demás a continuación, y lo que sigue es diferente respecto de él, y no se predica de ellos como género ni se predica de ellos ninguna otra cosa, es necesario que ellos mismos sean también géneros, teniendo cosas bajo sí mismos. Pues tampoco, si tú engendraras el caminar, estaría el caminar bajo ti como género; y si nada hubiera antes de él como su género, y existieran las cosas posteriores a él, el caminar sería un género entre los existentes. En general, quizá ni siquiera hay que decir que lo uno es causa para los demás, sino que ellos son como partes suyas y como elementos suyos, y todos una sola naturaleza dividida por nuestras concepciones, mientras que él mismo es, por una potencia admirable, uno en todos, y aparece múltiple y se vuelve múltiple, como cuando se mueve; y la exuberancia de la naturaleza hace que lo uno no sea uno; y nosotros, presentando como porciones suyas estas cosas, ponemos cada una como una y la llamamos género, ignorando que no lo vimos todo a la vez, sino que, presentándolas por partes, las volvemos a juntar, sin poder retenerlas durante mucho tiempo, pues se apresuran hacia sí mismas. Por eso las soltamos de nuevo hacia el todo y dejamos que llegue a ser uno, o más bien, que sea uno. Pero quizá esto será más claro también una vez conocidas aquellas cosas, si tomamos cuántos son los géneros; pues así [se verá] también el cómo. Pero como, al hablar, no hay que decir meras negaciones, sino llegar a una concepción y a una intelección de lo dicho, se hará así:✦

4

εἰ τὴν σώματος φύσιν ἰδεῖν ἐβουλόμεθα, οἷόν τί ἐστιν ἐν τῷδε τῷ ὅλῳ ἡ τοῦ σώματος αὐτοῦ φύσις, ἆῤ οὐ καταμαθόντες ἐπί τινος τῶν μερῶν αὐτοῦ, οἷον ἐπὶ λίθου, ὥς ἐστι τὸ μὲν ὡς ὑποκείμενον αὐτοῦ, τὸ δὲ ὁπόσον αὐτοῦ, τὸ μέγεθος, τὸ δὲ ὁποῖον, οἷον τὸ χρῶμα, καὶ ἐπὶ παντὸς ἄλλου σώματος εἴποιμεν ἄν, ὡς ἐν τῇ σώματος φύσει τὸ μέν ἐστιν οἷον οὐσία, τὸ δέ ἐστι ποσόν, τὸ δὲ ποιόν, ὁμοῦ μὲν πάντα, τῷ δὲ λόγῳ διαιρεθέντα εἰς τρία, καὶ σῶμα ἂν ἦν ἓν τὰ τρία; εἰ δὲ καὶ κίνησις αὐτοῦ παρῆν σύμφυτος τῇ συστάσει, καὶ τοῦτο ἂν συνηριθμήσαμεν, καὶ τὰ τέτταρα ἦν ἂν ἕν, καὶ τὸ σῶμα τὸ ἓν ἀπήρτιστο πρὸς τὸ ἓν καὶ τὴν αὐτοῦ φύσιν τοῖς ἅπασι. τὸν αὐτὸν δὴ τρόπον, ἐπειδὴ περὶ οὐσίας νοητῆς καὶ τῶν ἐκεῖ γενῶν καὶ ἀρχῶν ὁ λόγος ἐστίν, ἀφελόντας χρὴ τὴν ἐν τοῖς σώμασι γένεσιν καὶ τὴν δἰ αἰσθήσεως κατανόησιν καὶ τὰ μεγέθη — οὕτω γὰρ καὶ τὸ χωρὶς καὶ τὸ διεστηκότα ἀπ’ ἀλλήλων εἶναι — λαβεῖν τινα νοητὴν ὑπόστασιν καὶ ὡς ἀληθῶς ὂν καὶ μᾶλλον ἕν. ἐν ᾧ καὶ τὸ θαῦμα πῶς πολλὰ καὶ ἓν τὸ οὕτως ἕν: ἐπὶ μὲν γὰρ τῶν σωμάτων συγκεχώρηται τὸ αὐτὸ ἓν καὶ πολλὰ εἶναι: καὶ γὰρ εἰς ἄπειρον τὸ αὐτὸ καὶ ἕτερον τὸ χρῶμα καὶ τὸ σχῆμα ἕτερον: καὶ γὰρ χωρίζεται: εἰ δέ τις λάβοι ψυχὴν μίαν, ἀδιάστατον, ἀμεγέθη, ἁπλούστατον, ὡς δόξει τῇ πρώτῃ τῆς διανοίας ἐπιβολῇ, πῶς ἄν τις ἐλπίσειε πολλὰ εὑρήσειν πάλιν αὖ; καίτοι νομίσας εἰς τοῦτο τελευτᾶν, ὅτε διῃρεῖτο τὸ ζῷον εἰς σῶμα καὶ ψυχήν, καὶ σῶμα μὲν πολυειδὲς καὶ σύνθετον καὶ ποικίλον, τὴν δὲ ψυχὴν ἐθάρρει ὡς ἁπλοῦν εὑρὼν ἀναπαύσασθαι τῆς πορείας ἐλθὼν ἐπ’ ἀρχήν. ταύτην τοίνυν τὴν ψυχήν, ἐπειδήπερ ἐκ τοῦ νοητοῦ τόπου προεχειρίσθη ἡμῖν, ὡς ἐκεῖ τὸ σῶμα ἐκ τοῦ αἰσθητοῦ, λάβωμεν, πῶς τὸ ἓν τοῦτο πολλά ἐστι, καὶ πῶς τὰ πολλὰ ἕν ἐστιν, οὐ σύνθετον ἓν ἐκ πολλῶν, ἀλλὰ μία φύσις πολλά: διὰ γὰρ τούτου ληφθέντος καὶ φανεροῦ γενομένου καὶ τὴν περὶ τῶν γενῶν τῶν ἐν τῷ ὄντι ἔφαμεν ἀλήθειαν φανερὰν ἔσεσθαι.

Si quisiéramos ver la naturaleza del cuerpo, qué es en este todo la naturaleza del cuerpo mismo, ¿acaso no diríamos, tras observar en una de sus partes, por ejemplo en una piedra, que hay lo que es como sustrato suyo, lo que es cuánto es, la magnitud, y lo que es cómo es, por ejemplo el color, y tras observarlo en cualquier otro cuerpo, que en la naturaleza del cuerpo hay una parte que es como esencia, otra que es cantidad y otra cualidad, todas juntas, pero divididas en tres por la razón, y que los tres serían un solo cuerpo? Y si además hubiera en él un movimiento connatural a su constitución, también esto lo habríamos contado, y los cuatro serían uno, y el cuerpo, uno, quedaría completo, con todos ellos, en orden a la unidad y a su propia naturaleza. Del mismo modo, puesto que el discurso trata de la esencia inteligible y de los géneros y principios de allí, hay que quitar la generación en los cuerpos, la aprehensión mediante la sensación y las magnitudes —pues así se dan también lo separado y el estar distantes unas cosas de otras— y captar una hipóstasis inteligible, verdaderamente ser y más una. En lo cual está también la maravilla: cómo lo así uno es muchos y uno. Pues en los cuerpos se ha concedido que lo mismo sea uno y muchos: en efecto, lo mismo [se divide] hasta el infinito, y el color es otro y la figura otra, pues se separan. Pero si alguien tomara un alma única, inextensa, sin magnitud, simplicísima, como le parecerá al primer golpe del pensamiento, ¿cómo podría esperar hallar de nuevo muchos? Y eso que había pensado terminar en esto cuando dividía el viviente en cuerpo y alma, viendo el cuerpo multiforme, compuesto y variado, mientras que del alma confiaba que, al hallarla simple, descansaría del camino, llegado a un principio. Tomemos, pues, esta alma, ya que nos fue propuesta desde el lugar inteligible, así como [antes] el cuerpo lo fue desde lo sensible: cómo este uno es muchos y cómo los muchos son uno, no un uno compuesto de muchos, sino una naturaleza que es muchos; pues, dijimos, una vez tomada ella y hecha manifiesta, se hará manifiesta también la verdad sobre los géneros que hay en el ser.✦

5

πρῶτον δὲ τοῦτο ἐνθυμητέον, ὡς, ἐπειδὴ τὰ σώματα, οἷον τῶν ζῴων καὶ τῶν φυτῶν, ἕκαστον αὐτῶν πολλά ἐστι καὶ χρώμασι καὶ σχήμασι καὶ μεγέθεσι καὶ εἴδεσι μερῶν καὶ ἄλλο ἄλλοθι, ἔρχεται δὲ τὰ πάντα ἐξ ἑνός, ἢ παντάπασιν ἐξ ἑνὸς ἢ ἕξει πάντη παντὸς ἑνός: ἢ μᾶλλον μὲν ἑνὸς ἢ οἷον τὸ ἐξ αὐτοῦ, ὥστε καὶ μᾶλλον ὄντος ἢ τὸ γενόμενον: ὅσῳ γὰρ πρὸς ἓν ἡ ἀπόστασις, τόσῳ καὶ πρὸς ὄν. ἐπεὶ οὖν ἐξ ἑνὸς μέν, οὐχ οὕτω δὲ ἑνός, ὡς πάντη ἓν ἢ αὐτοέν — οὐ γὰρ ἂν διεστηκὸς πλῆθος ἐποίει — λείπεται εἶναι ἐκ πλήθους ἑνός. τὸ δὲ ποιοῦν ἦν ψυχή: τοῦτο ἄρα πλῆθος ἕν. τί οὖν; τὸ πλῆθος οἱ λόγοι τῶν γινομένων; ἆῤ οὖν αὐτὸ μὲν ἄλλο, οἱ λόγοι δὲ ἄλλοι; ἢ καὶ αὐτὴ λόγος καὶ κεφάλαιον τῶν λόγων καὶ ἐνέργεια αὐτῆς κατ’ οὐσίαν ἐνεργούσης οἱ λόγοι: ἡ δὲ οὐσία δύναμις τῶν λόγων. πολλὰ μὲν δὴ οὕτω τοῦτο τὸ ἓν ἐξ ὧν εἰς ἄλλα ποιεῖ δεδειγμένον. τί δ’ εἰ μὴ ποιοῖ, ἀλλά τις αὐτὴν μὴ ποιοῦσαν λαμβάνοι ἀναβαίνων αὐτῆς εἰς τὸ μὴ ποιοῦν; οὐ πολλὰς καὶ ἐνταῦθα εὑρήσει δυνάμεις; εἶναι μὲν γὰρ αὐτὴν πᾶς ἄν τις συγχωρήσειεν: ἆρα δὲ ταὐτὸν ὡς εἰ καὶ λίθον ἔλεγεν εἶναι; ἢ οὐ ταὐτόν. ἀλλ’ ὅμως κἀκεῖ ἐπὶ τοῦ λίθου τὸ εἶναι τῷ λίθῳ ἦν οὐ τὸ εἶναι, ἀλλὰ τὸ λίθῳ εἶναι: οὕτω καὶ ἐνταῦθα τὸ εἶναι ψυχῇ μετὰ τοῦ εἶναι ἔχει τὸ ψυχῇ εἶναι. ἆῤ οὖν ἄλλο τὸ εἶναι, ἄλλο δὲ τὸ λοιπόν, ὃ συμπληροῖ τὴν τῆς ψυχῆς οὐσίαν; καὶ τὸ μὲν ὄν, διαφορὰ δὲ ποιεῖ τὴν ψυχήν; ἤ τι ὂν μὲν ἡ ψυχή, οὐ μέντοι οὕτως, ὡς ἄνθρωπος λευκός, ἀλλ’ ὥς τις οὐσία μόνον: τοῦτο δὲ ταὐτὸν τῷ μὴ ἔξωθεν τῆς οὐσίας ἔχειν ὃ ἔχει.

Pero primero hay que considerar esto: puesto que los cuerpos, por ejemplo los de los animales y las plantas, cada uno de ellos es múltiple, en colores, figuras, magnitudes y especies de partes, y una cosa está en un lugar y otra en otro, y sin embargo todo procede de uno, o bien enteramente de uno, o tendrá en todo sentido [la condición] de un uno íntegro; o bien [el productor] será más uno que lo que proviene de él, de modo que también sea más ser que lo generado: pues cuanta es la distancia respecto de lo uno, tanta lo es respecto del ser. Ahora bien, como procede de uno, pero no de un uno tal que sea uno en todo sentido o el Uno mismo —pues entonces no habría producido una multitud dispersa—, queda que provenga de una multitud una. Y lo que producía era el alma: esta, pues, es una multitud una. ¿Qué, entonces? ¿La multitud son las razones de lo que se genera? ¿Es ella, pues, una cosa y las razones otras? ¿O ella misma es razón y compendio de las razones, y las razones son el acto de ella, que actúa según su esencia, y la esencia es la potencia de las razones? Así queda mostrado que este uno es múltiple a partir de aquello con lo cual produce hacia otras cosas. ¿Y si no produjera, sino que alguien la tomara sin producir, ascendiendo desde ella hasta lo que no produce? ¿No hallará también aquí muchas potencias? Pues que ella es, cualquiera lo concedería; pero ¿es lo mismo que si dijera que una piedra es? ¿O no es lo mismo? Y sin embargo también allí, en el caso de la piedra, el ser para la piedra no era el ser [sin más], sino el ser-piedra; así también aquí, para el alma, junto con el ser tiene el ser-alma. ¿Es entonces una cosa el ser, y otra lo restante, que completa la esencia del alma? ¿Y el ser es lo que es, y una diferencia hace el alma? ¿O bien el alma es algo que es, pero no como un hombre es blanco, sino solo como una esencia? Y esto es lo mismo que no tener desde fuera de la esencia lo que tiene.✦

6

ἀλλ’ ἆρα οὐκ ἔξωθεν μὲν ἔχει τῆς ἑαυτῆς οὐσίας, ἵνα ἡ μὲν κατὰ τὸ εἶναι ᾖ, ἡ δὲ κατὰ τὸ τοιόνδε εἶναι; ἀλλ’ εἰ κατὰ τὸ τοιόνδε εἶναι καὶ ἔξωθεν τὸ τοιόνδε, οὐ τὸ ὅλον καθ̓ ὃ ψυχὴ ἔσται οὐσία, ἀλλὰ κατά τι, καὶ μέρος αὐτῆς οὐσία, ἀλλ’ οὐ τὸ ὅλον οὐσία. ἔπειτα τὸ εἶναι αὐτῇ τί ἔσται ἄνευ τῶν ἄλλων; ἢ λίθος; ἢ δεῖ τοῦτο εἶναι αὐτῆς ἐν τῷ εἶναι οἷον πηγὴν καὶ ἀρχήν, μᾶλλον δὲ πάντα, ὅσα αὐτή: καὶ ζωὴν τοίνυν καὶ συνάμφω ἕν. ἆῤ οὖν οὕτως ἕν, ὡς ἕνα λόγον; ἢ τὸ ὑποκείμενον ἕν: οὕτω δὲ ἕν, ὡς αὖ δύο ἢ καὶ πλείω, ὅσα ἐστὶν ἡ ψυχὴ τὰ πρῶτα: ἢ οὖν οὐσία καὶ ζωή, ἢ ἔχει ζωήν. ἀλλ’ εἰ ἔχει, τὸ ἔχον καθ̓ αὑτὸ οὐκ ἐν ζωῇ, ἥ τε ζωὴ οὐκ ἐν οὐσίᾳ. ἀλλ’ εἰ μὴ ἔχει θάτερον τὸ ἕτερον, λεκτέον ἓν ἄμφω. ἢ ἓν καὶ πολλὰ καὶ τοσαῦτα, ὅσα ἐμφαίνεται ἐν τῷ ἑνί, καὶ ἓν ἑαυτῷ, πρὸς δὲ τὰ ἄλλα πολλά, καὶ ἓν μὲν ὄν, ποιοῦν δὲ ἑαυτὸ ἐν τῇ οἷον κινήσει πολλά, καὶ ὅλον ἕν, οἷον δὲ θεωρεῖν ἐπιχειροῦν ἑαυτὸ πολλά: ὥσπερ γὰρ οὐκ ἀνέχεται ἑαυτοῦ τὸ ὂν ἓν εἶναι πάντα δυνάμενον, ὅσα ἐστίν. ἡ δὲ θεωρία αἰτία τοῦ φανῆναι αὐτὸ πολλά, ἵνα νοήσῃ: ἐὰν γὰρ ἓν φανῇ, οὐκ ἐνόησεν, ἀλλ’ ἔστιν ἤδη ἐκεῖνο.

¿Pero acaso no tiene [el alma] desde fuera de su propia esencia, de modo que una [parte] sea según el ser y otra según el ser tal? Pero si es según el ser tal y el ser tal viene de fuera, no será esencia el todo según el cual es alma, sino solo según algo, y una parte suya será esencia, pero no el todo esencia. Además, ¿qué será para ella el ser sin lo demás? ¿Una piedra? ¿O es necesario que esto esté en su ser como fuente y principio, o más bien todo cuanto ella es: y por tanto también vida, y ambas cosas juntas, una? ¿Es entonces una de tal modo que tenga una sola razón? ¿O lo uno es el sustrato, pero uno del modo como lo son dos o más, cuantas son las cosas primeras del alma: o bien es esencia y vida, o bien tiene vida? Pero si la tiene, lo que la tiene, por sí mismo, no está en la vida, y la vida no está en la esencia. Y si una no tiene a la otra, hay que decir que ambas son una. ¿O es uno y muchos, y tantos cuantos se manifiestan en lo uno, y uno para sí mismo, pero muchos respecto de los demás; y siendo uno, pero haciéndose a sí mismo muchos en una especie de movimiento; y todo uno, pero, al intentar como contemplarse a sí mismo, muchos? Pues es como si el ser no soportara ser uno, pudiendo [ser] todas las cosas que es. Y la contemplación es la causa de que aparezca como muchos, para que intelija; pues si apareciera como uno, no habría inteligido, sino que ya sería aquello.

7

τίνα οὖν ἐστι καὶ πόσα τὰ ἐνορώμενα; ἐπεὶ δὴ ἐν ψυχῇ εὕρομεν οὐσίαν ἅμα καὶ ζωὴν καὶ τοῦτο κοινὸν ἡ οὐσία ἐπὶ πάσης ψυχῆς, κοινὸν δὲ καὶ ἡ ζωή, ζωὴ δὲ καὶ ἐν νῷ, ἐπεισαγαγόντες καὶ τὸν νοῦν καὶ την τούτου ζωήν, κοινὸν τὸ ἐπὶ πάσῃ ζωῇ τὴν κίνησιν ἕν τι γένος θησόμεθα, οὐσίαν δὲ καὶ κίνησιν τὴν πρώτην ζωὴν οὖσαν δύο γένη θησόμεθα. καὶ γὰρ εἰ ἕν, χωρίζει αὐτὰ τῇ νοήσει τὸ ἓν οὐχ ἓν εὑρών: ἢ οὐκ ἂν δυνηθείη χωρίσαι. ὅρα δὲ καὶ ἐν ἄλλοις σαφῶς τοῦ εἶναι τὴν κίνησιν ἢ τὴν ζωὴν χωριζομένην, εἰ καὶ μὴ ἐν τῷ ἀληθινῷ εἶναι, ἀλλὰ τῇ σκιᾷ καὶ τῷ ὁμωνύμῳ τοῦ εἶναι. ὡς γὰρ ἐν τῇ εἰκόνι τοῦ ἀνθρώπου πολλὰ ἐλλείπει καὶ μάλιστα τὸ κύριον, ἡ ζωή, οὕτω καὶ ἐν τοῖς αἰσθητοῖς τὸ εἶναι σκιὰ τοῦ εἶναι ἀφῃρημένον τοῦ μάλιστα εἶναι, ὃ ἐν τῷ ἀρχετύπῳ ἦν ζωή. ἀλλ’ οὖν ἔσχομεν ἐντεῦθεν χωρίσαι τοῦ ζῆν τὸ εἶναι καὶ τοῦ εἶναι τὸ ζῆν. ὄντος μὲν δὴ εἴδη πολλὰ καὶ [ἓν] γένος: κίνησις δὲ οὔτε ὑπὸ τὸ ὂν τακτέα οὔτ’ ἐπὶ τῷ ὄντι, ἀλλὰ μετὰ τοῦ ὄντος, εὑρεθεῖσα ἐν αὐτῷ οὐχ ὡς ἐν ὑποκειμένῳ: ἐνέργεια γὰρ αὐτοῦ καὶ οὐδέτερον ἄνευ τοῦ ἑτέρου ἢ ἐπινοίᾳ, καὶ αἱ δύο φύσεις μία: καὶ γὰρ ἐνεργείᾳ τὸ ὄν, οὐ δυνάμει. καὶ εἰ χωρὶς μέντοι ἑκάτερον λάβοις, καὶ ἐν τῷ ὄντι κίνησις φανήσεται καὶ ἐν τῇ κινήσει τὸ ὄν, οἷον καὶ ἐπὶ τοῦ ἑνὸς ὄντος ἑκάτερον χωρὶς εἶχε θάτερον, ἀλλ’ ὅμως ἡ διάνοια δύο φησὶ καὶ εἶδος ἑκάτερον διπλοῦν ἕν. κινήσεως δὲ περὶ τὸ ὂν φανείσης οὐκ ἐξιστάσης τὴν ἐκείνου φύσιν, μᾶλλον δ’ ἐν τῷ εἶναι οἷον τέλειον ποιούσης, ἀεί τε τῆς τοιαύτης φύσεως ἐν τῷ οὕτω κινεῖσθαι μενούσης, εἴ τις μὴ στάσιν ἐπεισάγοι, ἀτοπώτερος ἂν εἴη τοῦ μὴ κίνησιν διδόντος: προχειροτέρα γὰρ ἡ τῆς στάσεως περὶ τὸ ὂν ἔννοια καὶ νόησις τῆς περὶ τὴν κίνησιν οὔσης: τὸ γὰρ κατὰ ταὐτὰ καὶ ὡσαύτως καὶ ἕνα λόγον ἔχον ἐκεῖ. ἔστω δὴ καὶ στάσις ἓν γένος ἕτερον ὂν κινήσεως, ὅπου καὶ ἐναντίον ἂν φανείη. τοῦ δὲ ὄντος ὡς ἕτερον, πολλαχῇ δῆλον ἂν εἴη καὶ διότι, εἰ τῷ ὄντι ταὐτὸν εἴη, οὐ μᾶλλον τῆς κινήσεως ταὐτὸν τῷ ὄντι. διὰ τί γὰρ ἡ μὲν στάσις τῷ ὄντι ταὐτόν, ἡ δὲ κίνησις οὔ, ζωή τις αὐτοῦ καὶ ἐνέργεια καὶ τῆς οὐσίας καὶ αὐτοῦ τοῦ εἶναι; ἀλλ’ ὥσπερ ἐχωρίζομεν τὴν κίνησιν αὐτοῦ ὡς ταὐτόν τε καὶ οὐ ταὐτὸν αὐτῷ καὶ ὡς δύο ἄμφω ἐλέγομεν καὶ αυ ἕν, τὸν αὐτὸν τρόπον καὶ τὴν στάσιν χωριοῦμεν αὐτοῦ καὶ αὖ οὐ χωριοῦμεν τοσοῦτον χωρίζοντες τῷ νῷ, ὅσον ἄλλο γένος θέσθαι ἐν τοῖς οὖσιν: ἢ εἰ συνάγοιμεν πάντη εἰς ἓν τὴν στάσιν καὶ τὸ ὄν, μηδὲν μηδαμῇ διαφέρειν λέγοντες τό τε ὂν τῇ κινήσει ὡσαύτως, τὴν στάσιν καὶ τὴν κίνησιν διὰ μέσου τοῦ ὄντος εἰς ταὐτὸν συνάξομεν, καὶ ἔσται ἡμῖν ἡ κίνησις καὶ ἡ στάσις ἕν.

¿Cuáles son, pues, y cuántos los [géneros] que se ven [allí]? Puesto que en el alma hallamos a la vez esencia y vida, y la esencia es común a toda alma, y común es también la vida, y hay vida también en el Intelecto, si introducimos además el Intelecto y su vida, pondremos el movimiento, común a toda vida, como un cierto género único; y pondremos como dos géneros la esencia y el movimiento, que es la primera vida. Pues aun si [fueran] uno, el pensamiento los separa, al hallar que el uno no es uno; o bien no podría separarlos. Mira también en otras cosas, con claridad, el movimiento o la vida separados del ser, aunque no en el ser verdadero, sino en la sombra y en lo que solo es homónimo del ser. Pues así como en la imagen del hombre faltan muchas cosas y sobre todo lo principal, la vida, así también en las cosas sensibles el ser es una sombra del ser, privada del ser en sumo grado, que en el arquetipo era vida. Con todo, de aquí hemos podido separar del vivir el ser y del ser el vivir. Del ser, pues, hay muchas Formas y [un] género; pero el movimiento no debe colocarse ni bajo el ser ni sobre el ser, sino con el ser, hallado en él no como en un sujeto: pues es acto suyo, y ninguno de los dos [se da] sin el otro sino por consideración mental, y las dos naturalezas son una: pues el ser está en acto, no en potencia. Y si tomas cada uno por separado, aparecerá movimiento en el ser y ser en el movimiento, como también, tratándose del uno que es, cada uno de los dos tenía al otro aparte; y sin embargo el pensamiento dice dos, y cada Forma, una doble unidad. Y si el movimiento se muestra en torno al ser sin desalojar la naturaleza de este, antes bien haciéndolo como perfecto en su ser, y si una naturaleza así permanece siempre en este modo de moverse, quien no introdujera además el reposo sería más absurdo que quien no concede el movimiento: pues la noción y la intelección del reposo en torno al ser está más a mano que la del movimiento; en efecto, lo que es según lo mismo, del mismo modo y con una sola razón, está allí. Sea, pues, también el reposo un género uno, distinto del movimiento, ya que incluso aparecería como su contrario. Que [el reposo] es distinto del ser sería claro de muchas maneras, y también porque, si fuera lo mismo que el ser, no sería más lo mismo que el ser que el movimiento. ¿Por qué, en efecto, el reposo es lo mismo que el ser y el movimiento no, siendo [el movimiento] una vida suya y un acto de la esencia y del ser mismo? Pero así como separábamos el movimiento del ser, como lo mismo y no lo mismo que él, y decíamos que ambos eran dos y de nuevo uno, del mismo modo separaremos el reposo del ser y de nuevo no lo separaremos, separándolo con el intelecto tanto como para poner otro género entre los entes. O bien, si redujéramos del todo a uno el reposo y el ser, diciendo que en nada difieren, y así también el ser respecto del movimiento, reuniremos en lo mismo el reposo y el movimiento, por medio del ser, y para nosotros el movimiento y el reposo serán uno.

8

ἀλλὰ χρὴ τρία ταῦτα τίθεσθαι, εἴπερ ὁ νοῦς χωρὶς ἕκαστον νοεῖ: ἅμα δὲ νοεῖ καὶ τίθησιν, εἴπερ νοεῖ, καὶ ἔστιν, εἴπερ νενόηται. οἷς μὲν γὰρ τὸ εἶναι μετὰ ὕλης ἐστί, τούτων οὐκ ἐν τῷ νῷ τὸ εἶναι: ἀλλ’ ἔστιν ἄυλα: ἃ δ’ ἐστὶν ἄυλα, εἰ νενόηται, τοῦτ̓ ἔστιν αὐτοῖς τὸ εἶναι. ἴδε δὴ νοῦν καθαρὸν καὶ βλέψον εἰς αὐτὸν ἀτενίσας, μὴ ὄμμασι τούτοις δεδορκώς. ὁρᾷς δὴ οὐσίας ἑστίαν καὶ φῶς ἐν αὐτῷ ἄυπνον καὶ ὡς ἕστηκεν ἐν αὑτῷ καὶ ὡς διέστηκεν ὁμοῦ ὄντα καὶ ζωὴν μένουσαν καὶ νόησιν οὐκ ἐνεργοῦσαν εἰς τὸ μέλλον, ἀλλ’ εἰς τὸ ἤδη, μᾶλλον δὲ τὸ ἀεὶ ἤδη καὶ τὸ παρὸν ἀεί, καὶ ὡς νοῶν ἐν ἑαυτῷ καὶ οὐκ ἔξω. ἐν μὲν οὖν τῷ νοεῖν ἡ ἐνέργεια καὶ ἡ κίνησις, ἐν δὲ τῷ ἑαυτὸν ἡ οὐσία καὶ τὸ ὄν: ὢν γὰρ νοεῖ καὶ ὄντα ἑαυτὸν καὶ εἰς ὃ οἷον ἐπερείδετο ὄν. ἡ μὲν γὰρ ἐνέργεια ἡ εἰς αὑτὸν οὐκ οὐσία, εἰς ὃ δὲ καὶ ἀφ̓ οὗ τὸ ὄν: τὸ γὰρ βλεπόμενον τὸ ὄν, οὐχ ἡ βλέψις: ἔχει δὲ καὶ αὕτη τὸ εἶναι, ὅτι ἀφ̓ οὗ καὶ εἰς ὃ ὄν. ἐνεργείᾳ δὲ ὄν, οὐ δυνάμει, συνάπτει πάλιν αὖ τὰ δύο καὶ οὐ χωρίζει, ἀλλὰ ποιεῖ ἑαυτὸν ἐκεῖνο κἀκεῖνο ἑαυτόν. ὂν δὲ τὸ πάντων ἑδραιότατον καὶ περὶ ὃ τὰ ἄλλα τὴν στάσιν ὑπεστήσατο καὶ ἔχει οὐκ ἐπακτόν, ἀλλ’ ἐξ αὑτοῦ καὶ ἐν αὑτῷ. ἔστι δὲ καὶ εἰς ὃ λήγει ἡ νόησις οὐκ ἀρξαμένη στάσις, καὶ ἀφ̓ οὗ ὥρμηται οὐχ ὁρμήσασα στάσις: οὐ γὰρ ἐκ κινήσεως κίνησις οὐδ’ εἰς κίνησιν. ἔτι δὲ ἡ μὲν ἰδέα ἐν στάσει πέρας οὖσα νοῦ, ὁ δὲ νοῦς αὐτῆς ἡ κίνησις, ὥστε ἓν πάντα, καὶ κίνησις καὶ στάσις, καὶ δἰ ὅλων ὄντα γένη καὶ ἕκαστον τῶν ὕστερόν τι ὂν καί τις στάσις καί τις κίνησις. τρία δὴ ταῦτα ἰδών τις, ἐν προσβολῇ τῆς τοῦ ὄντος φύσεως γεγενημένος, καὶ τῷ παῤ αὑτῷ ὄντι τὸ ὂν καὶ τοῖς ἄλλοις ἰδὼν τὰ ἄλλα, τὴν κίνησιν τὴν ἐν αὐτῷ τῇ ἐν αὑτῷ κινήσει, καὶ τῇ στάσει τὴν στάσιν, καὶ ταῦτα ἐκείνοις ἐφαρμόσας, ὁμοῦ μὲν γενομένοις καὶ οἷον συγκεχυμένοις συμμίξας οὐ διακρίνων, οἷον δ’ ὀλίγον διαστήσας καὶ ἐπισχὼν καὶ διακρίνας εἰσιδὼν ὂν καὶ στάσιν καὶ κίνησιν, τρία ταῦτα καὶ ἕκαστον ἕν, ἆῤ οὐχ ἕτερα ἀλλήλων εἴρηκε καὶ διέστησεν ἐν ἑτερότητι καὶ εἶδε τὴν ἐν τῷ ὄντι ἑτερότητα τρία τιθεὶς καὶ ἓν ἕκαστον, πάλιν δὲ ταῦτα εἰς ἓν καὶ ἐν ἑνὶ καὶ πάντα ἕν, εἰς ταὐτὸν αὖ συνάγων καὶ βλέπων ταυτότητα εἶδε γενομένην καὶ οὖσαν; οὐκοῦν πρὸς τρισὶν ἐκείνοις ἀνάγκη δύο ταῦτα προστιθέναι, ταὐτόν, θάτερον, ὥστε τὰ πάντα γένη γίγνεσθαι πέντε πᾶσι, καὶ ταῦτα διδόντα τοῖς μετὰ ταῦτα τὸ ἑτέροις καὶ ταὐτοῖς εἶναι: καί τι γὰρ ταὐτὸν καί τι ἕτερον ἕκαστον: ἁπλῶς γὰρ ταὐτὸν καὶ ἕτερον ἄνευ τοῦ τὶ ἐν γένει ἂν εἴη. καὶ πρῶτα δὲ γένη, ὅτι μηδὲν αὐτῶν κατηγορήσεις ἐν τῷ τί ἐστι. τὸ γὰρ ὂν κατηγορήσεις αὐτῶν: ὄντα γάρ: ἀλλ’ οὐχ ὡς γένος: οὐ γὰρ ὅπερ ὄν τι: οὐδ’ αὖ τῆς κινήσεως οὐδὲ τῆς στάσεως: οὐ γὰρ εἴδη τοῦ ὄντος: ὄντα γὰρ τὰ μὲν ὡς εἴδη αὐτοῦ, τὰ δὲ μετέχοντα αὐτοῦ: οὐδ’ αὖ τὸ ὂν μετέχον τούτων ὡς γενῶν αὐτοῦ, οὐδὲ γὰρ ἐπαναβέβηκεν αὐτῷ οὐδὲ πρότερα τοῦ ὄντος.

Pero hay que poner estos tres, si el Intelecto piensa cada uno por separado; y a la vez piensa y pone, si piensa, y [cada uno] es, si ha sido pensado. Pues aquellas cosas cuyo ser es con materia, su ser no está en el intelecto; pero [los inteligibles] son inmateriales; y las cosas que son inmateriales, si son pensadas, esto es para ellas el ser. Mira, pues, el Intelecto puro, y fija en él la mirada, sin haber visto con estos ojos. Ves entonces el hogar de la esencia y en él una luz sin sueño, y cómo está en sí mismo y cómo están distintos, a la vez, los entes, y una vida que permanece, y una intelección que no se ejerce hacia el futuro, sino hacia lo que ya es, o más bien hacia el siempre ya y el presente siempre, y cómo piensa en sí mismo y no fuera. En el pensar, pues, están el acto y el movimiento; en el [pensarse] a sí mismo, la esencia y el ser: pues, siendo, piensa, y piensa que él mismo es, y [piensa] el ser en el que, por así decir, se apoyaba. Pues el acto dirigido a sí mismo no es esencia, sino aquello hacia lo cual y desde lo cual [es] el ser: pues lo visto es el ser, no la visión; pero esta también tiene el ser, porque [es] desde lo que es y hacia lo que es. Y siendo en acto, no en potencia, une de nuevo los dos y no los separa, sino que se hace a sí mismo aquello, y aquello a sí mismo. Y el ser es lo más firme de todo, aquello en torno a lo cual las demás cosas fundaron el reposo, y lo tiene no adquirido, sino desde sí y en sí. Es también aquello en que termina la intelección, reposo que no comenzó, y aquello desde donde se ha lanzado, reposo que no se lanzó: pues no hay movimiento que provenga de un movimiento ni que vaya hacia un movimiento. Además, la Idea, que está en reposo como término del intelecto, y el intelecto, que es movimiento de ella: de modo que todo es uno, movimiento y reposo, y [son] géneros que existen a través de todo, y cada una de las cosas posteriores es algo que es, y algún reposo y algún movimiento. Quien, pues, haya visto estos tres, llegado a un contacto con la naturaleza del ser, y haya visto el ser con lo que en él mismo es ser, y los demás con lo demás —el movimiento que hay en él con el movimiento en sí mismo, y el reposo con el reposo—, y haya ajustado estos a aquellos, mezclándolos, surgidos juntos y casi confundidos, sin discernirlos, pero luego, habiéndolos como separado un poco, deteniéndose y discerniendo, haya visto ser, reposo y movimiento, estos tres y cada uno uno, ¿no ha dicho que son distintos entre sí, y los ha separado en la alteridad, y ha visto la alteridad en el ser, al poner tres y cada uno uno? Y de nuevo, reuniendo estos en uno, y en uno, y todos uno, y llevándolos otra vez a lo mismo y mirando, ¿no ha visto que la identidad se había producido y existía? Es necesario, pues, añadir a aquellos tres estos dos, lo mismo y lo otro, de modo que todos los géneros resultan ser cinco, y que estos dan a las cosas posteriores el ser otras y las mismas: pues cada una es algo mismo y algo otro; en efecto, lo mismo y lo otro tomados sin más, sin el «algo», estarían en el género. Y son géneros primeros, porque de ninguno de ellos predicarás nada en el «qué es». Pues predicarás de ellos el ser: pues son entes; pero no como género: pues [no son] precisamente un cierto ser; ni tampoco [predicarás el ser] del movimiento ni del reposo [como género]: pues no son Formas del ser: pues son entes, unos como Formas de él, otros como participando de él; ni a su vez participa el ser de estos como de géneros suyos, pues ni se han alzado por encima de él ni son anteriores al ser.✦

9

ἀλλ’ ὅτι μὲν ταῦτα γένη πρῶτα, ἐκ τούτων ἄν τις, ἴσως δὲ καὶ ἄλλων, βεβαιώσαιτο: ὅτι δὲ μόνα ταῦτα καὶ οὐκ ἄλλα πρὸς τούτοις, πῶς ἄν τις πιστεύσειε; διὰ τί γὰρ οὐ καὶ τὸ ἕν; διὰ τί δ’ οὐ τὸ ποσόν; καὶ τὸ ποιὸν δέ; τὸ δὲ πρός τι καὶ τὰ ἄλλα, ἅπερ ἤδη ἕτεροι κατηρίθμηνται; τὸ μὲν οὖν ἕν, εἰ μὲν τὸ πάντως ἕν, ᾧ μηδὲν ἄλλο πρόσεστι, μὴ ψυχή, μὴ νοῦς, μὴ ὁτιοῦν, οὐδενὸς ἂν κατηγοροῖτο τοῦτο, ὥστε οὐδὲ γένος: εἰ δὲ τὸ προσὸν τῷ ὄντι, ἐφ̓ οὗ τὸ ἓν ὂν λέγομεν, οὐ πρώτως ἓν τοῦτο. ἔτι ἀδιάφορον ὂν αὑτοῦ πῶς ἂν ποιήσειεν εἴδη; εἰ δὲ τοῦτο μή, οὐ γένος. πῶς γὰρ καὶ διαιρήσεις; διαιρῶν γὰρ πολλὰ ποιήσεις: ὥστε αὐτὸ τὸ ἓν πολλὰ ἔσται καὶ ἀπολεῖ ἑαυτό, εἰ ἐθέλοι γένος εἶναι. ἔπειτά τι προσθήσεις διαιρῶν εἰς εἴδη: οὐ γὰρ ἂν εἶεν διαφοραὶ ἐν τῷ ἕν, ὥσπερ εἰσὶ τῆς οὐσίας. ὄντος μὲν γὰρ δέχεται ὁ νοῦς εἶναι διαφοράς, ἑνὸς δὲ πῶς; εἶτα ἑκάστοτε μετὰ τῆς διαφορᾶς δύο τιθεὶς ἀναιρεῖς τὸ ἕν, ἐπείπερ πανταχοῦ ἡ μονάδος προσθήκη τὸ πρότερον ποσὸν ἀφανίζει. εἰ δέ τις λέγοι τὸ ἐπὶ τῷ ὄντι ἓν καὶ το ἐπὶ κινήσει ἓν καὶ τοῖς αλλοις. κοινὸν εἶναι, εἰς μὲν ταὐτὸν ἄγων τὸ ὂν καὶ τὸ ἕν, ἐν ᾧ λόγῳ τὸ ὂν οὐκ ἐποίει τῶν ἄλλων γένος, ὅτι μὴ ὅπερ [ὂν] ὄντα, ἀλλ’ ἕτερον τρόπον ὄντα, οὕτως οὐδὲ τὸ ἓν κοινὸν ἐπ’ αὐτῶν ἔσται, ἀλλὰ τὸ μὲν πρώτως, τὸ δὲ ἄλλως. εἰ δὲ μὴ πάντων λέγοι ποιεῖν, ἀλλὰ ἕν τι ἐφ̓ ἑαυτοῦ, ὥσπερ τὰ ἄλλα, εἰ μὲν ταὐτὸν αὐτῷ τὸ ὂν καὶ τὸ ὂν ἕν, ἤδη τοῦ ὄντος ἠριθμημένου ἐν τοῖς γένεσιν ὄνομα εἰσάγει: εἰ δὲ ἓν ἑκάτερον, τινὰ φύσιν λέγει, καὶ εἰ μὲν προστίθησί τι, ἓν λέγει, εἰ δὲ μηδέν, ἐκεῖνο, ὃ οὐδενὸς κατηγορεῖται, πάλιν αὖ λέγει. εἰ δὲ τὸ τῷ ὄντι συνόν, εἴπομεν μέν, ὅτι οὐ πρώτως ἓν λέγει. ἀλλὰ τί κωλύει πρώτως εἶναι τοῦτο ἐξῃρημένου: ἐκείνου τοῦ παντελῶς ἕν; καὶ γὰρ τὸ ὂν μετ’ ἐκεῖνο λέγομεν ὂν καὶ ὂν πρώτως ὄν. ἢ ὅτι οὐκ ἦν τὸ πρὸ αὐτοῦ ὂν ἤ, εἴπερ ἦν, οὐκ ἂν ἦν πρώτως [ὄν]: τούτου δὲ τὸ πρὸ αὐτοῦ ἕν. ἔπειτα χωρισθὲν τῇ νοήσει τοῦ ὄντος διαφορὰς οὐκ ἔχει: ἔπειτα ἐν τῷ ὄντι, εἰ μὲν ἐπακολούθημα αὐτοῦ, καὶ πάντων καὶ ὕστερον — πρότερον δὲ τὸ γένος: εἰ δὲ ἅμα, καὶ πάντων — τὸ δὲ γένος οὐχ ἅμα: εἰ δὲ πρότερον, ἀρχή τις καὶ αὐτοῦ μόνον: εἰ δὲ ἀρχὴ αὐτοῦ, οὐ γένος αὐτοῦ: εἰ δὲ μὴ αὐτοῦ, οὐδὲ τῶν ἄλλων: ἢ δέοι ἂν καὶ τὸ ὂν καὶ τῶν ἄλλων πάντων. ὅλως γὰρ ἔοικε τὸ ἓν ἐν τῷ ὄντι πλησιάζον τῷ ἑνὶ καὶ οἷον συνεκπῖπτον τῷ ὄντι, τοῦ ὄντος τὸ μὲν πρὸς ἐκεῖνο ἓν ὄντος, τὸ δὲ μετ’ ἐκεῖνο ὄντος, ὃ δύναται καὶ πολλὰ εἶναι, μένον αὐτὸ ἓν καὶ οὐ θέλον μερίζεσθαι οὐδὲ γένος εἶναι βούλεσθαι.

Pero que estos son géneros primeros, podría afirmarse a partir de estas razones, y quizá también de otras; en cambio, que lo son solo estos y no otros además de estos, ¿cómo podría alguien creerlo? ¿Por qué, en efecto, no también lo uno? ¿Por qué no la cantidad? ¿Y la cualidad? ¿Y la relación y los demás que otros ya han enumerado? En cuanto a lo uno, si es lo absolutamente Uno, al que nada otro se añade, ni alma, ni intelecto, ni cosa alguna, no se predicaría de nada, de modo que tampoco sería género; y si es lo que se añade al ser, aquello en lo que decimos «el uno que es», este no es uno en sentido primero. Además, siendo sin diferencia respecto de sí mismo, ¿cómo podría hacer Formas? Y si no [las hace], no es género. Pues ¿cómo dividirás? Al dividir harás muchos; de modo que lo Uno mismo será muchos y se destruirá a sí mismo, si quisiera ser género. Luego, al dividir en Formas, añadirás algo: pues no habría diferencias en lo uno, como las hay en la esencia. Del ser, en efecto, el intelecto admite que hay diferencias; del uno, ¿cómo? Luego, al poner cada vez dos con la diferencia, suprimes lo uno, puesto que en todas partes la adición de una unidad hace desaparecer la cantidad anterior. Y si alguien dijera que el uno que está en el ser, el uno que está en el movimiento y en los demás, es común, llevando a lo mismo el ser y el uno, entonces, por la misma razón por la que el ser no hacía género de los demás, porque no son [ser] como lo que es precisamente ser, sino que son de otro modo, así tampoco el uno será común en ellos, sino que uno lo será en sentido primero y otro de otra manera. Y si dijera que no lo hace de todos, sino que es un [género] uno por sí mismo, como los otros, entonces, si para él el ser y el ser uno son lo mismo, introduce un nombre cuando el ser ya ha sido contado entre los géneros; y si cada uno de los dos es uno, habla de cierta naturaleza, y si le añade algo, dice un uno [determinado], y si nada, dice de nuevo aquello que no se predica de nada. Y si [se trata de] lo que acompaña al ser, ya dijimos que no habla del uno en sentido primero. Pero ¿qué impide que este sea primero, una vez excluido aquel absolutamente Uno? Pues también decimos que el ser, después de aquel, es ser y ser primariamente. ¿O bien [lo impide] que lo anterior a él no era ser o, si lo era, él no sería ser primariamente? Y lo anterior a este es lo Uno. Luego, separado del ser por el pensamiento, no tiene diferencias; luego, en el ser, si es una consecuencia suya, lo es también de todos y es posterior —pero el género es anterior—; y si es a la vez, lo es también de todos —pero el género no es a la vez—; y si es anterior, es algún principio y solo de él; y si es principio de él, no es género de él; y si no [lo es] de él, tampoco de los demás: o bien tendría que serlo también del ser y de todos los demás. En general, en efecto, parece que lo uno, en el ser, se acerca a lo Uno y como que coincide con el ser, siendo una parte del ser uno en orden a aquel, y otra parte, ser tras aquel, que puede ser también muchos, mientras [lo uno] permanece él mismo uno y no quiere repartirse ni quiere ser género.✦

10

πῶς οὖν ἕκαστον τοῦ ὄντος ἕν; ἢ τῷ [τὸ] τὶ ἓν οὐχ ἕν: πολλὰ γὰρ ἤδη τὸ τὶ ἕν: ἀλλ’ ὁμωνύμως ἓν ἕκαστον τῶν εἰδῶν: τὸ γὰρ εἶδος πλῆθος, ὥστε ἓν ἐνταῦθα ὡς στρατὸς ἢ χορός. οὐ τοίνυν τὸ ἐκεῖ ἓν ἐν τούτοις, ὥστε οὐ κοινὸν τὸ ἓν οὐδὲ θεωροῖτο [ἂν] ἐν τῷ ὄντι καὶ τοῖς τὶ οὖσι τὸ αὐτό: ὥστε οὐ γένος τὸ ἕν: ἐπεὶ πᾶν γένος, καθ̓ οὗ ἀληθεύεται οὐκέτι καὶ τὰ ἀντικείμενα: καθ̓ οὗ δὲ παντὸς ὄντος ἀληθεύεται τὸ ἓν καὶ τὰ ἀντικείμενα, καθ̓ οὗ ἀληθεύσεται τὸ ἓν ὡς γένος, κατὰ τούτου ἔσται οὐχ ὡς γένος: ὥστε οὔτε τῶν πρώτων γενῶν ἀληθεύσεται ὡς γένος, ἐπείπερ καὶ τὸ ἓν ὂν οὐ μᾶλλον ἓν ἢ πολλά, οὐδέ τι τῶν ἄλλων γενῶν οὕτως ἕν, ὡς μὴ πολλά, οὔτε κατὰ τῶν ἄλλων τῶν ὑστέρων, ἃ πάντως πολλά. τὸ δ’ ὅλον γένος οὐδὲν ἕν: ὥστε, εἰ τὸ ἓν γένος, ἀπολεῖ τὸ εἶναι ἕν: οὐ γὰρ ἀριθμὸς τὸ ἕν: ἀριθμὸς δ’ ἔσται γενόμενον γένος. ἔτι τὸ ἓν ἀριθμῷ ἕν: εἰ γὰρ γένει ἕν, οὐ κυρίως ἕν. ἔτι ὥσπερ ἐν τοῖς ἀριθμοῖς τὸ ἓν οὐχ ὡς γένος κατ’ αὐτῶν, ἀλλ’ ἐνυπάρχειν μὲν λέγεται, οὐ γένος δὲ λέγεται, οὕτως οὐδ’ εἰ ἐν τοῖς οὖσι τὸ ἕν, γένος ἂν εἴη οὔτε τοῦ ὄντος οὔτε τῶν ἄλλων οὔτε τῶν πάντων. ἔτι ὥσπερ τὸ ἁπλοῦν ἀρχὴ μὲν ἂν εἴη τοῦ οὐχ ἁπλοῦ, οὐ μὴν τούτου καὶ γένος — ἁπλοῦν γὰρ ἂν εἴη καὶ τὸ μὴ ἁπλοῦν — οὕτω καὶ ἐπὶ τοῦ ἑνός, εἰ τὸ ἓν ἀρχή, οὐκ ἔσται τῶν μετ’ αὐτὸ γένος. ἔσται οὖν οὔτε τοῦ ὄντος οὔτε τῶν ἄλλων. ἀλλ’ εἴπερ ἔσται, τῶν ἓν ἑκάστων, οἷον εἴ τις ἀξιώσειε χωρίσαι ἀπὸ τῆς οὐσίας τὸ ἕν. τινῶν οὖν ἔσται. ὥσπερ γὰρ τὸ ὂν οὐ πάντων γένος, ἀλλὰ τῶν ὂν εἰδῶν, οὕτω καὶ τὸ ἓν τῶν ἓν ἑκάστων εἰδῶν. τίς οὖν διαφορὰ ἄλλου πρὸς ἄλλο καθ̓ ὃ ἕν, ὥσπερ ἄλλου πρὸς ἄλλο ὄντος διαφορά; ἀλλ’ εἰ συμμερίζεται τῷ ὄντι καὶ τῇ οὐσίᾳ καὶ τὸ ὂν τῷ μερισμῷ καὶ τῷ ἐν πολλοῖς θεωρεῖσθαι τὸ αὐτὸ γένος, διὰ τί οὐ καὶ τὸ ἓν τοσαῦτα φαινόμενον, ὅσα ἡ οὐσία, καὶ ἐπὶ τὰ ἴσα μεριζόμενον οὐκ ἂν εἴη γένος; ἢ πρῶτον οὐκ ἀνάγκη, εἴ τι ἐνυπάρχει πολλοῖς, γένος εἶναι οὔτε αὐτῶν, οἷς ἐνυπάρχει, οὔτε ἄλλων, οὐδ’ ὅλως, εἴ τι κοινόν, πάντως γένος. τὸ γοῦν σημεῖον ἐνυπάρχον ταῖς γραμμαῖς οὐ γένος οὔτε αὐτῶν οὔτε ὅλως, οὐδέ γε, ὥσπερ ἐλέγετο, τὸ ἐν τοῖς ἀριθμοῖς ἓν οὔτε τῶν ἀριθμῶν οὔτε τῶν ἄλλων. δεῖ γὰρ τὸ κοινὸν καὶ ἐν πολλοῖς καὶ διαφοραῖς οἰκείαις χρῆσθαι καὶ εἴδη ποιεῖν καὶ ἐν τῷ τί ἐστι: τοῦ δὲ ἑνὸς τίνες ἂν εἶεν διαφοραί; ἢ ποῖα γεννᾷ εἴδη; εἰ δὲ τὰ αὐτὰ εἴδη ποιεῖ, ἃ περὶ τὸ ὄν, καὶ τὸ αὐτὸ ἂν εἴη τῷ ὄντι, καὶ ὄνομα μόνον θάτερον, καὶ ἀρκεῖ τὸ ὄν.

¿Cómo es, entonces, uno cada uno de los [elementos] del ser? ¿O bien porque el «algo uno» no es uno? Pues el «algo uno» ya es muchos: pero cada una de las Formas es uno solo homónimamente; pues la Forma es pluralidad, de modo que «uno» aquí es como un ejército o un coro. No está, pues, en estas cosas el uno de allá, de modo que el uno no es común ni se vería lo mismo en el ser y en las cosas que son algo; así que el uno no es género. En efecto, todo género es tal que, de aquello de lo que se afirma verdaderamente, ya no se afirman también los opuestos; pero en todo ente del que se afirman verdaderamente el uno y los opuestos, de aquello de lo que se afirme el uno como género, de eso se afirmará no como género: de modo que no se afirmará de los géneros primeros como género, puesto que también el ser uno no es más uno que muchos, ni ninguno de los otros géneros es uno de modo que no sea muchos, ni tampoco [se afirmará] de los demás posteriores, que son del todo muchos. Y el género entero no es nada uno: de modo que, si lo uno es género, perderá el ser uno: pues lo uno no es número; pero será número al hacerse género. Además, lo uno es uno en número: pues si fuera uno en género, no sería uno en sentido propio. Además, así como en los números el uno no está [afirmado] de ellos como género, sino que se dice que está presente en ellos, y no se dice que sea género, así tampoco, si el uno está en los entes, sería género ni del ser, ni de los demás, ni de todos. Además, así como lo simple sería principio de lo no simple, pero no también género de ello —pues también lo no simple sería simple—, así también en el caso del uno: si el uno es principio, no será género de lo que viene después de él. No será, pues, [género] ni del ser ni de los demás. Pero si lo será, será de las cosas que son cada una una, como si alguien pretendiera separar de la esencia lo uno. Será, entonces, de algunas. Pues así como el ser no es género de todas las cosas, sino de las Formas que son ser, así también el uno [lo será] de las Formas que son cada una una. ¿Cuál es, pues, la diferencia de una respecto de otra en cuanto uno, como la hay de un ser respecto de otro ser? Pero si [el uno] se reparte con el ser y con la esencia, y el ser, por el reparto y por verse lo mismo en muchos, es género, ¿por qué no sería género también el uno, que aparece tantas veces como la esencia y se reparte en otras tantas? ¿O bien, en primer lugar, no es necesario que, si algo está presente en muchos, sea género ni de aquellos en que está presente ni de otros, ni, en general, que todo lo común sea sin más género? El punto, por ejemplo, presente en las líneas, no es género ni de ellas ni en absoluto, ni tampoco, como se decía, el uno que está en los números lo es de los números ni de los demás. Pues es preciso que lo común esté en muchos y se sirva de diferencias propias, y haga Formas, y esté también en el «qué es»: pero del uno, ¿cuáles serían las diferencias? ¿O qué Formas engendra? Y si hace las mismas Formas que las que hay en torno al ser, sería lo mismo que el ser, y uno de los dos sería solo un nombre, y basta el ser.

11

ἐπισκεπτέον δέ, πῶς ἐν τῷ ὄντι τὸ ἕν, καὶ πῶς ὁ λεγόμενος μερισμὸς καὶ ὅλως ὁ τῶν γενῶν, καὶ εἰ ὁ αὐτὸς ἢ ἄλλος ἑκάτερος. πρῶτον οὖν, πῶς ὅλως ἓν ἕκαστον ὁτιοῦν λέγεται καὶ ἔστιν, εἶτα εἰ ὁμοίως καὶ ἐν τῷ ἑνὶ ὄντι λέγομεν καὶ ὡς ἐκεῖ λέγεται. τὸ μὲν οὖν ἐπὶ πάντων ἓν οὐ ταὐτόν: οὕτε γὰρ ἐπὶ τῶν αἰσθητῶν ὁμοίως καὶ τῶν νοητῶν — ἀλλὰ γὰρ οὐδὲ τὸ ὄν — οὔτε ἐπὶ τῶν αἰσθητῶν πρὸς ἄλληλα ὁμοίως: οὐ γὰρ ταὐτὸν ἐν χορῷ καὶ στρατοπέδῳ καὶ νηὶ καὶ οἰκίᾳ οὐδὲ αὖ ἐν τούτοις καὶ ἐν τῷ συνεχεῖ. ἀλλ’ ὅμως πάντα τὸ αὐτὸ μιμεῖται, τυγχάνει δὲ τὰ μὲν πόρρωθεν, τὰ δὲ μᾶλλον, ἤδη δὲ καὶ ἀληθέστερον ἐν τῷ νῷ: ψυχὴ γὰρ μία καὶ ἔτι μᾶλλον νοῦς εἷς καὶ τὸ ὂν ἕν. ἆῤ οὖν ἐν ἑκάστῳ τὸ ὂν αὐτοῦ λέγοντες ἓν λέγομεν καὶ ὡς ἔχει ὄντος, οὕτω καὶ τοῦ ἑνός; ἢ συμβέβηκε μὲν τοῦτο, οὐ μέντοι καθ̓ ὃ ὂν καὶ ἕν, ἀλλ’ ἔστι μὴ ἧττον ὂν ὑπάρχον ἧττον εἶναι ἕν. οὐ γὰρ ἧττον στρατὸς ἢ χορὸς οἰκίας, ἀλλ’ ὅμως ἧττον ἕν. ἔοικεν οὖν τὸ ἐν ἑκάστῳ ἓν πρὸς ἀγαθὸν μᾶλλον βλέπειν, καὶ καθ̓ ὅσον τυγχάνει ἀγαθοῦ, κατὰ τοσοῦτον καὶ ἕν, καὶ τὸ μᾶλλον καὶ ἧττον τοῦ ἓν ἐν τούτῳ: εἶναι γὰρ θέλει ἕκαστον οὐχ ἁπλῶς, ἀλλὰ μετὰ τοῦ ἀγαθοῦ. διὰ τοῦτο καὶ τὰ μὴ ἓν ὡς δύναται σπεύδει ἓν γενέσθαι, τὰ μὲν φύσει αὐτῇ τῇ φύσει συνιόντα εἰς ταὐτὸν ἑνοῦσθαι αὑτοῖς θέλοντα: οὐ γὰρ ἀπ’ ἀλλήλων σπεύδει ἕκαστα, ἀλλ’ εἰς ἄλληλα καὶ εἰς αὑτά: καὶ ψυχαὶ πᾶσαι εἰς ἓν ἂν βούλοιντο ἰέναι μετὰ τὴν αὑτῶν οὐσίαν. καὶ ἀμφοτέρωθεν δὲ τὸ ἕν: καὶ γὰρ τὸ ἀφ̓ οὗ καὶ τὸ εἰς ὅ: καὶ γὰρ ἄρχεται ἀπὸ τοῦ ἓν καὶ σπεύδει εἰς τὸ ἕν: οὕτω γὰρ καὶ τὸ ἀγαθόν: οὐδὲ γὰρ ὑπέστη ἐν τοῖς οὖσιν ὁτιοῦν, ὑποστάν τε ἂν ἀνέχοιτο μὴ πρὸς τὸ ἓν τὴν σπουδὴν ἔχον. τὰ μὲν δὴ φύσει οὕτω: τὰ δὲ ἐν ταῖς τέχναις αὐτὴ ἑκάστη ἕκαστον πρὸς τοῦτο καθ̓ ὅσον δύναται καὶ ὡς δύναται ἐκεῖνα οὕτως ποιεῖ: τὸ δὲ ὂν μάλιστα πάντων τούτου τυγχάνει: ἐγγὺς γάρ: ὅθεν τὰ μὲν ἄλλα λέγεται ἃ λέγεται μόνον, οἷον ἄνθρωπος: καὶ γάρ, εἴ ποτε λέγοιμεν εἷς, πρὸς δύο λέγομεν: εἰ δὲ καὶ ἄλλως τὸ ἓν λέγομεν ἐπ’ αὐτοῦ, προστιθέντες λέγομεν. ἐπὶ δὲ τοῦ ὄντος λέγομεν τὸ ὅλον τοῦτο ἓν ὂν καὶ ἀξιοῦμεν ὡς ἓν ἐνδεικνύμενοι τὴν σφόδρα αὐτοῦ πρὸς τὸ ἀγαθὸν συνουσίαν. γίγνεται οὖν τὸ ἓν καὶ ἐν αὐτῷ ὡς ἀρχὴ καὶ τέλος, οὐχ ὡσαύτως δέ, ἀλλὰ ἄλλως, ὥστε καὶ τὸ πρότερον καὶ τὸ ὕστερον καὶ ἐν τῷ ἕν. τί οὖν τὸ ἐν αὐτῷ ἕν; οὐχὶ ὁμοίως ἐν ἅπασι τοῖς μέρεσι καὶ κοινὸν θεωρούμενον; ἢ πρῶτον μὲν καὶ ἐν ταῖς γραμμαῖς κοινὸν τὸ σημεῖον καὶ οὐ γένος τῶν γραμμῶν: καὶ ἐν τοῖς ἀριθμοῖς κοινὸν τὸ ἓν δὴ ἴσως τοῦτο καὶ οὐ γένος: οὐδὲ γὰρ ταὐτὸν τὸ ἓν τὸ ἐπ’ αὐτοῦ τοῦ ἓν τῷ ἐπὶ μονάδος καὶ δυάδος καὶ τῶν ἄλλων ἀριθμῶν. ἔπειτα καὶ ἐν τῷ ὄντι οὐδὲν κωλύει τὰ μὲν πρῶτα, τὰ δ’ ὕστερα εἶναι, καὶ τὰ μὲν ἁπλᾶ, τὰ δὲ σύνθετα εἶναι. καὶ εἰ ταὐτὸν δὲ ἐν πᾶσι τὸ ἓν τοῖς τοῦ ὄντος, διαφορὰ οὐκ οὖσα αὐτοῦ οὐδὲ εἴδη ποιεῖ: εἰ δὲ μὴ εἴδη, οὐδὲ γένος αὐτὸ δύναται εἶναι.

Hay que examinar cómo está lo Uno en el ser, y cómo se da la llamada división y, en general, la de los géneros, y si cada una de las dos es la misma o distinta. Primero, pues, cómo se dice y es uno, en general, cualquier cosa; luego, si también en el caso del ser uno decimos [«uno»] de modo semejante y si se dice como se dice allí. Ahora bien, el «uno» no es lo mismo en todas las cosas: ni es semejante en los sensibles y en los inteligibles —y, por lo demás, tampoco el ser—, ni es semejante entre los sensibles unos respecto de otros: pues no es lo mismo en un coro, un ejército, una nave y una casa, ni de nuevo en estos y en lo continuo. Sin embargo, todas estas cosas imitan lo mismo, y lo alcanzan unas desde lejos, otras más, y ya más verdaderamente en el Intelecto: pues el alma es una, y todavía más uno es el Intelecto, y uno el ser. ¿Acaso, entonces, al decir de cada cosa su ser, decimos [que es] uno, y según tiene del ser, así también tiene de lo uno? ¿O esto sucede, pero no en cuanto ser y uno, sino que es posible que, siendo no menos ser, [algo] sea menos uno? Pues un ejército o un coro no es menos [ser] que una casa, pero sin embargo es menos uno. Parece, pues, que el uno que hay en cada cosa mira más bien al bien, y que en cuanto alcanza el bien, en tanto es también uno, y que el más y el menos de lo uno están en esto: pues cada cosa quiere ser no simplemente, sino con el bien. Por eso también las cosas que no son una se afanan, como pueden, por llegar a ser una: las que lo son por naturaleza, convergiendo por la naturaleza misma hacia lo mismo, queriendo unirse consigo mismas; pues cada una no se afana por apartarse de las otras, sino por ir hacia las otras y hacia sí misma; y todas las almas querrían ir a lo uno, después de su propia esencia. Y lo Uno está de ambos lados: pues es aquello de donde [se parte] y aquello hacia donde [se va]; en efecto, [todo] comienza desde lo Uno y se afana hacia lo Uno; así es también el Bien: pues nada de lo que es subsistió, ni, habiendo subsistido, se sostendría si no tuviera su afán hacia lo uno. Así ocurre, pues, en las cosas naturales; y en las artes, cada arte hace cada cosa hacia esto, en cuanto puede y como puede, a imitación de aquello. Y el ser, más que todas las cosas, alcanza esto: pues está cerca. De ahí que de las otras cosas se diga solamente lo que se dice, por ejemplo «hombre»; y en efecto, si alguna vez decimos «uno», lo decimos en relación con dos; y si de otro modo decimos «uno» sobre él, lo decimos añadiendo. Pero del ser decimos que este todo es ser uno, y lo estimamos como uno, indicando su estrechísimo trato con el Bien. Se da, pues, lo uno también en él como principio y como fin, no del mismo modo sino de otro, de modo que también en lo uno hay anterior y posterior. ¿Qué es, entonces, el uno que está en él mismo? ¿No es lo que se contempla semejante y común en todas las partes? ¿O, primero, en las líneas el punto es común y no es género de las líneas; y en los números lo uno es común, y quizá tampoco esto es género? Pues no es lo mismo el uno que se dice del Uno mismo que el que se dice de la mónada, de la díada y de los demás números. Luego, también en el ser nada impide que unas cosas sean primeras y otras posteriores, y que unas sean simples y otras compuestas. Y aun si lo uno fuera lo mismo en todas las cosas del ser, al no ser diferencia suya, tampoco produce especies; y si no [produce] especies, tampoco puede ser género.✦

12

καὶ ταῦτα μὲν οὕτω. πῶς δὲ τοῖς ἀριθμοῖς τὸ ἀγαθὸν ἐν τῷ ἓν εἶναι ἕκαστον ἀψύχοις οὖσιν; ἢ κοινὸν τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ἀψύχων. εἰ δέ τις λέγοι μὴ εἶναι ὅλως αὐτούς, ἡμεῖς περὶ ὄντων εἴπομεν, καθ̓ ὃ ἓν ἕκαστον. εἰ δὲ τὸ σημεῖον ζητοῖεν πῶς ἀγαθοῦ μετέχει, εἰ μὲν καθ̓ αὑτὸ φήσουσιν εἶναι, εἰ μὲν ἄψυχον φήσουσι, τὸ αὐτὸ ὅπερ καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων ζητοῦσιν: εἰ δ’ ἐν ἄλλοις, οἷον ἐν κύκλῳ, τὸ ἀγαθὸν τὸ ἐκείνου τούτῳ καὶ ἡ ὄρεξις πρὸς τοῦτο καὶ σπεύδει ὡς δύναται διὰ τούτου ἐκεῖ. ἀλλὰ πῶς τὰ γένη ταῦτα; ἆρα καὶ τὰ κερματιζόμενα ἕκαστα; ἢ ὅλον ἐν ἑκάστῳ ὧν γένος. καὶ πῶς ἔτι ἕν; ἢ τὸ γένει ἓν ὡς ἐν πολλοῖς ὅλον. ἆῤ οὖν μόνον ἐν τοῖς μετέχουσιν; ἢ οὔ, ἀλλὰ καὶ καθ̓ αὑτὸ καὶ ἐν τοῖς μετέχουσιν. ἀλλ’ ἴσως σαφέστερον ἔσται ὕστερον.

Y esto es así. Pero ¿cómo está el bien, en los números, en que cada uno sea uno, siendo [los números] inanimados? ¿O esto es común también a las demás cosas inanimadas? Y si alguien dijera que ellos no son en absoluto, nosotros hemos hablado de cosas que son, en cuanto cada una es una. Y si preguntan cómo el punto participa del bien, si dicen que existe por sí mismo y que es inanimado, buscan lo mismo que respecto de las demás cosas de esa clase; y si [dicen que existe] en otras cosas, por ejemplo en el círculo, el bien de aquel [círculo] es también para este [punto], y el deseo [del punto] es hacia ello, y [el punto] se afana, como puede, hacia allí por medio de este. Pero ¿cómo son géneros estos? ¿Lo son también las cosas que se fragmentan, cada una de ellas? ¿O [el género] está entero en cada una de aquellas de las que es género? ¿Y cómo, entonces, sigue siendo uno? ¿O lo que es uno por género lo es como un todo en muchas cosas? ¿Está, pues, solamente en las que participan [de él]? ¿O no, sino que está tanto por sí mismo como en las que participan? Pero quizá resulte más claro después.

13

νῦν δέ, πῶς τὸ ποσὸν οὐκ ἐν τοῖς γένεσι τοῖς πρώτοις, καὶ αὖ τὸ ποιόν; ἢ ποσὸν μὲν οὐ πρῶτον μετὰ τῶν ἄλλων, ὅτι ἐκεῖνα μὲν ἅμα μετὰ τοῦ ὄντος. κίνησις γὰρ μετὰ τοῦ ὄντος ἐνεργείᾳ ὄντος ζωὴ αὐτοῦ οὖσα: καὶ στάσις ἐν αὐτῇ τῇ οὐσίᾳ συνεισῄει, μᾶλλον δὲ συνῆν τὸ εἶναι τούτοις ἑτέροις καὶ τοῖς αὐτοῖς, ὥστε συνορᾶσθαι καὶ ταῦτα. ἀριθμὸς δὲ ὕστερός τε ἐκείνων καὶ ἑαυτοῦ, καὶ τὸ ὕστερον παρὰ τοῦ προτέρου καὶ ἐφεξῆς ἀλλήλοις, καὶ ἐνυπάρχει τὰ ὕστερα ἐν τοῖς προτέροις: ὥστε ἐν μὲν τοῖς πρώτοις οὐκ ἂν καταριθμοῖτο: ζητητέον δέ, εἰ ὅλως γένος. τὸ μέντοι μέγεθος ἔτι μᾶλλον ὕστερον καὶ σύνθετον: ἀριθμὸς γὰρ ἐν τῷδε καὶ γραμμὴ ʽδύο τινἂ καὶ ἐπίπεδον ʽτρίἀ. εἰ μὲν οὖν παρὰ τοῦ ἀριθμοῦ ἔχει καὶ τὸ συνεχὲς μέγεθος τὸ ποσόν, τοῦ ἀριθμοῦ οὐκ ὄντος γένους πῶς ἂν τοῦτο ἔχοι; ἔνι δὲ καὶ ἐν τοῖς μεγέθεσι τὸ πρότερον καὶ τὸ ὕστερον. εἰ δὲ κοινὸν ἐπὶ ἀμφοῖν τὸ ποσοῖς, τί τοῦτό ἐστι ληπτέον, καὶ εὑρόντας θετέον γένος ὕστερον, οὐκ ἐν τοῖς πρώτοις: καὶ εἰ γένος μὴ ἐν τοῖς πρώτοις, εἴς τι ἀνακτέον τῶν πρώτων ἢ τῶν εἰς τὰ πρῶτα. δῆλον τοίνυν ἴσως, ὅτι ὅσον τι δηλοῖ ἡ τοῦ ποσοῦ φύσις καὶ μετρεῖ τὸ ὅσον ἑκάστου αὐτή τε ὅσον τι. ἀλλ’ εἰ κοινὸν ἐπ’ ἀριθμοῦ καὶ μεγέθους τὸ ὅσον, ἢ ὁ ἀριθμὸς πρῶτος, τὸ δὲ μέγεθος ἀπ’ ἐκείνου, ἢ ὅλως ὁ μὲν ἀριθμὸς ἐν μίξει κινήσεως καὶ στάσεως, τὸ δὲ μέγεθος κίνησίς τις ἢ ἐκ κινήσεως, τῆς μὲν κινήσεως εἰς ἀόριστον προιούσης, τῆς δὲ στάσεως ἐν τῇ ἐποχῇ τοῦ προιόντος μονάδα ποιούσης. ἀλλὰ περὶ γενέσεως ἀριθμοῦ καὶ μεγέθους, μᾶλλον δὲ ὑποστάσεως καὶ ἐπινοίας, ὕστερον θεωρητέον. τάχα γὰρ ὁ μὲν ἀριθμὸς ἐν τοῖς πρώτοις γένεσι, τὸ δὲ μέγεθος ὕστερον ἐν συνθέσει: καὶ ὁ μὲν ἀριθμὸς ἑστώτων, τὸ δὲ μέγεθος ἐν κινήσει. ἀλλὰ ταῦτα μὲν ὕστερον, ὥς φαμεν.

Ahora bien, ¿cómo es que la cantidad no está entre los géneros primeros, y a su vez la cualidad? La cantidad no es primera con los otros, porque aquellos [géneros] están a la vez con el ser. Pues el movimiento está con el ser, siendo vida suya en cuanto ser en acto; y el reposo entró junto con la esencia misma, o más bien el ser estaba con estos, con lo otro y lo mismo, de modo que también estos se ven a la vez. El número, en cambio, es posterior a aquellos y a sí mismo, y lo posterior viene de lo anterior y [los números] se siguen unos a otros, y lo posterior está contenido en lo anterior; de modo que entre los primeros no se contaría; y hay que investigar si es en absoluto un género. La magnitud, por su parte, es todavía más posterior y compuesta: pues [hay] número en esto, y la línea es (por así decir) dos y la superficie tres. Si, pues, también la magnitud continua tiene lo cuantitativo a partir del número, no siendo el número género, ¿cómo lo tendría? Pero también en las magnitudes hay anterior y posterior. Y si lo cuantitativo es común a ambos, hay que captar qué es esto y, una vez hallado, ponerlo como género posterior, no entre los primeros; y si es género no entre los primeros, hay que reducirlo a alguno de los primeros o de los que conducen a los primeros. Quizá sea, pues, claro que la naturaleza de lo cuantitativo manifiesta cuánto es algo y mide el cuánto de cada cosa, y que ella misma es cierto cuánto. Pero si el «cuánto» es común al número y a la magnitud, o bien el número es primero y la magnitud procede de él, o bien, en general, el número está en una mezcla de movimiento y reposo, y la magnitud es cierto movimiento o procede de un movimiento: el movimiento avanzando hacia lo indefinido y el reposo, con la detención de lo que avanza, produciendo la mónada. Pero sobre la generación del número y de la magnitud, o más bien sobre su hipóstasis y su concepción, hay que considerar después. Pues quizá el número esté entre los géneros primeros y la magnitud después, en la composición; y el número sea propio de lo que está en reposo, y la magnitud, en movimiento. Pero esto, después, como decimos.✦

14

περὶ δὲ τοῦ ποιοῦ, διὰ τί οὐκ ἐν τοῖς πρώτοις; ἣ ὅτι καὶ τοῦτο ὕστερον καὶ μετὰ τὴν οὐσίαν. δεῖ δὲ τὴν οὐσίαν παρακολουθοῦντα ταῦτα ἔχειν τὴν πρώτην, μὴ ἐκ τούτων δὲ τὴν σύστασιν ἔχειν, μηδὲ διὰ τούτων συμπληροῦσθαι: ἢ εἴη ἂν ὑστέρα ποιότητος καὶ ποσότητος. ἐν μὲν οὖν ταῖς συνθέτοις οὐσίαις καὶ ἐκ πολλῶν, ἐν αἷς καὶ ἀριθμοὶ καὶ ποιότητες διαλλαγὴν ἐποίησαν αὐτῶν, καὶ ποιότητες εἶεν ἂν καὶ κοινότης τις ἐν αὐταῖς θεωρηθήσεται: ἐν δὲ τοῖς πρώτοις γένεσι τὴν διαίρεσιν οὐχ ἁπλῶν καὶ συνθέτων δεῖ ποιεῖσθαι, ἀλλ’ ἁπλῶν καὶ τῶν τὴν οὐσίαν συμπληρούντων, οὐ τὴν τινὰ οὐσίαν. τὴν μὲν γὰρ τινὰ οὐσίαν συμπληροῦσθαι καὶ ἐκ ποιότητος οὐδὲν ἴσως ἄτοπον, ἐχούσης ἤδη τὴν οὐσίαν πρὸ τῆς ποιότητος, τὸ δὲ τοιόνδε ἔξωθεν, αὐτὴν δὲ τὴν οὐσίαν ἃ ἔχει οὐσιώδη ἔχειν. καίτοι ἐν ἄλλοις ἠξιοῦμεν τὰ μὲν τῆς οὐσίας συμπληρωτικὰ ὁμωνύμως ποιὰ εἶναι, τὰ δ’ ἔξωθεν μετὰ τὴν οὐσίαν ὑπάρχοντα ποιά, καὶ τὰ μὲν ἐν ταῖς οὐσίαις ἐνεργείας αὐτῶν, τὰ δὲ μετ’ αὐτὰς ἤδη πάθη: νῦν δὲ λέγομεν οὐκ οὐσίας ὅλως εἶναι συμπληρωτικὰ τὰ τῆς τινὸς οὐσίας: οὐ γὰρ οὐσίας προσθήκη γίνεται τῷ ἀνθρώπῳ, καθ̓ ὃ ἄνθρωπος, εἰς οὐσίαν: ἀλλ’ ἔστιν οὐσία ἄνωθεν, πρὶν ἐπὶ τὴν διαφορὰν ἐλθεῖν, ὥσπερ καὶ ζῷον ἤδη, πρὶν ἐπὶ τὸ λογικὸν ἥκειν.

Y sobre la cualidad, ¿por qué no está entre los primeros? Porque también esta es posterior y viene después de la esencia. Y la esencia primera debe tenerlos como concomitantes, pero no recibir de ellos su constitución ni completarse mediante ellos; de lo contrario sería posterior a la cualidad y a la cantidad. En las esencias compuestas y formadas de muchas cosas, en las que también los números y las cualidades produjeron diferencia entre ellas, habrá cualidades y se verá en ellas cierta comunidad; pero en los géneros primeros no hay que hacer la división entre simples y compuestos, sino entre simples y lo que completa la esencia, no la esencia determinada. Pues que la esencia determinada se complete también a partir de la cualidad quizá no sea absurdo, teniendo ya la esencia antes de la cualidad, y [viniendo] lo «tal» desde fuera, mientras que la esencia misma tiene como esenciales las cosas que tiene. Y sin embargo, en otros lugares sosteníamos que lo que completa la esencia es «cualitativo» solo de modo homónimo, y que lo que sobreviene desde fuera, después de la esencia, es cualitativo; y que lo que está en las esencias son actos de ellas, y lo que viene después de ellas, ya afecciones. Ahora, en cambio, decimos que lo que completa la esencia determinada no completa en absoluto la esencia: pues no hay una adición de esencia para el hombre, en cuanto hombre, hacia la esencia; sino que [el hombre] es esencia desde arriba, antes de llegar a la diferencia, como ya es animal antes de llegar a lo racional.✦

15

πῶς οὖν τὰ τέτταρα γένη συμπληροῖ τὴν οὐσίαν οὔπω ποιὰν οὐσίαν ποιοῦντα; οὐδὲ γὰρ τινά. ὅτι μὲν οὖν τὸ ὂν πρῶτον, εἴρηται, καὶ ὡς ἡ κίνησις οὐκ ἂν εἴη ἄλλο οὐδ’ ἡ στάσις οὐδὲ θάτερον οὐδὲ ταὐτόν, δῆλον: καὶ ὅτι οὐ ποιότητα ἐνεργάζεται ἡ κίνησις αὕτη, ἴσως μὲν φανερόν, λεχθὲν δὲ μᾶλλον ποιήσει σαφέστερον. εἰ γὰρ ἡ κίνησις ἐνέργειά ἐστιν αὐτῆς, ἐνέργεια δὲ τὸ ὂν καὶ ὅλως τὰ πρῶτα, οὐκ ἂν συμβεβηκὸς εἴη ἡ κίνησις, ἀλλ’ ἐνέργεια οὖσα ἐνεργείᾳ ὄντος οὐδ’ ἂν συμπληρωτικὸν ἔτι λέγοιτο, ἀλλ’ αὐτή: ὥστε οὐκ ἐμβέβηκεν εἰς ὕστερόν τι οὐδ’ εἰς ποιότητα, ἀλλ’ εἰς τὸ ἅμα τέτακται. οὐ γὰρ ἔστιν ὄν, εἶτα κεκίνηται, οὐδὲ ἔστιν ὄν, εἶτα ἔστη: οὐδὲ πάθος ἡ στάσις, καὶ ταὐτὸν δὲ καὶ θάτερον οὐχ ὕστερα, ὅτι μὴ ὕστερον ἐγένετο πολλά, ἀλλ’ ἦν ὅπερ ἦν ἓν πολλά: εἰ δὲ πολλά, καὶ ἑτερότης, καὶ εἰ ἓν πολλά, καὶ ταυτότης. καὶ ταῦτα εἰς τὴν οὐσίαν ἀρκεῖ: ὅταν δὲ μέλλῃ πρὸς τὰ κάτω προιέναι, τότε ἄλλα, ἃ οὐκέτι οὐσίαν ποιεῖ, ἀλλὰ ποιὰν οὐσίαν καὶ ποσὴν οὐσίαν, καὶ γιγνέσθω γένη οὐ πρῶτα.

¿Cómo, entonces, los cuatro géneros completan la esencia sin hacer todavía una esencia cualificada? Pues ni siquiera una determinada. Que el ser es primero, ya se ha dicho; y es claro que el movimiento no sería otra cosa, ni el reposo, ni lo otro, ni lo mismo; y que este movimiento no produce cualidad, quizá sea manifiesto, pero dicho lo hará más claro. Pues si el movimiento es acto de ella [la esencia], y el ser es acto, y en general los [géneros] primeros, el movimiento no sería un accidente, sino que, siendo acto del ser en acto, ni siquiera se diría ya «completivo», sino que es ella misma; de modo que no ha ido a parar a algo posterior ni a la cualidad, sino que está ordenado en lo simultáneo. Pues no es primero ser y luego se ha movido, ni es primero ser y luego se ha detenido; ni el reposo es una afección; y lo mismo y lo otro no son posteriores, porque no llegaron a ser muchos después, sino que era lo que era: uno-muchos; y si muchos, hay también alteridad, y si uno-muchos, también identidad. Y esto basta para la esencia; pero cuando [ella] haya de avanzar hacia lo de abajo, entonces [vienen] otras cosas, que ya no hacen esencia, sino esencia cualificada y esencia cuantificada, y que sean géneros no primeros.

16

τὸ δὲ πρός τι παραφυάδι ἐοικὸς πῶς ἂν ἐν πρώτοις; ἑτέρου γὰρ πρὸς ἕτερον καὶ οὐ πρὸς αὑτὸ ἡ σχέσις καὶ πρὸς ἄλλο. ποῦ δὲ καὶ πότε ἔτι πόρρω: τό τε γὰρ ποῦ ἄλλο ἐν ἄλλῳ, ὥστε. δύο: τὸ δὲ γένος ἓν δεῖ εἶναι, οὐ σύνθεσιν: καὶ οὐδὲ τόπος ἐκεῖ: νῦν δὲ ὁ λόγος περὶ τῶν ὄντων κατὰ ἀλήθειαν: ὅ τε χρόνος εἰ ἐκεῖ, σκεπτέον. μᾶλλον δὲ ἴσως οὔ. εἰ δὲ καὶ μέτρον καὶ οὐχ ἁπλῶς μέτρον, ἀλλὰ κινήσεως, δύο καὶ σύνθετον τὸ ὅλον καὶ κινήσεως ὕστερον, ὥστε οὐχ ὅπου κίνησις ἐν ἴσῃ διαιρέσει. τὸ δὲ ποιεῖν καὶ τὸ πάσχειν ἐν κινήσει. εἰ ἄρα ἐκεῖ τὸ πάσχειν καὶ τὸ ποιεῖν, [τὸ ποιεῖν] δὲ δύο, ὁμοίως καὶ τὸ πάσχειν: οὐδέτερον οὖν ἁπλοῦν. καὶ τὸ ἔχειν δύο καὶ τὸ κεῖσθαι ἄλλο ἐν ἄλλῳ οὕτως, ὥστε τρία.

Y la relación, semejante a un brote [adventicio], ¿cómo estaría entre los primeros? Pues la relación es de uno con otro, y no consigo mismo, sino con otra cosa. Y el dónde y el cuándo están aún más lejos: pues el dónde es una cosa en otra, de modo que son dos; y el género debe ser uno, no una composición; y tampoco hay lugar allí: ahora el discurso es sobre los seres en verdad. En cuanto al tiempo, si está allí, hay que examinarlo; o más bien quizá no. Y si [el tiempo] es también medida, y no simplemente medida sino medida del movimiento, el todo es dos y compuesto y posterior al movimiento, de modo que no [está] donde hay movimiento, en igual división. Y el hacer y el padecer están en el movimiento. Si, pues, allí están el padecer y el hacer, y [el hacer] es dos, igualmente el padecer; ninguno de los dos es, por tanto, simple. Y el tener es dos, y el estar situado, una cosa en otra, de tal modo que [son] tres.

17

ἀλλὰ τὸ καλὸν καὶ τὸ ἀγαθὸν καὶ αἱ ἀρεταὶ διὰ τί οὐκ ἐν τοῖς πρώτοις, ἐπιστήμη, νοῦς; ἢ τὸ μὲν ἀγαθόν, εἰ τὸ πρῶτον, ἣν δὴ λέγομεν τὴν τοῦ ἀγαθοῦ φύσιν, καθ̓ ἧς οὐδὲν κατηγορεῖται, ἀλλ’ ἡμεῖς μὴ ἔχοντες ἄλλως σημῆναι οὕτω λέγομεν, γένος οὐδενὸς ἂν εἴη. οὐ γὰρ κατ’ ἄλλων λέγεται ἢ ἦν ἂν καθ̓ ὧν λέγεται ἕκαστον ἐκεῖνο λεγόμενον: καὶ πρὸ οὐσίας δὲ ἐκεῖνο, οὐκ ἐν οὐσίᾳ. εἰ δ’ ὡς ποιὸν τὸ ἀγαθόν, ὅλως τὸ ποιὸν οὐκ ἐν τοῖς πρώτοις. τί οὖν; ἡ τοῦ ὄντος φύσις οὐκ ἀγαθόν; ἢ πρῶτον μὲν ἄλλως καὶ οὐκ ἐκείνως, ὡς τὸ πρῶτον: καὶ ἔστιν ἀγαθὸν οὐχ ὡς ποιόν, ἀλλ’ ἐν αὐτῷ. ἀλλὰ καὶ τὰ ἄλλα ἔφαμεν γένη ἐν αὐτῷ, καὶ διότι κοινόν τι ἦν ἕκαστον καὶ ἐν πολλοῖς ἑωρᾶτο, γένος. εἰ οὖν καὶ τὸ ἀγαθὸν ὁρᾶται ἐφ̓ ἑκάστῳ μέρει τῆς οὐσίας ἢ τοῦ ὄντος ἢ ἐπὶ τοῖς πλείστοις, διὰ τί οὐ γένος καὶ ἐν τοῖς πρώτοις; ἢ ἐν ἅπασι τοῖς μέρεσιν οὐ ταὐτόν, ἀλλὰ πρώτως καὶ δευτέρως καὶ ὑστέρως: ἢ γὰρ ὅτι θάτερον παρὰ θατέρου, τὸ ὕστερον παρὰ τοῦ προτέρου, ἢ ὅτι παῤ ἑνὸς πάντα τοῦ ἐπέκεινα, ἄλλα ἄλλως κατὰ φύσιν τὴν αὐτῶν μεταλαμβάνει. εἰ δὲ δὴ καὶ γένος ἐθέλοι τις θέσθαι, ὕστερον: ὕστερον γὰρ τῆς οὐσίας καὶ τοῦ τί ἐστι τὸ εἶναι αὐτὸ ἀγαθόν, κἂν ἀεὶ συνῇ, ἐκεῖνα δὲ ἦν τοῦ ὄντος ᾗ ὂν καὶ εἰς τὴν οὐσίαν. ἐντεῦθεν γὰρ καὶ τὸ ἐπέκεινα τοῦ ὄντος, ἐπειδὴ τὸ ὂν καὶ ἡ οὐσία οὐ δύναται μὴ πολλὰ εἶναι, ἀλλὰ ἀνάγκη αὐτὸ ἔχειν ταῦτα [τὰ] ἠριθμημένα γένη καὶ εἶναι ἓν πολλά. εἰ μέντοι τὸ ἀγαθὸν τὸ ἐν τῷ ὄντι μὴ ὀκνοῖμεν λέγειν τὴν ἐνέργειαν αὐτοῦ τὴν κατὰ φύσιν πρὸς τὸ ἕν, τοῦτο [δ’] εἶναι τὸ ἀγαθὸν αὐτοῦ, ἵν’ ἐκεῖθεν ἀγαθοειδὲς ᾖ, ἔσται τὸ ἀγαθὸν τοῦτο ἐνέργεια πρὸς τὸ ἀγαθόν: τοῦτο δὲ ἡ ζωὴ αὐτοῦ: τοῦτο δὲ ἡ κίνησις, ἣ ἤδη ἐστὶν ἕν τι τῶν γενῶν.

Pero lo bello, el Bien y las virtudes, la ciencia, el Intelecto, ¿por qué no están entre los primeros? El Bien, si es lo primero —eso que llamamos la naturaleza del Bien, de la cual nada se predica, sino que nosotros, al no tener otro modo de significarla, así la llamamos—, no sería género de nada. Pues no se dice de otras cosas; de lo contrario, cada una de aquellas de las que se dice sería aquello mismo que se dice. Y aquello está antes de la esencia, no en la esencia. Y si el bien es como una cualidad, la cualidad, en general, no está entre los primeros. ¿Qué, entonces? ¿La naturaleza del ser no es un bien? Primero, [lo es] de otro modo y no como aquel, que es lo primero; y es bueno no como cualidad, sino en sí mismo. Pero dijimos que también los otros géneros están en él, y que, porque cada uno era algo común y se veía en muchas cosas, [era] género. Si, pues, también el bien se ve en cada parte de la esencia o del ser, o en la mayoría, ¿por qué no es género, también entre los primeros? ¿O [es porque] no es lo mismo en todas las partes, sino de manera primera, segunda y posterior? Pues sea porque una cosa viene de otra, lo posterior de lo anterior, sea porque todas [vienen] de lo Uno que está más allá, unas participan de un modo y otras de otro, según su propia naturaleza. Y si alguien quisiera además ponerlo como género, sería posterior: pues el ser bueno es posterior a la esencia y al qué es [la cosa], aunque siempre la acompañe, mientras que aquellos [géneros] eran propios del ser en cuanto ser y para la esencia. Pues de aquí viene también lo que está más allá del ser, ya que el ser y la esencia no pueden no ser muchos, sino que es necesario que tengan estos géneros enumerados y que sean uno-muchos. Si, sin embargo, no vacilamos en llamar el bien que está en el ser a su acto conforme a la naturaleza hacia lo Uno, y [decimos] que este es su bien, para que desde allí tenga forma de bien, este bien será acto hacia el Bien; y esto es su vida; y esto es el movimiento, que ya es uno de los géneros.✦

18

περὶ δὲ τοῦ καλοῦ, εἰ μὲν ἐκεῖνο ἡ πρώτη καλλονή, τὰ αὐτὰ ἂν καὶ παραπλήσια λέγοιτο τοῖς ἐπὶ τοῦ ἀγαθοῦ λόγοις: καὶ εἰ τὸ ἐπὶ τῇ ἰδέᾳ οἷον ἀποστίλβον, ὅτι μὴ τὸ αὐτὸ ἐν πᾶσι, καὶ ὅτι ὕστερον τὸ ἀποστίλβειν. εἰ δὲ οὐκ ἄλλο τι τὸ καλὸν ἢ ἡ οὐσία αὐτή, ἐν τῇ οὐσίᾳ εἴρηται. εἰ δὲ πρὸς ἡμᾶς τοὺς ὁρῶντας τῷ τοιόνδε πάθος ποιεῖν ἐστι, τοῦτο τὸ ἐνεργεῖν κίνησις, καὶ εἰ πρὸς ἐκεῖνο ἡ ἐνέργεια, κίνησις. ἔστι δὲ καὶ ἡ ἐπιστήμη αὐτοκίνησις ὄψις οὖσα τοῦ ὄντος καὶ ἐνέργεια, ἀλλ’ οὐχ ἕξις: ὥστε καὶ αὐτὴ ὑπὸ τὴν κίνησιν, εἰ δὲ βούλει, ὑπὸ τὴν στάσιν, ἢ καὶ ὑπ’ ἄμφω: εἰ δὲ ὑπ’ ἄμφω, ὡς μικτόν: εἰ τοῦτο, ὕστερον τὸ μικτόν. ὁ δὲ νοῦς ὂν νοοῦν καὶ σύνθετον ἐκ πάντων οὐχ ἕν τι τῶν γενῶν: καὶ ἔστιν ὁ ἀληθινὸς νοῦς ὂν μετὰ πάντων καὶ ἤδη πάντα τὰ ὄντα, τὸ δὲ ὂν μόνον ψιλὸν εἰς γένος λαμβανόμενον στοιχεῖον αὐτοῦ. δικαιοσύνη δὲ καὶ σωφροσύνη καὶ ὅλως ἀρετὴ ἐνέργειαί τινες νοῦ πᾶσαι: ὥστε οὐκ ἐν πρώτοις, καὶ ὕστερα γένους καὶ εἴδη.

Sobre lo bello: si aquello es la belleza primera, se dirían las mismas cosas, o semejantes, que en los razonamientos sobre el Bien; y si es lo que, por así decir, resplandece sobre la Idea, [se diría] que no es lo mismo en todas y que el resplandecer es posterior. Y si lo bello no es otra cosa que la esencia misma, ya se ha dicho al hablar de la esencia. Pero si es en relación con nosotros, los que vemos, por producir [en nosotros] una afección de cierta clase, este actuar es movimiento, y si la actividad es hacia aquello, [es] movimiento. Y también la ciencia es automovimiento, siendo visión del ser y acto, pero no hábito; de modo que también ella cae bajo el movimiento, o, si quieres, bajo el reposo, o bajo ambos; y si bajo ambos, como algo mixto; y si es así, lo mixto es posterior. El Intelecto, siendo ser que intelige y compuesto de todos, no es uno de los géneros; y el verdadero Intelecto es ser con todos y ya todos los seres, mientras que el ser solo, desnudo, tomado como género, es un elemento suyo. La justicia, la moderación y, en general, la virtud son todas ellas ciertos actos del Intelecto; de modo que no están entre los primeros, y son posteriores al género, y especies.

19

γένη δὴ ὄντα τὰ τέτταρα ταῦτα καὶ πρῶτα ἆρα καθ̓ αὑτὸ ἕκαστον εἴδη ποιεῖ; οἷον τὸ ὂν διαιροῖτο ἂν ἤδη ἐφ̓ ἑαυτοῦ ἄνευ τῶν ἄλλων; ἢ οὔ: ἐπειδὴ ἔξωθεν τοῦ γένους λαβεῖν δεῖ τὰς διαφοράς, καὶ εἶναι μὲν τοῦ ὄντος διαφορὰς ᾗ ὄν, οὐ μέντοι τὰς διαφορὰς αὐτό. πόθεν οὖν ἕξει; οὐ γὰρ δὴ ἐκ τῶν οὐκ ὄντων. εἰ δὴ ἐξ ὄντων, ἦν δὲ τὰ γένη τὰ τρία τὰ λοιπά, δηλονότι ἐκ τούτων καὶ μετὰ τούτων προστιθεμένων καὶ συνδυαζομένων καὶ ἅμα γινομένων. ἀλλὰ ἅμα γινόμενα τοῦτο δὴ ἐποίει τὸ ἐκ πάντων. πῶς οὖν τὰ ἄλλα ἐστὶ μετὰ τὸ ἐκ πάντων; καὶ πῶς γένη πάντα ὄντα εἴδη ποιεῖ; πῶς δὲ ἡ κίνησις εἴδη κινήσεως; καὶ ἡ στάσις καὶ τὰ ἄλλα; ἐπεὶ κἀκεῖνο δεῖ παραφυλάττειν, ὅπως μὴ ἀφανίζοιτο ἕκαστον ἐν τοῖς εἴδεσι, μηδ’ αὖ τὸ γένος κατηγορούμενον ᾖ μόνον, ὡς ἐν ἐκείνοις θεωρούμενον, ἀλλ’ ᾖ [ἐν] ἐκείνοις ἅμα καὶ ἐν αὑτῷ καὶ μιγνύμενον αὖ καθαρόν, καὶ μὴ μιγνύμενον ὑπάρχῃ, μηδ’ ἄλλοις συντελοῦν εἰς οὐσίαν αὑτὸ ἀπολλύῃ. περὶ μὲν δὴ τούτων σκεπτέον. ἐπεὶ δὲ ἔφαμεν τὸ ἐκ πάντων τῶν ὄντων νοῦν εἶναι ἕκαστον, πρὸ δὲ πάντων, ὡς εἰδῶν καὶ μερῶν, τὸ ὂν καὶ τὴν οὐσίαν τιθέμεθα νοῦν εἶναι, τὸν ἤδη νοῦν ὕστερον λέγομεν εἶναι: καὶ δὴ ταύτην τὴν ἀπορίαν χρήσιμον πρὸς τὸ ζητούμενον ποιησώμεθα καὶ οἷον παραδείγματι χρησάμενοι εἰς γνῶσιν τῶν λεγομένων αὑτοὺς ἐμβιβάζωμεν.

Siendo, pues, géneros estos cuatro, y primeros, ¿hace cada uno por sí mismo especies? Por ejemplo, ¿podría el ser dividirse ya por sí mismo, sin los otros? ¿O no? Puesto que las diferencias hay que tomarlas desde fuera del género, y aunque haya diferencias del ser en cuanto ser, él mismo no es las diferencias. ¿De dónde, pues, las tendrá? Pues no, por cierto, de lo que no es. Y si de lo que es, y los géneros restantes eran los otros tres, evidentemente [las tendrá] de estos y con estos, añadiéndose, emparejándose y haciéndose a la vez. Pero haciéndose a la vez producían precisamente esto: lo [compuesto] de todos. ¿Cómo, entonces, los otros están después de lo [compuesto] de todos? ¿Y cómo, siendo todos géneros, hacen especies? ¿Cómo el movimiento hace especies de movimiento? ¿Y el reposo y los demás? Pues también hay que vigilar aquello: que cada uno no se desvanezca en las especies, ni, a su vez, el género sea solamente predicado, como visto en aquellas, sino que esté [en] aquellas y a la vez en sí mismo, y que, mezclándose, a su vez [siga siendo] puro, y exista también sin mezclarse, y no se pierda a sí mismo contribuyendo a la esencia de otros. Sobre esto, pues, hay que investigar. Y puesto que dijimos que lo [formado] a partir de todos los seres es, cada uno, Intelecto, y [que] antes de todos, como de Formas y partes, ponemos el ser y la esencia como Intelecto, decimos que el Intelecto ya [constituido] es posterior; hagamos, pues, útil esta aporía para lo que se busca y, sirviéndonos de algo así como un modelo, introduzcámonos en el conocimiento de lo dicho.

20

λάβωμεν οὖν τὸν μὲν εἶναι νοῦν οὐδὲν ἐφαπτόμενον τῶν ἐν μέρει οὐδ’ ἐνεργοῦντα περὶ ὁτιοῦν, ἵνα μὴ τὶς νοῦς γίγνοιτο, ὥσπερ ἐπιστήμη πρὸ τῶν ἐν μέρει εἰδῶν, καὶ ἡ ἐν εἴδει δὲ ἐπιστήμη πρὸ τῶν ἐν αὐτῇ μερῶν: πᾶσα μὲν οὐδὲν τῶν ἐν μέρει δύναμις πάντων, ἕκαστον δὲ ἐνεργείᾳ ἐκεῖνο, καὶ δυνάμει δὲ πάντα, καὶ ἐπὶ τῆς καθόλου ὡσαύτως: αἱ μὲν ἐν εἴδει, αἳ ἐν τῇ ὅλῃ δυνάμει κεῖνται, αἳ δὴ τὸ ἐν εἴδει λαβοῦσαι δυνάμει εἰσὶν ἡ ὅλη — κατηγορεῖται γὰρ ἡ πᾶσα, οὐ μόριον τῆς πάσης: αὐτήν γε μὴν δεῖ ἀκέραιον ἐφ̓ ἑαυτῆς εἶναι — οὕτω δὴ ἄλλως μὲν νοῦν τὸν ξύμπαντα εἰπεῖν εἶναι πρὸ τῶν καθέκαστον ἐνεργείᾳ ὄντων, ἄλλως δὲ ἑκάστους, τοὺς μὲν ἐν μέρει ἐκ πάντων πληρωθέντας, τὸν δὲ ἐπὶ πᾶσι νοῦν χορηγὸν μὲν τοῖς καθ̓ ἕκαστα, δύναμιν δὲ αὐτῶν εἶναι καὶ ἔχειν ἐν τοῖς καθόλου ἐκείνους, ἐκείνους τε αὖ ἐν τοῖς ἐν μέρει οὖσιν ἔχειν τὸν καθόλου, ὡς ἡ τὶς ἐπιστήμη τὴν ἐπιστήμην: καὶ εἶναι καὶ καθ̓ αὑτὸν τὸν μέγαν νοῦν καὶ ἑκάστους αὖ ἐν αὑτοῖς ὄντας, καὶ ἐμπεριέχεσθαι αὖ τοὺς ἐν μέρει τῷ ὅλῳ καὶ τὸν ὅλον τοῖς ἐν μέρει, ἑκάστους δὲ ἐφ̓ ἑαυτῶν καὶ ἐν ἄλλῳ καὶ ἐφ̓ ἑαυτοῦ ἐκεῖνον καὶ ἐν ἐκείνοις, καὶ ἐν ἐκείνῳ μὲν πάντας ἐφ̓ ἑαυτοῦ ὄντι δυνάμει, ἐνεργείᾳ ὄντι τὰ πάντα ἅμα, δυνάμει δὲ ἕκαστον χωρίς, τοὺς δ’ αὖ ἐνεργείᾳ μὲν ὃ εἰσί, δυνάμει δὲ τὸ ὅλον. καθ̓ ὅσον μὲν γὰρ τοῦτο ὃ λέγονταί εἰσιν, ἐνεργείᾳ εἰσὶν ἐκεῖνο ὃ λέγονται: ᾗ δ’ ἐν γένει ἐκείνῳ, δυνάμει ἐκεῖνο: ὁ δ’ αὖ, ᾗ μὲν γένος, δύναμις πάντων τῶν ὑπ’ αὐτὸν εἰδῶν καὶ οὐδὲν ἐνεργείᾳ ἐκείνων, ἀλλὰ πάντα ἐν αὐτῷ ἥσυχα: ᾗ δὲ ὅ ἐστι πρὸ τῶν εἰδῶν ἐνεργείᾳ, τῶν οὐ καθ̓ ἕκαστα. δεῖ δή, εἴπερ ἐνεργείᾳ ἔσονται, οἷον ἐν εἴδει, τὴν ἀπ’ αὐτοῦ ἐνέργειαν αἰτίαν γίγνεσθαι.

Supongamos, pues, que uno [de los intelectos] es el Intelecto que no toca nada de lo particular ni actúa sobre cosa alguna, para que no llegue a ser un intelecto determinado, a la manera como la ciencia está antes de las Formas particulares, y la ciencia que está en una Forma [está] antes de las partes que hay en ella. Toda ciencia, en cuanto tal, no es ninguna de las [ciencias] particulares, sino potencia de todas, mientras que cada una de ellas es en acto aquello que es, y en potencia todas; y lo mismo ocurre en la [ciencia] universal. Las [ciencias] que están en una Forma están puestas en potencia en la [ciencia] total, y estas, tomando lo que está en la Forma, son en potencia la [ciencia] total (pues se predica «la total», no es una parte de la total; ella misma, en cambio, debe ser íntegra por sí misma). Así, pues, de un modo cabe decir que el Intelecto universal es anterior a los que existen en acto cada uno en particular, y de otro modo cada uno de [estos intelectos]: los particulares, llenos desde todos; y el Intelecto que está sobre todos, proveedor de los particulares, es potencia de ellos y los tiene en lo universal; y a su vez aquellos tienen al universal en los [intelectos] que son particulares, como la ciencia particular tiene la ciencia. Y el gran Intelecto es también por sí mismo, y cada uno de los otros está a su vez en sí mismo; los particulares están comprendidos en el todo y el todo en los particulares; cada uno de ellos, por sí mismo y en otro, y aquel, por sí mismo y en aquellos. Y en aquel, que es por sí mismo, están todos en potencia, siendo él en acto todas las cosas a la vez, y en potencia cada una por separado; los otros, en cambio, son en acto lo que son, y en potencia el todo. Pues en cuanto son esto que se dice que son, son en acto aquello que se dice; pero en cuanto están en aquel género, son aquello en potencia. Y aquel, a su vez, en cuanto género, es potencia de todas las Formas que están bajo él y no es en acto ninguna de ellas, sino que todas están en él en quietud; pero en cuanto es en acto lo que es antes de las Formas, [lo es] de las que no son particulares. Es necesario, pues, si ellas van a ser en acto, como en una Forma, que la actividad que procede de él se convierta en causa.

21

πῶς οὖν μένων αὐτὸς ἓν τῷ λόγῳ τὰ ἐν μέρει ποιεῖ; τοῦτο δὲ ταὐτὸν [τῷ] πῶς ἐκ τῶν τεττάρων ἐκείνων τὰ λεγόμενα ἐφεξῆς. ὅρα τοίνυν ἐν τούτῳ [τῷ] μεγάλῳ νῷ καὶ ἀμηχάνῳ, οὐ πολυλάλῳ ἀλλὰ πολύνῳ νῷ, τῷ πάντα νῷ καὶ ὅλῳ καὶ οὐ μέρει οὐδὲ τινὶ νῷ, ὅπως ἔνι τὰ πάντα ἐξ αὐτοῦ. ἀριθμὸν δὴ πάντως ἔχει ἐν τούτοις οἷς ὁρᾷ, καὶ ἔστι δὲ ἓν καὶ πολλά, καὶ ταῦτα δὲ δυνάμεις καὶ θαυμασταὶ δυνάμεις, οὐκ ἀσθενεῖς, ἀλλ’ ἅτε καθαραὶ οὖσαι μέγισταί εἰσι καὶ οἷον σφριγῶσαι καὶ ἀληθῶς δυνάμεις, οὐ τὸ μέχρι τινὸς ἔχουσαι: ἄπειροι τοίνυν καὶ ἀπειρία καὶ τὸ μέγα. τοῦτο τοίνυν τὸ μέγα σὺν τῷ ἐν αὐτῷ καλῷ τῆς οὐσίας καὶ τῇ περὶ αὐτὸ ἀγλαίᾳ καὶ τῷ φωτὶ ὡς ἐν νῷ ὄντα ἰδὼν ὁρᾷς καὶ τὸ ποιὸν ἤδη ἐπανθοῦν, μετὰ δὲ τοῦ συνεχοῦς τῆς ἐνεργείας μέγεθος προφαινόμενον τῇ σῇ προσβολῇ ἐν ἡσύχῳ κείμενον. ἑνὸς δὲ καὶ δύο ὄντων καὶ τριῶν, καὶ τὸ μέγεθος τριττὸν ὂν καὶ τὸ ποσὸν πᾶν. τοῦ δὲ ποσοῦ ἐνορωμένου καὶ τοῦ ποιοῦ καὶ ἄμφω εἰς ἓν ἰόντων καὶ οἷον γινομένων καὶ σχῆμα ὅρα. εἰσπίπτοντος δὲ τοῦ θατέρου καὶ διαιροῦντος καὶ τὸ ποσὸν καὶ τὸ ποιὸν σχημάτων τε διαφοραὶ καὶ ποιότητες ἄλλαι: καὶ ταυτότης μὲν συνοῦσα ἰσότητα ποιεῖ εἶναι, ἑτερότης δὲ ἀνισότητα ἐν ποσῷ, ἔν τε ἀριθμῷ ἔν τε μεγέθει, ἐξ ὧν καὶ κύκλους: καὶ τετράγωνα καὶ τὰ ἐξ ἀνίσων σχήματα, ἀριθμούς τε ὁμοίους καὶ ἀνομοίους, περιττούς τε καὶ ἀρτίους. οὖσα γὰρ ἔννους ζωὴ καὶ ἐνέργεια οὐκ ἀτελὴς οὐδὲν παραλείπει ὧν εὑρίσκομεν νῦν νοερὸν ἔργον ὄν, ἀλλὰ πάντα ἔχει ἐν τῇ αὐτῆς δυνάμει ὄντα αὐτὰ ἔχουσα καὶ ὡς ἂν νοῦς ἔχοι. ἔχει δὲ νοῦς ὡς ἐν νοήσει: νοήσει δὲ οὐ τῇ ἐν διεξόδῳ: παραλέλειπται δὲ οὐδὲν τῶν ὅσα λόγοι, ἀλλ’ ἔστιν εἷς οἷον λόγος, μέγας, τέλειος, πάντας περιέχων, ἀπὸ τῶν πρώτων αὑτοῦ ἐπεξιών, μᾶλλον δὲ ἀεὶ ἐπεξελθών, ὥστε μηδέποτε τὸ ἐπεξιέναι ἀληθὲς εἶναι. ὅλως γὰρ πανταχοῦ, ὅσα ἄν τις ἐκ λογισμοῦ λάβῃ ἐν τῇ φύσει ὄντα, ταῦτα εὑρήσει ἐν νῷ ἄνευ λογισμοῦ ὄντα, ὥστε νομίζειν τὸ ὂν νοῦν λελογισμένον οὕτω ποιῆσαι, οἷον καὶ ἐπὶ τῶν λόγων τῶν τὰ ζῷα ποιούντων: ὡς γὰρ: ἂν ὁ ἀκριβέστατος λογισμὸς λογίσαιτο ὡς ἄριστα, οὕτως ἔχει πάντα ἐν τοῖς λόγοις πρὸ λογισμοῦ οὖσι. τί [οὖν] χρὴ προσδοκᾶν ἐν τοῖς πρὸ φύσεως καὶ τῶν λόγων τῶν ἐν αὐτῇ ἀνωτέρω εἶναι; ἐν οἷς γὰρ ἡ οὐσία οὐκ ἄλλο τι ἢ νοῦς, καὶ οὐκ ἐπακτὸν οὔτε τὸ ὂν αὐτοῖς οὔτε ὁ νοῦς, ἀμογητὶ ἂν εἴη ἄριστα ἔχον, εἴπερ κατὰ νοῦν κείσεται, καὶ τοῦτο ὄν, ὃ θέλει νοῦς καὶ ἔστι: διὸ καὶ ἀληθινὸν καὶ πρῶτον: εἰ γὰρ παῤ ἄλλου, ἐκεῖνο νοῦς. σχημάτων δὴ πάντων ὀφθέντων ἐν τῷ ὄντι καὶ ποιότητος ἁπάσης — ἦν γὰρ οὐ τίς: οὐδὲ γὰρ ἦν εἶναι μίαν τῆς θατέρου φύσεως ἐνούσης, ἀλλὰ μία καὶ πολλαί: καὶ γὰρ ταυτότης ἦν: ἓν δὲ καὶ πολλά, καὶ ἐξ ἀρχῆς τὸ τοιοῦτον ὄν, ὥστε ἐν πᾶσιν εἴδεσι τὸ ἓν καὶ πολλά: μεγέθη δὴ διάφορα καὶ σχήματα διάφορα καὶ ποιότητες διάφοροι: οὐ γὰρ οὐδὲ θεμιτὸν ἦν παραλελεῖφθαι οὐδέν, τέλειον γὰρ ἐκεῖ τὸ πᾶν ἢ οὐκ ἂν ἦν πᾶν — καὶ ζωῆς ἐπιθεούσης, μᾶλλον δὲ συνούσης πανταχοῦ, πάντα ἐξ ἀνάγκης ζῷα ἐγίνετο, καὶ ἦν καὶ σώματα ὕλης καὶ ποιότητος οὐσῶν. γενομένων δὲ πάντων ἀεὶ καὶ μενόντων καὶ ἐν τῷ εἶναι αἰῶνι περιληφθέντων, χωρὶς μὲν ἑκάστων ἃ ἔστιν ὄντων, ὁμοῦ δ’ αὖ ἐν ἑνὶ ὄντων, ἡ πάντων ἐν ἑνὶ ὄντων οἷον συμπλοκὴ καὶ σύνθεσις νοῦς ἐστι: καὶ ἔχων μὲν τὰ ὄντα ἐν αὑτῷ ζῷόν ἐστι παντελὲς καὶ ὃ ἔστι ζῷον, τῷ δ’ ἐξ αὐτοῦ ὄντι παρέχων ἑαυτὸν ὁρᾶσθαι νοητὸν γενόμενος ἐκείνῳ δίδωσιν ὀρθῶς λέγεσθαι.

¿Cómo, entonces, permaneciendo él mismo uno en [su] razón, produce lo particular? Esto es lo mismo que [preguntar] cómo [se producen] a partir de aquellos cuatro [géneros] las cosas que se dicen a continuación. Mira, pues, en este gran Intelecto, inabarcable, no de muchas palabras sino de mucha inteligencia, el Intelecto de todas las cosas, y total, no parte ni un intelecto determinado, cómo están en él todas las cosas a partir de él. Tiene, sin duda, número en estas cosas que ve; y es uno y muchos; y estas [cosas] son potencias, potencias admirables, no débiles sino, por ser puras, grandísimas, como rebosantes de savia y verdaderamente potencias, que no tienen un «hasta cierto punto»: infinitas, pues, e infinitud y lo grande. Así, viendo este «grande», junto con lo bello que hay en él, el de la esencia, y el esplendor que lo rodea y la luz, como estando en el Intelecto, ves también la cualidad floreciendo ya por encima, y, con la continuidad del acto, la magnitud que se muestra ante tu mirada, puesta en quietud. Y siendo uno, y dos, y tres, la magnitud es también triple, y toda cantidad. Y cuando se ven a la vez la cantidad y la cualidad, y ambas van a una sola y como que llegan a ser [una], ve también la figura. Al irrumpir lo otro y dividir tanto la cantidad como la cualidad, [surgen] diferencias de figuras y otras cualidades; y la identidad, al estar presente, hace que haya igualdad, y la alteridad, desigualdad en la cantidad, tanto en el número como en la magnitud; de ellas [proceden] también los círculos, los cuadrados y las figuras de lados desiguales, y números semejantes y desemejantes, impares y pares. Pues siendo vida dotada de intelecto y actividad no imperfecta, no omite nada de lo que hallamos ahora como obra intelectual, sino que lo tiene todo, teniéndolo en su propia potencia, y lo tiene como lo tendría un intelecto. Y el Intelecto lo tiene como en intelección, pero en una intelección no discursiva. No se ha omitido nada de cuanto son razones, sino que hay como una sola razón, grande, perfecta, que lo abarca todo, que procede desde sus primeros [principios], o más bien que ha procedido siempre, de modo que nunca es verdad que esté procediendo. Pues, en general, todo lo que uno obtenga por razonamiento como existente en la naturaleza, lo hallará en el Intelecto sin razonamiento, de modo que se pensaría que el ser, siendo Intelecto, lo hizo así tras haberlo calculado, como en el caso de las razones que producen los animales: pues como lo calcularía de la mejor manera el razonamiento más exacto, así lo tiene todo en las razones, que existen antes del razonamiento. ¿Qué cabe, pues, esperar en lo que está antes de la naturaleza y de las razones que hay en ella, y es superior? Porque en aquellos [seres] en los que la esencia no es otra cosa que Intelecto, y ni el ser ni el Intelecto les son adventicios, estaría sin esfuerzo en el mejor estado, si es que va a estar dispuesto conforme al Intelecto, y siendo esto lo que el Intelecto quiere y es; por eso es verdadero y primero; pues si [proviniera] de otro, aquel [otro] sería el Intelecto. Así, vistas todas las figuras en el ser y toda cualidad (pues no era un «alguien»; ni era posible que fuera uno solo, estando presente la naturaleza de lo otro, sino uno y muchos; pues también había identidad; y uno y muchos, y desde el principio tal era el ser, de modo que en todas las Formas [hay] lo uno y lo múltiple): magnitudes diversas, figuras diversas, cualidades diversas (pues tampoco era lícito que se omitiera nada, ya que allí el todo es perfecto o no sería todo); y corriendo por encima la vida, o más bien estando presente por doquier, todas las cosas llegaban a ser necesariamente vivientes, y había también cuerpos, al haber materia y cualidad. Y habiendo llegado a ser todas las cosas siempre, y permaneciendo y estando abarcadas en el ser por la eternidad, existiendo cada una por separado lo que es, y estando a la vez juntas en uno, el como entrelazamiento y composición de todas ellas en uno es el Intelecto; y teniendo los seres en sí mismo, es un viviente completo y lo que es el Viviente; y al ofrecerse a ser visto por lo que procede de él, hecho inteligible, concede a aquel ser dicho con rectitud.✦

22

καὶ ᾐνιγμένως Πλάτωνι τὸ ʽᾗπερ οὖν νοῦς ἐνούσας ἰδέας ἐν τῷ παντελεῖ ζῴῳ οἷαί τε ἔνεισι καὶ ὅσαι καθορᾆ. ἐπεὶ καὶ ψυχὴ μετὰ νοῦν, καθ̓ ὅσον ψυχὴ ἔχουσα ἐν αὑτῇ, ἐν τῷ πρὸ αὑτῆς βέλτιον καθορᾷ: καὶ ὁ νοῦς ἡμῶν ἔχων [ἐν αὑτῷ] ἐν τῷ πρὸ αὑτοῦ βέλτιον καθορᾷ: ἐν μὲν γὰρ αὑτῷ καθορᾷ μόνον, ἐν δὲ τῷ πρὸ αὑτοῦ καὶ καθορᾷ, ὅτι καθορᾷ. ὁ δὴ νοῦς οὗτος, ὅν φαμεν καθορᾶν, οὐκ ἀπαλλαγεὶς τοῦ πρὸ αὐτοῦ ἐξ αὐτοῦ ὤν, ἅτε ὢν ἐξ ἑνὸς πολλὰ καὶ τὴν τοῦ θατέρου φύσιν συνοῦσαν ἔχων, εἷς πολλὰ γίνεται. εἷς δὲ νοῦς τὰ πολλὰ ὢν καὶ τοὺς πολλοὺς νοῦς ποιεῖ ἐξ ἀνάγκης τῆς τοιαύτης. ὅλως δὲ οὐκ ἔστι τὸ ἓν ἀριθμῷ λαβεῖν καὶ ἄτομον: ὅ τι γὰρ ἂν λάβῃς, εἶδος: ἄνευ γὰρ ὕλης. διὸ καὶ τοῦτο αἰνιττόμενος ὁ Πλάτων εἰς ἄπειρά φησι κατακερματίζεσθαι τὴν οὐσίαν. ἕως μὲν γὰρ εἰς ἄλλο εἶδος, οἷον ἐκ γένους, οὔπω ἄπειρον: περατοῦται γὰρ τοῖς γεννηθεῖσιν εἴδεσι: τὸ δ’ ἔσχατον εἶδος, ὃ μὴ διαιρεῖται εἰς εἴδη, μᾶλλον ἄπειρον. καὶ τοῦτό ἐστι τὸ ʽτότε δὲ ἤδη εἰς τὸ ἄπειρον μεθέντα ἐᾶν χαίρειν̓. ἀλλ’ ὅσον μὲν ἐπ’ αὐτοῖς, ἄπειρα: τῷ δὲ ἑνὶ περιληφθέντα εἰς ἀριθμὸν ἔρχεται ἤδη. νοῦς μὲν οὖν ἔχει τὸ μεθ̓ ἑαυτὸν ψυχήν, ὥστε ἐν ἀριθμῷ εἶναι καὶ ψυχὴν μέχρι τοῦ ἐσχάτου αὐτῆς, τὸ δὲ ἔσχατον αὐτῆς ἤδη ἄπειρον παντάπασι. καὶ ἔστι νοῦς μὲν ὁ τοιοῦτος μέρος, καίπερ τὰ πάντα ἔχων, καὶ ὁ πᾶς καὶ οἱ αὐτοῦ μέρη ἐνεργείᾳ ὄντα αὐτοῦ ὄντος μέρους, ψυχὴ δὲ μέρος μέρους, ἀλλ’ ὡς ἐνέργεια ἐξ αὐτοῦ: ὅτε μὲν γὰρ ἐν αὑτῷ ἐνεργεῖ, τὰ ἐνεργούμενα οἱ ἄλλοι νοῖ, ὅτε δὲ ἐξ αὑτοῦ, ψυχή. ψυχῆς δὲ ἐνεργούσης ὡς γένους ἢ εἴδους αἱ ἄλλαι ψυχαὶ ὡς εἴδη: καὶ τούτων αἱ ἐνέργειαι διτταί. ἡ μὲν γὰρ πρὸς τὸ ἄνω νοῦς, ἡ δὲ πρὸς τὸ κάτω αἱ ἄλλαι δυνάμεις κατὰ λόγον: ἡ δὲ ἐσχάτη ὕλης ἤδη ἐφαπτομένη καὶ μορφοῦσα καὶ τὸ κάτω αὐτῆς τὸ ἄλλο πᾶν οὐ κωλύει εἶναι ἄνω. ἢ καὶ τὸ κάτω λεγόμενον αὐτῆς ἴνδαλμά ἐστιν αὐτῆς, οὐκ ἀποτετμημένον δέ, ἀλλ’ ὡς τὰ ἐν τοῖς κατόπτροις, ἕως ἂν τὸ ἀρχέτυπον παρῇ ἔξω. δεῖ δὲ λαβεῖν, πῶς τὸ ἔξω. καὶ μέχρι τοῦ πρὸ τοῦ εἰδώλου ὁ νοητὸς κόσμος ἅπας τέλειος ἐκ πάντων νοητῶν, ὥσπερ ὅδε μίμημα ὢν ἐκείνου, καθ̓ ὅσον οἷόν τε ἀποσώζειν εἰκόνα ζῴου, ζῷον αὐτό, ὡς τὸ γεγραμμένον ἢ τὸ ἐν ὕδατι φάντασμα τοῦ πρὸ ὕδατος καὶ γραφῆς δοκοῦντος εἶναι. τὸ δὲ μίμημα τὸ ἐν γραφῇ καὶ ὕδατι οὐ τοῦ συναμφοτέρου, ἀλλὰ τοῦ ἑτέρου τοῦ μορφωθέντος ὑπὸ θατέρου. νοητοῦ τοίνυν εἰκὼν ἔχουσα ἰνδάλματα οὐ τοῦ πεποιηκότος, ἀλλὰ τῶν περιεχομένων ἐν τῷ πεποιηκότι, ὧν καὶ ἄνθρωπος καὶ ἄλλο πᾶν ζῷον: ζῷον δὲ καὶ τοῦτο καὶ τὸ πεποιηκός, ἄλλως ἑκάτερον καὶ ἄμφω ἐν νοητῷ.

Y enigmáticamente [dice] Platón: «según las Ideas que el Intelecto ve contenidas en el Viviente completo, cuáles y cuántas hay en él». Pues también el alma, después del Intelecto, en cuanto alma que las tiene en sí, las ve mejor en lo que está antes de ella; y nuestro intelecto, teniéndolas [en sí], las ve mejor en lo que está antes de él: en sí mismo, en efecto, solo ve, pero en lo que le precede ve también que ve. Este Intelecto, del que decimos que ve, sin haberse separado de lo que está antes de él, siendo [procedente] de él, por ser desde lo uno muchos y tener presente la naturaleza de lo otro, siendo uno se hace muchos. Y siendo un solo Intelecto los muchos, hace también los muchos intelectos por una necesidad semejante. En general, no es posible tomar lo uno como uno en número e indivisible: pues cualquier cosa que tomes es Forma, ya que [es] sin materia. Por eso también Platón, insinuando esto, dice que la esencia se fragmenta en infinitos [fragmentos]. Pues mientras [se divide] en otra Forma, como a partir de un género, aún no es infinito: pues queda delimitado por las Formas engendradas; pero la última Forma, la que no se divide en Formas, es más infinita. Y esto es lo de «entonces ya, dejándolos ir a lo infinito, despedirse de ellos». Pero, en cuanto depende de ellos, son infinitos; mas, abarcados por lo uno, entran ya en el número. El Intelecto, pues, tiene lo que viene tras él, el alma, de modo que también el alma está en número hasta su extremo, y su extremo es ya totalmente infinito. Y un Intelecto así es parte, aunque tenga todas las cosas, y el [Intelecto] entero y sus partes son en acto, siendo él mismo una parte; y el alma, parte de una parte, pero como acto que procede de él: pues cuando actúa en sí mismo, lo actuado son los otros intelectos; cuando [actúa] desde sí mismo, [es] alma. Y actuando el alma como género o como Forma, las otras almas son como Formas; y las actividades de estas son dobles: la que va hacia arriba es intelecto; la que va hacia abajo, las otras potencias según razón; y la última, tocando ya la materia y dándole forma, no impide que todo lo demás de ella esté arriba. O bien lo llamado «abajo» de ella es un reflejo de ella, no cortado, sino como lo [que hay] en los espejos, mientras el arquetipo esté presente fuera. Y hay que entender cómo [es] ese «fuera». Y hasta lo anterior al reflejo, todo el mundo inteligible es perfecto, de todos los inteligibles, así como este [mundo] es copia de aquel, en cuanto es posible conservar la imagen de un viviente: [aquel es] el Viviente en sí, como lo pintado o la apariencia en el agua de lo que parece ser anterior al agua y a la pintura. Pero la copia en la pintura y en el agua no es del compuesto de ambos, sino de uno solo, el que ha sido conformado por el otro. Imagen, pues, de lo inteligible, que tiene reflejos no del que la hizo, sino de lo contenido en el que la hizo, de los cuales [son] el hombre y todo otro viviente; y viviente es también esto [el cosmos] y lo que lo ha hecho, cada uno de otro modo, y ambos en lo inteligible.✦

Fuente del texto original: Texto griego: edición de R. Volkmann (Leipzig, Teubner, 1883–1884, dominio público), transcripción digital de Open Greek and Latin (First1KGreek), CC BY-SA 4.0. La columna griega se distribuye con esa misma licencia.