Saltar al contenido
OriGen Biblioteca de Conciencia Activa Mis notas EN
‹ Plotino: Enéadas
Filosofía y hermetismo · Plotino: Enéadas

Enéada III, 2 · Sobre la providencia, primero

ΠΕΡΙ ΠΡΟΝΟΙΑΣ ΠΡΩΤΟΝ

1

Τὸ μὲν τῷ αὐτομάτῳ καὶ τύχῃ διδόναι τοῦδε τοῦ παντὸς τὴν οὐσίαν καὶ σύστασιν ὡς ἄλογον καὶ ἀνδρὸς οὔτε νοῦν οὔτε αἴσθησιν κεκτημένου, δῆλόν που καὶ πρὸ λόγου καὶ πολλοὶ ἱκανοὶ καταβέβληνται δεικνύντες τοῦτο λόγοι: τὸ δὲ τίς ὁ τρόπος τοῦ ταῦτα γίνεσθαι ἕκαστα καὶ πεποιῆσθαι, ἐξ ὧν καὶ ἐνίων ὡς οὐκ ὀρθῶς γινομένων ἀπορεῖν περὶ τῆς τοῦ παντὸς προνοίας συμβαίνει, καὶ τοῖς μὲν ἐπῆλθε μηδὲ εἶναι εἰπεῖν, τοῖς δὲ ὡς ὑπὸ κακοῦ δημιουργοῦ ἐστι γεγενημένος [ὁ κόσμος], ἐπισκέψασθαι προσήκει ἄνωθεν καὶ ἐξ ἀρχῆς τὸν λόγον λαβόντας. πρόνοιαν τοίνυν τὴν μὲν ἐφ̓ ἑκάστῳ, ἥ ἐστι λόγος πρὸ ἔργου ὅπως δεῖ γενέσθαι ἢ μὴ γενέσθαι τι τῶν δεόντων πραχθῆναι ἢ ὅπως τι εἴη ἢ μὴ εἴη ἡμῖν, ἀφείσθω: ἣν δὲ τοῦ παντὸς λέγομεν πρόνοιαν εἶναι, ταύτην ὑποθέμενοι τὰ ἑξῆς συνάπτωμεν. εἰ μὲν οὖν ἀπό τινος χρόνου πρότερον οὐκ ὄντα τὸν κόσμον ἐλέγομεν γεγονέναι, τὴν αὐτὴν ἂν τῷ λόγῳ ἐτιθέμεθα, οἵαν καὶ ἐπὶ τοῖς κατὰ μέρος ἐλέγομεν εἶναι, προόρασίν τινα καὶ λογισμὸν θεοῦ, ὡς ἂν γένοιτο τόδε τὸ πᾶν, καὶ ὡς ἂν ἄριστα κατὰ τὸ δυνατὸν εἴη. ἐπεὶ δὲ τὸ ἀεὶ καὶ τὸ οὔποτε μὴ τῷ κόσμῳ τῷδέ φαμεν παρεῖναι, τὴν πρόνοιαν ὀρθῶς ἂν καὶ ἀκολούθως λέγοιμεν τῷ παντὶ εἶναι τὸ κατὰ νοῦν αὐτὸ εἶναι, καὶ νοῦν πρὸ αὐτοῦ εἶναι οὐχ ὡς χρόνῳ πρότερον ὄντα, ἀλλ’ ὅτι παρὰ νοῦ ἐστι καὶ φύσει πρότερος ἐκεῖνος καὶ αἴτιος τούτου ἀρχέτυπον οἷον καὶ παράδειγμα εἰκόνος τούτου ὄντος καὶ δἰ ἐκεῖνον ὄντος καὶ ὑποστάντος ἀεί, τόνδε τὸν τρόπον: ἡ τοῦ νοῦ καὶ τοῦ ὄντος φύσις κόσμος ἐστὶν ὁ ἀληθινὸς καὶ πρῶτος, οὐ διαστὰς ἀφ̓ ἑαυτοῦ οὐδὲ ἀσθενὴς τῷ μερισμῷ οὐδὲ ἐλλιπὴς οὐδὲ τοῖς μέρεσι γενόμενος ἅτε ἑκάστου μὴ ἀποσπασθέντος τοῦ ὅλου: ἀλλ’ ἡ πᾶσα ζωὴ αὐτοῦ καὶ πᾶς νοῦς ἐν ἑνὶ ζῶσα καὶ νοοῦσα ὁμοῦ καὶ τὸ μέρος παρέχεται ὅλον καὶ πᾶν αὐτῷ φίλον οὐ χωρισθὲν ἄλλο ἀπ’ ἄλλου οὐδὲ ἕτερον γεγενημένον μόνον καὶ τῶν ἄλλων ἀπεξενωμένον: ὅθεν οὐδὲ ἀδικεῖ ἄλλο ἄλλο οὐδ’ ἂν ᾖ ἐναντίον. πανταχοῦ δὲ ὂν ἓν καὶ τέλειον ὁπουοῦν ἕστηκέ τε καὶ ἀλλοίωσιν οὐκ ἔχει: οὐδὲ γὰρ ποιεῖ ἄλλο εἰς ἄλλο. τίνος γὰρ ἂν ἕνεκα ποιοῖ ἐλλεῖπον οὐδενί; τί δ’ ἂν λόγος λόγον ἐργάσαιτο ἢ νοῦς νοῦν ἄλλον; ἀλλὰ τὸ δἰ αὑτοῦ δύνασθαί τι ποιεῖν ἦν ἄρα οὐκ εὖ ἔχοντος πάντη, ἀλλὰ ταύτῃ ποιοῦντος καὶ κινουμένου, καθ̓ ὅ τι καὶ χεῖρόν ἐστι: τοῖς δὲ πάντη μακαρίοις ἐν αὑτοῖς ἑστάναι καὶ τοῦτο εἶναι, ὅπερ εἰσί, μόνον ἀρκεῖ, τὸ δὲ πολυπραγμονεῖν οὐκ ἀσφαλὲς ἑαυτοὺς ἐξ αὑτῶν παρακινοῦσιν. ἀλλὰ γὰρ οὕτω μακάριον κἀκεῖνο, ὡς ἐν τῷ μὴ ποιεῖν μεγάλα αὖ ἐργάζεσθαι, καὶ ἐν τῷ ἐφ̓ ἑαυτοῦ μένειν οὐ σμικρὰ ποιεῖν.

Atribuir al azar espontáneo y a la fortuna la esencia y la constitución de este todo, como cosa irracional y propia de un hombre que no posee ni intelecto ni sensación, es evidente incluso antes de todo razonamiento, y muchos argumentos suficientes se han establecido que lo demuestran. Pero cuál es el modo en que cada una de estas cosas llega a ser y ha sido hecha (de lo cual, y de algunas cosas que parecen no suceder rectamente, resulta que se dude de la providencia del todo, y a unos se les ocurrió decir que ni siquiera existe, y a otros que [el cosmos] ha sido producido por un demiurgo malo), conviene examinarlo desde arriba y desde el principio, tomando el argumento. Dejemos, pues, aparte la providencia particular de cada cosa, que es un razonamiento previo a la obra sobre cómo debe suceder o no suceder algo de lo que conviene hacer, o cómo algo sea o no sea para nosotros; y la que llamamos providencia del todo, tomándola como supuesto, enlacemos con ella lo que sigue. Si dijéramos que el cosmos llegó a ser a partir de cierto tiempo, no existiendo antes, supondríamos para la providencia la misma que decimos en los casos particulares: una cierta previsión y cálculo de dios, para que llegara a ser este todo y fuese lo mejor posible en la medida de lo posible. Pero como decimos que para este cosmos están presentes el «siempre» y el «nunca no [ser]», diríamos con razón y consecuentemente que la providencia para el todo consiste en que él mismo sea conforme al Intelecto, y que el Intelecto está antes de él, no como anterior en el tiempo, sino porque [el todo] procede del Intelecto, y aquel es anterior por naturaleza y causa de éste, como arquetipo y paradigma de una imagen que es éste, y que subsiste siempre por causa de aquel. Y de este modo: la naturaleza del Intelecto y del ser es el cosmos verdadero y primero, que no se ha separado de sí mismo, ni es débil por la división, ni deficiente, ni se ha constituido a partir de las partes, pues ninguna se ha desgajado del todo. Al contrario, toda su vida y todo su intelecto, viviendo e intelijiendo juntos en uno, ofrece la parte como un todo, y todo le es amigo, sin que una cosa esté separada de otra ni se haya hecho solamente otra y extraña a las demás. De ahí que ni una cosa dañe a otra, aunque sea contraria. Y siendo en todas partes uno y perfecto, está firme dondequiera y no tiene alteración; pues ni siquiera obra una cosa sobre otra. ¿Por causa de qué obraría, si no le falta nada? ¿Qué podría producir una razón a otra razón, o un intelecto a otro intelecto? Pero el poder hacer algo por sí mismo no era propio de lo que está bien en todo sentido, sino de lo que obra y se mueve en cuanto es también peor. A los enteramente bienaventurados les basta permanecer en sí mismos y ser lo que son, y el atarearse no es seguro para quienes se agitan sacándose de sí mismos. Pero también aquel [mundo] es tan bienaventurado que, en el no hacer, produce a su vez cosas grandes, y en permanecer en sí mismo no hace cosas pequeñas.✦

2

ὑφίσταται γοῦν ἐκ τοῦ κόσμου τοῦ ἀληθινοῦ ἐκείνου καὶ ἑνὸς κόσμος οὗτος οὐχ εἷς ἀληθῶς: πολυς γοῦν καὶ εἰς πλῆθος μεμερισμένος καὶ ἄλλο ἀπ’ ἄλλου ἀφεστηκὸς καὶ ἀλλότριον γεγενημένον καὶ οὐκέτι φιλία μόνον, ἀλλὰ καὶ ἔχθρα τῇ διαστάσει καὶ ἐν τῇ ἐλλείψει ἐξ ἀνάγκης πολέμιον ἄλλο ἄλλῳ. οὐ γὰρ ἀρκεῖ αὑτῷ το μέρος, ἀλλὰ σωζόμενον τῷ ἄλλῳ πολέμιόν ἐστιν ὑφ̓ οὗ σώζεται: γέγονε δὲ οὐ λογισμῷ τοῦ δεῖν γενέσθαι, ἀλλὰ φύσεως δευτέρας ἀνάγκῃ: οὐ γὰρ ἦν τοιοῦτον ἐκεῖνο οἷον ἔσχατον εἶναι τῶν ὄντων. πρῶτον γὰρ ἦν καὶ πολλὴν δύναμιν ἔχον καὶ πᾶσαν: καὶ ταύτην τοίνυν τὴν τοῦ ποιεῖν ἄλλο ἄνευ τοῦ ζητεῖν ποιῆσαι. ἤδη γὰρ ἂν αὐτόθεν οὐκ εἶχεν, εἰ ἐζήτει, οὐδ’ ἂν ἦν ἐκ τῆς αὐτοῦ οὐσίας, ἀλλ’ ἦν οἷον τεχνίτης ἀφ̓ αὑτοῦ τὸ ποιεῖν οὐκ ἔχων, ἀλλ’ ἐπακτόν, ἐκ τοῦ μαθεῖν λαβὼν τοῦτο. νοῦς τοίνυν δούς τι ἑαυτοῦ εἰς ὕλην ἀτρεμὴς καὶ ἥσυχος τὰ πάντα εἰργάζετο: τοῦτο δὲ λόγος ἐκ νοῦ ῥυείς. τὸ γὰρ ἀπορρέον ἐκ νοῦ λόγος, καὶ ἀεὶ ἀπορρεῖ, ἕως ἂν ᾖ παρὼν ἐν τοῖς οὖσι νοῦς. ὥσπερ δὲ ἐν λόγῳ τῷ ἐν τῷ σπέρματι ὁμοῦ πάντων καὶ ἐν τῷ αὐτῷ ὄντων καὶ οὐδενὸς οὐδενὶ μαχομένου οὐδὲ διαφερομένου οὐδὲ ἐμποδίου ὄντος, γίνεταί τι ἤδη ἐν ὄγκῳ καὶ ἄλλο μέρος ἀλλαχοῦ καὶ δὴ καὶ ἐμποδίσειεν ἂν ἕτερον ἑτέρῳ καὶ ἀπαναλώσειεν ἄλλο ἄλλο, οὕτω δὴ καὶ ἐξ ἑνὸς νοῦ καὶ τοῦ ἀπ’ αὐτοῦ λόγου ἀνέστη τόδε τὸ πᾶν καὶ διέστη καὶ ἐξ ἀνάγκης τὰ μὲν ἐγένετο φίλα καὶ προσηνῆ, τὰ δὲ ἐχθρὰ καὶ πολέμια, καὶ τὰ μὲν ἑκόντα, τὰ δὲ καὶ ἄκοντα ἀλλήλοις ἐλυμήνατο καὶ φθειρόμενα θάτερα γένεσιν ἀλλήλοις εἰργάσατο καὶ μίαν ἐφ̓ αὑτοῖς τοιαῦτα ποιοῦσι καὶ πάσχουσιν ὅμως ἁρμονίαν ἐνεστήσατο φθεγγομένων μὲν ἑκάστων τὰ αὑτῶν, τοῦ δὲ λόγου ἐπ’ αὐτοῖς τὴν ἁρμονίαν καὶ μίαν τὴν σύνταξιν εἰς τὰ ὅλα ποιουμένου. ἔστι γὰρ τὸ πᾶν τόδε οὐχ ὥσπερ ἐκεῖ νοῦς καὶ λόγος, ἀλλὰ μετέχον νοῦ καὶ λόγου. διὸ καὶ ἐδεήθη ἁρμονίας συνελθόντος νοῦ καὶ ἀνάγκης, τῆς μὲν πρὸς τὸ χεῖρον ἑλκούσης καὶ εἰς ἀλογίαν φερούσης ἅτε οὔσης ἀλόγου, ἄρχοντος δὲ νοῦ ὅμως ἀνάγκης. ὁ μὲν γὰρ νοητὸς μόνον λόγος, καὶ οὐκ ἂν γένοιτο ἄλλος μόνον λόγος: εἰ δέ τι ἐγένετο ἄλλο, ἔδει ἔλαττον ἐκείνου καὶ μὴ λόγον, μηδ’ αὖ ὕλην εἶναι: ἄκοσμον γάρ: μικτὸν ἄρα. καὶ εἰς ἃ μὲν λήγει ὕλη καὶ λόγος, ὅθεν δὲ ἄρχεται ψυχὴ ἐφεστῶσα τῷ μεμιγμένῳ, ἣν οὐ κακοπαθεῖν δεῖ νομίζειν ῥᾷστα διοικοῦσαν τόδε τὸ πᾶν τῇ οἷον παρουσίᾳ.

Subsiste, pues, a partir de aquel cosmos verdadero y uno este cosmos que no es verdaderamente uno: es múltiple, dividido en pluralidad, con cada cosa apartada de otra y hecha ajena, y ya no solo hay amistad, sino también enemistad por la separación, y en la carencia una cosa es necesariamente hostil a otra. Pues la parte no se basta a sí misma, sino que, conservándose gracias a otra, es hostil a aquello por lo que se conserva. Y ha llegado a ser no por un cálculo de que debía ser, sino por la necesidad de una naturaleza segunda: pues aquello no era tal que fuese lo último de los seres. Era, en efecto, primero y tenía mucha potencia, toda en realidad; y por tanto tenía también esta [potencia], la de hacer otra cosa sin buscar hacerla. Pues si buscara, ya de entrada no la tendría, ni sería a partir de su propia esencia, sino que sería como un artesano que no tiene de sí mismo el hacer, sino algo adquirido, tomado por haberlo aprendido. El Intelecto, pues, dando algo de sí a la materia, sereno y quieto, hacía todas las cosas; y esto es una razón fluida del Intelecto. Pues lo que fluye del Intelecto es razón, y fluye siempre, mientras el Intelecto esté presente en los seres. Y así como en la razón que está en la semilla todas las cosas están juntas y en lo mismo, y ninguna combate con otra ni difiere ni estorba, y sin embargo ya en el volumen [del cuerpo] se produce una cosa aquí y otra parte allá, y entonces una puede estorbar a otra y consumirla, así también a partir de un solo Intelecto y de la razón que de él procede se alzó este todo y se dispersó, y por necesidad unas cosas resultaron amigas y gratas, otras enemigas y hostiles; y unas voluntariamente, otras también sin quererlo, se dañaron mutuamente, y destruyéndose unas dieron génesis a otras. Y entre ellas, haciendo y padeciendo tales cosas, instauraron sin embargo una sola armonía, profiriendo cada una lo suyo, mientras la razón, por encima de ellas, hace la armonía y un solo ordenamiento para los conjuntos. Pues este todo no es, como allá, intelecto y razón, sino partícipe de intelecto y de razón. Por eso necesitó armonía, al confluir el Intelecto y la necesidad: la una tirando hacia lo peor y llevando a la irracionalidad, por ser irracional, pero gobernando el Intelecto, a pesar de todo, a la necesidad. Pues el [cosmos] inteligible es solo razón, y no podría haber otro que fuese solo razón; si algo otro llegó a ser, debía ser inferior a aquel y no [ser] razón, ni tampoco materia, pues [sería] sin orden; por tanto, algo mezclado. Y hacia donde terminan la materia y la razón, desde allí comienza el alma que preside lo mezclado; no hay que pensar que ella sufra, gobernando con suma facilidad este todo por una especie de presencia.✦

3

καὶ οὐκ ἄν τις εἰκότως οὐδὲ τούτῳ μέμψαιτο ὡς οὐ καλῷ ἢ τῶν μετὰ σώματος οὐκ ἀρίστῳ, οὐδ’ αὖ τὸν αἴτιον τοῦ εἶναι αὐτῷ αἰτιάσαιτο πρῶτον μὲν ἐξ ἀνάγκης ὄντος αὐτοῦ καὶ οὐκ ἐκ λογισμοῦ γενομένου, ἀλλὰ φύσεως ἀμείνονος γεννώσης κατὰ φύσιν ὅμοιον ἑαυτῇ: ἔπειτα οὐδ’ εἰ λογισμὸς εἴη ὁ ποιήσας, αἰσχυνεῖται τῷ ποιηθέντι: ὅλον γάρ τι ἐποίησε πάγκαλον καὶ αὔταρκες καὶ φίλον αὑτῷ καὶ τοῖς μέρεσι τοῖς αὑτοῦ τοῖς τε κυριωτέροις καὶ τοῖς ἐλάττοσιν ὡς αὑτῷ προσφόροις. ὁ τοίνυν ἐκ τῶν μερῶν τὸ ὅλον αἰτιώμενος ἄτοπος ἂν εἴη τῆς αἰτίας: τά τε γὰρ μέρη πρὸς αὐτὸ τὸ ὅλον δεῖ σκοπεῖν, εἰ σύμφωνα καὶ ἁρμόττοντα ἐκείνῳ, τό τε ὅλον σκοπούμενον μὴ πρὸς μέρη ἄττα σμικρὰ βλέπειν. τοῦτο γὰρ οὐ τὸν κόσμον αἰτιωμένου, ἀλλά τινα τῶν αὐτοῦ χωρὶς λαβόντος, οἷον εἰ παντὸς ζῴου τρίχα ἢ τῶν χαμαὶ δάκτυλον ἀμελήσας τὸν πάντα ἄνθρωπον, δαιμονίαν τινὰ ὄψιν, βλέποι, ἢ νὴ Δία τὰ ἄλλα ζῷα ἀφεὶς τὸ εὐτελέστατον λαμβάνοι, ἢ τὸ ὅλον γένος παρείς, οἷον τὸ ἀνθρώπου, Θερσίτην εἰς μέσον ἄγοι. ἐπεὶ οὖν τὸ γενόμενον ὁ κόσμος ἐστὶν ὁ σύμπας, τοῦτον θεωρῶν τάχ̓ ἂν ἀκούσαις παῤ αὐτοῦ, ὡς ἐμὲ πεποίηκε θεὸς κἀγὼ ἐκεῖθεν ἐγενόμην τέλειος ἐκ πάντων ζῴων καὶ ἱκανὸς ἐμαυτῷ καὶ αὐτάρκης οὐδενὸς δεόμενος, ὅτι πάντα ἐν ἐμοὶ καὶ φυτὰ καὶ ζῷα καὶ συμπάντων τῶν γεννητῶν φύσις καὶ θεοὶ πολλοὶ καὶ δαιμόνων δῆμοι καὶ ψυχαὶ ἀγαθαὶ καὶ ἄνθρωποι ἀρετῇ εὐδαίμονες. οὐ γὰρ δὴ γῆ μὲν κεκόσμηται φυτοῖς τε πᾶσι καὶ ζῴοις παντοδαποῖς καὶ μέχρι θαλάττης ψυχῆς ἦλθε δύναμις, ἀὴρ δὲ πᾶς καὶ αἰθὴρ καὶ οὐρανὸς σύμπας ψυχῆς ἄμοιρος, ἀλλ’ ἐκεῖ ψυχαὶ ἀγαθαὶ πᾶσαι, ἄστροις ζῆν διδοῦσαι καὶ τῇ εὐτάκτῳ οὐρανοῦ καὶ ἀιδίῳ περιφορᾷ νοῦ μιμήσει κύκλῳ φερομένῃ ἐμφρόνως περὶ ταὐτὸν ἀεί: οὐδὲν γὰρ ἔξω ζητεῖ. πάντα δὲ τὰ ἐν ἐμοὶ ἐφίεται μὲν τοῦ ἀγαθοῦ, τυγχάνει δὲ κατὰ δύναμιν τὴν ἑαυτῶν ἕκαστα: ἐξήρτηται γὰρ πᾶς μὲν οὐρανὸς ἐκείνου, πᾶσα δὲ ἐμὴ ψυχὴ καὶ οἱ ἐν μέρεσιν ἐμοῖς θεοί, καὶ τὰ ζῷα δὲ πάντα καὶ τὰ φυτὰ καὶ εἴ τι ἄψυχον δοκεῖ εἶναι ἐν ἐμοί. καὶ τὰ μὲν τοῦ εἶναι μετέχειν δοκεῖ μόνον, τὰ δὲ τοῦ ζῆν, τὰ δὲ μᾶλλον ἐν τῷ αἰσθάνεσθαι, τὰ δὲ ἤδη λόγον ἔχει, τὰ δὲ πᾶσαν ζωήν. οὐ γὰρ τὰ ἴσα ἀπαιτεῖν δεῖ τοῖς μὴ ἴσοις: οὐδὲ γὰρ δακτύλων τὸ βλέπειν, ἀλλὰ ὀφθαλμῶν τοῦτο, δακτύλου δὲ ἄλλο, τὸ εἶναι οἶμαι δακτύλῳ καὶ τὸ αὑτοῦ ἔχειν.

Y no se podría con razón reprochar a éste [cosmos] tampoco el no ser bello, o el no ser el mejor de los que tienen cuerpo, ni a su vez inculpar a quien es causa de su ser. En primer lugar, porque existe por necesidad y no fue hecho por cálculo, sino por una naturaleza mejor que engendra, conforme a naturaleza, algo semejante a sí misma. Luego, porque aun si fuera un cálculo el que lo hizo, no tendrá que avergonzarse de lo hecho: pues hizo un todo muy bello, autosuficiente y amigo de sí mismo y de sus partes, tanto las más principales como las menores, en cuanto convenientes a él. Quien acusa al todo a partir de las partes sería, pues, absurdo en su acusación: porque hay que examinar las partes en relación con el todo mismo, [para ver] si concuerdan y se ajustan a aquel, y al examinar el todo no hay que mirar ciertas partes pequeñas. Eso, en efecto, no es propio de quien acusa al cosmos, sino de quien toma algunas de sus cosas por separado; como si alguien, descuidando al hombre entero (una visión divina), mirase de cualquier animal un pelo, o de los seres terrestres un dedo; o, ¡por Zeus!, dejando a los demás animales tomara el más insignificante; o, pasando por alto todo un género, como el de los hombres, trajera a medio a Tersites. Puesto que lo generado es el cosmos entero, contemplándolo quizá oirías de él: «Un dios me ha hecho, y yo vengo de allí, perfecto, compuesto de todos los vivientes, suficiente para mí mismo y autárquico, sin necesitar nada, porque todo está en mí: plantas y animales, y la naturaleza de todas las cosas engendradas, y muchos dioses, y pueblos de daímones, y almas buenas, y hombres felices por la virtud». Pues no es que la tierra esté adornada de todas las plantas y de animales de toda clase, y hasta el mar haya llegado la potencia del alma, y en cambio todo el aire, el éter y el cielo entero carezcan de alma. Al contrario, allí hay almas buenas todas, que dan vida a los astros y a la ordenada y eterna revolución del cielo, la cual, por imitación del Intelecto, gira en círculo con inteligencia siempre en torno a lo mismo: pues no busca nada fuera. Y todas las cosas que hay en mí desean el Bien, y cada una lo alcanza según su propia potencia: pues de aquel depende todo el cielo, y toda mi alma, y los dioses que están en mis partes, y todos los animales y las plantas, y lo que parece ser inanimado en mí. Y unas parecen participar solo del ser, otras de la vida, otras más en el sentir, otras ya tienen razón, y otras la vida entera. Pues no hay que exigir lo mismo a las cosas desiguales: tampoco el ver es propio de los dedos, sino que esto es de los ojos, mientras que el dedo tiene otra cosa: el ser, creo, dedo y tener lo suyo.✦

4

πῦρ δὲ εἰ ὑπὸ ὕδατος σβέννυται καὶ ἕτερον ὑπὸ πυρὸς φθείρεται, μὴ θαυμάσῃς. καὶ γὰρ εἰς τὸ εἶναι ἄλλο αὐτὸ ἤγαγεν, οὐδ’ ἀχθὲν ὑφ̓ αὑτοῦ ὑπ’ ἄλλου ἐφθάρη, καὶ ἦλθε δὲ εἰς τὸ εἶναι ὑπ’ ἄλλου φθορᾶς, καὶ ἡ φθορὰ δὲ αὐτῷ οὐδὲν ἄν, εἰ οὕτω, δεινὸν φέροι, καὶ ἀντὶ τοῦ φθαρέντος πυρὸς πῦρ ἄλλο. ἐν μὲν γὰρ [τῷ] ἀσωμάτῳ οὐρανῷ ἕκαστον μένει, ἐν δὲ τῷδε τῷ οὐρανῷ πᾶν μὲν ἀεὶ ζῇ καὶ ὅσα τίμια καὶ κύρια μέρη, αἱ δὲ ἀμείβουσαι ψυχαὶ σώματα ἄλλοτε ἐν ἄλλῳ εἴδει γίγνονται, καὶ ὅταν δὲ δύνηται, ἔξω γενέσεως στᾶσα ψυχὴ μετὰ τῆς πάσης ἐστὶ ψυχῆς. σώματα δὲ ζῇ κατ’ εἶδος καὶ καθ̓ ὅλα ἕκαστα, εἴπερ ἐξ αὐτῶν καὶ ζῷα ἔσται καὶ τραφήσεται: ζωὴ γὰρ ἐνταῦθα κινουμένη, ἐκεῖ δὲ ἀκίνητος. ἔδει δὲ κίνησιν ἐξ ἀκινησίας εἶναι καὶ ἐκ τῆς ἐν αὑτῇ ζωῆς τὴν ἐξ αὐτῆς γεγονέναι ἄλλην, οἷον ἐμπνέουσαν καὶ οὐκ ἀτρεμοῦσαν ζωὴν ἀναπνοὴν τῆς ἠρεμούσης οὖσαν. ζῴων δὲ εἰς ἄλληλα ἀναγκαῖαι αἱ ἐπιθέσεις καὶ φθοραί: οὐ γὰρ ἀίδια ἐγένετο. ἐγένετο δέ, ὅτι λόγος πᾶσαν ὕλην κατελάμβανε καὶ εἶχεν ἐν αὑτῷ πάντα ὄντων αὐτῶν ἐκεῖ ἐν τῷ ἄνω οὐρανῷ: πόθεν γὰρ ἂν ἦλθε μὴ ὄντων ἐκεῖ; ἀνθρώπων δὲ εἰς ἀλλήλους ἀδικίαι ἔχοιεν μὲν ἂν αἰτίαν ἔφεσιν τοῦ ἀγαθοῦ, ἀδυναμίᾳ δὲ τοῦ τυχεῖν σφαλλόμενοι ἐπ’ ἀλλήλους τρέπονται. ἴσχουσι δὲ ἀδικοῦντες δίκας κακυνόμενοί τε ταῖς ψυχαῖς ἐνεργείαις κακίας ταττόμενοί τε εἰς τόπον χείρονα: οὐ γὰρ μήποτε ἐκφύγῃ μηδὲν τὸ ταχθὲν ἐν τῷ τοῦ παντὸς νόμῳ. ἔστι δὲ οὐ διὰ τὴν ἀταξίαν τάξις οὐδὲ διὰ τὴν ἀνομίαν νόμος, ὥς τις οἴεται, ἵνα γένοιτο ἐκεῖνα διὰ τὰ χείρω καὶ ἵνα φαίνοιτο, ἀλλὰ διὰ τὴν τάξιν ἐπακτὸν οὖσαν: καὶ ὅτι τάξις ἀταξία καὶ διὰ τὸν νόμον καὶ τὸν λόγον, καὶ ὅτι λόγος παρανομία καὶ ἄνοια οὐ τῶν βελτιόνων τὰ χείρω πεποιηκότων, ἀλλὰ τῶν δέχεσθαι δεομένων τὰ ἀμείνω φύσει τῇ ἑαυτῶν ἢ συντυχίᾳ καὶ κωλύσει ἄλλων δέξασθαι οὐ δεδυνημένων. τὸ γὰρ ἐπακτῷ χρώμενον τάξει τούτου ἂν οὐ τύχοι ἢ δἰ αὑτὸ παῤ αὑτοῦ ἢ δἰ ἄλλο παῤ ἄλλου: πολλὰ δὲ καὶ ὑπ’ ἄλλων πάσχει καὶ ἀκόντων τῶν ποιούντων καὶ πρὸς ἄλλο ἱεμένων. τὰ δὲ δἰ αὑτὰ ἔχοντα κίνησιν αὐτεξούσιον ζῷα ῥέποι ἂν ὁτὲ μὲν πρὸς τὰ βελτίω, ὁτὲ δὲ πρὸς τὰ χείρω. τὴν δὲ πρὸς τὰ χείρω τροπὴν παρὰ τοῦ ζητεῖν ἴσως οὐκ ἄξιον: ὀλίγη γὰρ τροπὴ κατ’ ἀρχὰς γενομένη προιοῦσα ταύτῃ πλέον καὶ μεῖζον τὸ ἁμαρτανόμενον ἀεὶ ποιεῖ: καὶ σῶμα δὲ σύνεστι καὶ ἐξ ἀνάγκης ἐπιθυμία: καὶ παροφθὲν τὸ πρῶτον καὶ τὸ ἐξαίφνης καὶ μὴ ἀναληφθὲν αὐτίκα καὶ αἵρεσιν εἰς ὅ τις ἐξέπεσεν εἰργάσατο. ἕπεταί γε μὴν δίκη: καὶ οὐκ ἄδικον τοιόνδε γενόμενον ἀκόλουθα πάσχειν τῇ διαθέσει, οὐδ’ ἀπαιτητέον τούτοις τὸ εὐδαιμονεῖν ὑπάρχειν, οἷς μὴ εἴργασται εὐδαιμονίας ἄξια. οἱ δ’ ἀγαθοὶ μόνοι εὐδαίμονες: διὰ τοῦτο γὰρ καὶ θεοὶ εὐδαίμονες.

Y si el fuego es apagado por el agua y otra cosa es destruida por el fuego, no te asombres. Pues otra cosa lo condujo a él mismo al ser, y, no habiendo sido traído por sí mismo, fue destruido por otra; y llegó, además, al ser por la destrucción de otra, y la destrucción, si es así, no le traería nada terrible; y en lugar del fuego destruido [hay] otro fuego. Pues en el cielo incorpóreo cada cosa permanece; en este cielo, en cambio, el todo vive siempre, y también cuantas partes son honorables y principales, mientras que las almas, que cambian de cuerpos, se hacen ora en una forma ora en otra; y cuando puede, el alma, deteniéndose fuera de la génesis, está con el Alma toda. Los cuerpos viven según su forma y cada uno en cuanto totalidades, si es que a partir de ellos habrá también animales y serán alimentados: pues aquí la vida está en movimiento, y allí inmóvil. Era necesario que hubiese movimiento a partir de la inmovilidad, y que de la vida que está en sí misma hubiera surgido, a partir de ella, otra vida, como espirando y no quieta, siendo una respiración de la que reposa. Entre los animales son necesarios los ataques y las destrucciones mutuas: pues no fueron hechos eternos. Y fueron hechos porque una razón abarcaba toda la materia y tenía en sí todas las cosas, que existen allí en el cielo de arriba: pues ¿de dónde habría venido si allí no existieran? Las injusticias de los hombres entre sí tendrían por causa el deseo del Bien; fallando por incapacidad de alcanzarlo, se vuelven unos contra otros. Pero quienes cometen injusticia reciben castigo, pues se hacen peores en sus almas por los actos de la maldad y son colocados en un lugar peor: porque nada de lo ordenado en la ley del todo escapará jamás. Pero el orden no existe a causa del desorden, ni la ley a causa de la ilegalidad, como alguno piensa, para que aquellos [orden y ley] llegaran a ser por causa de lo peor y para que se mostraran; sino por causa del orden, que es aquí algo adventicio. Y [el desorden lo es] respecto de la ley y de la razón, y la ilegalidad y la insensatez [lo son] respecto de una razón; no porque lo mejor haya hecho lo peor, sino porque quienes necesitan recibir lo mejor no han podido recibirlo, ya sea por su propia naturaleza, ya por azar y por impedimento de otros. Pues lo que se sirve de un orden adventicio no lo obtendría, o bien por causa de sí mismo y de parte de sí mismo, o bien por causa de otro y de parte de otro; y muchas cosas padece también de otros, aun sin querer los que obran y mientras se dirigen a otra cosa. Los vivientes que tienen por sí mismos un movimiento autónomo podrían inclinarse unas veces hacia lo mejor y otras hacia lo peor. Pero la inclinación hacia lo peor quizá no vale la pena indagarla: pues un pequeño desvío producido al comienzo, al avanzar por ese camino, hace siempre mayor y más grande lo errado; y además el cuerpo está presente, y con él por necesidad el deseo. Y lo primero, descuidado, y lo repentino, no corregido enseguida, produjo también la elección hacia aquello en que uno cayó. Sigue, con todo, el castigo; y no es injusto que quien llegó a ser tal padezca lo consecuente con su disposición, ni hay que exigir que posean la felicidad aquellos que no han obrado cosas dignas de felicidad. Solo los buenos son felices: pues por eso también los dioses son felices.✦

5

εἰ τοίνυν καὶ ψυχαῖς ἐν τῷδε τῷ παντὶ ἔξεστιν εὐδαίμοσιν εἶναι, εἴ τινες μὴ εὐδαίμονες, οὐκ αἰτιατέον τὸν τόπον, ἀλλὰ τὰς ἐκείνων ἀδυναμίας οὐ δυνηθείσας καλῶς ἐναγωνίσασθαι, οὗ δὴ ἆθλα ἀρετῆς πρόκειται. καὶ μὴ θείους δὲ γενομένους θεῖον βίον μὴ ἔχειν τί δεινόν; πενίαι δὲ καὶ νόσοι τοῖς μὲν ἀγαθοῖς οὐδέν, τοῖς δὲ κακοῖς σύμφορα: καὶ ἀνάγκη νοσεῖν σώματα ἔχουσι. καὶ οὐκ ἀχρεῖα δὲ οὐδὲ ταῦτα παντάπασιν εἰς σύνταξιν καὶ συμπλήρωσιν τοῦ ὅλου. ὡς γὰρ φθαρέντων τινῶν ὁ λόγος ὁ τοῦ παντὸς κατεχρήσατο τοῖς φθαρεῖσιν εἰς γένεσιν ἄλλων — οὐδὲν γὰρ οὐδαμῇ ἐκφεύγει τὸ ὑπὸ τούτου καταλαμβάνεσθαι — οὕτω καὶ κακωθέντος σώματος καὶ μαλακισθείσης δὲ ψυχῆς τῆς τὰ τοιαῦτα πασχούσης τὰ νόσοις καὶ κακίᾳ καταληφθέντα ὑπεβλήθη ἄλλῳ εἱρμῷ καὶ ἄλλῃ τάξει. καὶ τὰ μὲν αὐτοῖς συνήνεγκε τοῖς παθοῦσιν, οἷον πενία καὶ νόσος, ἡ δὲ κακία εἰργάσατό τι χρήσιμον εἰς τὸ ὅλον παράδειγμα δίκης γενομένη καὶ πολλὰ ἐξ αὑτῆς χρήσιμα παρασχομένη. καὶ γὰρ ἐγρηγορότας ἐποίησε καὶ νοῦν καὶ σύνεσιν ἐγείρει πονηρίας ὁδοῖς ἀντιταττομένων, καὶ μανθάνειν δὲ ποιεῖ οἷον ἀγαθὸν ἀρετὴ παραθέσει κακῶν ὧν οἱ πονηροὶ ἔχουσι. καὶ οὐ γέγονε τὰ κακὰ διὰ ταῦτα, ἀλλὰ ὅτι χρῆται καὶ αὐτοῖς εἰς δέον, ἐπείπερ ἐγένετο, εἴρηται. τοῦτο δὲ δυνάμεως μεγίστης, καλῶς καὶ τοῖς κακοῖς χρῆσθαι δύνασθαι καὶ τοῖς ἀμόρφοις γενομένοις εἰς ἑτέρας μορφὰς χρῆσθαι ἱκανὴν εἶναι. ὅλως δὲ τὸ κακὸν ἔλλειψιν τοῦ ἀγαθοῦ θετέον: ἀνάγκη δὲ ἔλλειψιν εἶναι ἐνταῦθα ἀγαθοῦ, ὅτι ἐν ἄλλῳ. τὸ οὖν ἄλλο, ἐν ᾧ ἐστι τὸ ἀγαθόν, ἕτερον ἀγαθοῦ ὂν ποιεῖ τὴν ἔλλειψιν: τοῦτο γὰρ οὐκ ἀγαθὸν ἦν. διὸ οὐδὲ ἀπολέσθαι τὰ κακά, ὅτι τε ἄλλα ἄλλων ἐλάττω πρὸς ἀγαθοῦ φύσιν ἕτερά τε ἄλλα τοῦ ἀγαθοῦ τὴν αἰτίαν τῆς ὑποστάσεως ἐκεῖθεν λαβόντα, τοιαῦτα δὲ γενόμενα τῷ πόρρω.

Si, pues, también a las almas les es posible en este todo ser felices, y algunas no lo son, no hay que culpar al lugar, sino a la incapacidad de aquellas, que no pudieron combatir bien en aquello para lo cual están puestos como premio los galardones de la virtud. Y el que no tengan vida divina quienes no han llegado a ser divinos, ¿qué tiene de terrible? Pobrezas y enfermedades no son nada para los buenos; para los malos son convenientes; y es necesario enfermar a quienes tienen cuerpos. Y tampoco estas cosas son del todo inútiles para el ordenamiento y complemento del todo. Pues así como, al corromperse algunas cosas, la razón del todo se sirvió de las corrompidas para la génesis de otras (nada, en efecto, escapa de ningún modo a ser abarcado por ella), así también, dañado el cuerpo y debilitada el alma que padece tales cosas, lo que fue sorprendido por las enfermedades y la maldad fue puesto bajo otro encadenamiento y otro orden. Y unas cosas fueron provechosas a los mismos que las padecen, como la pobreza y la enfermedad; la maldad, en cambio, produjo algo útil para el todo, al hacerse ejemplo de justicia y al ofrecer de sí muchas cosas útiles. Pues hizo vigilantes, y despierta el intelecto y la inteligencia de quienes se oponen a los caminos de la maldad, y hace aprender qué bien es la virtud, por la comparación con los males que tienen los malvados. Y los males no han sido hechos por causa de estas cosas, sino que, como se dijo, [el todo] se sirve también de ellos para lo debido, una vez que se produjeron. Esto es propio de una potencia máxima: poder usar bien también de los males, y ser capaz de emplear en otras formas a los que resultaron informes. En general hay que poner el mal como carencia del Bien; y es necesario que aquí haya carencia de bien, porque [el bien está] en otro. Lo otro, pues, en que está el bien, siendo distinto del Bien, produce la carencia: pues eso no era bien. Por eso [es necesario] que los males no perezcan, ya que unos son inferiores a otros respecto de la naturaleza del Bien, y otros, distintos del Bien, habiendo recibido de allí la causa de su hipóstasis, se han hecho tales por estar lejos.✦

6

τὸ δὲ παῤ ἀξίαν, ὅταν ἀγαθοὶ κακὰ ἔχωσι, φαῦλοι δὲ τὰ ἐναντία, τὸ μὲν λέγειν ὡς οὐδὲν κακὸν τῷ ἀγαθῷ οὐδ’ αὖ τῷ φαύλῳ ἀγαθὸν ὀρθῶς μὲν λέγεται: ἀλλὰ διὰ τί τὰ μὲν παρὰ φύσιν τούτῳ, τὰ δὲ κατὰ φύσιν τῷ πονηρῷ; πῶς γὰρ καλὸν νέμειν οὕτως; ἀλλ’ εἰ τὸ κατὰ φύσιν οὐ ποιεῖ προσθήκην πρὸς τὸ εὐδαιμονεῖν, οὐδ’ αὖ τὸ παρὰ φύσιν ἀφαιρεῖ τοῦ κακοῦ τοῦ ἐν φαύλοις, τί διαφέρει τὸ οὕτως ἢ οὕτως; ὥσπερ οὐδέ, εἰ ὁ μὲν καλὸς τὸ σῶμα, ὁ δὲ αἰσχρός. ἀλλὰ τὸ πρέπον καὶ [τὸ] ἀνάλογον καὶ τὸ κατ’ ἀξίαν ἐκείνως ἂν ἦν, ὃ νῦν οὐκ ἔστι: προνοίας δὲ ἀρίστης ἐκεῖνο ἦν. καὶ μὴν καὶ τὸ δεσπότας εἶναι καὶ ἄρχοντας τῶν πόλεων τοὺς κακούς, τοὺς δὲ ἐπιεικεῖς δούλους εἶναι, οὐ πρέποντα ἦν, οὐδ’. εἰ προσθήκην ταῦτα μὴ φέρει εἰς ἀγαθοῦ καὶ κακοῦ κτῆσιν. καίτοι καὶ τὰ ἀνομώτατα ἂν πράξειεν ἄρχων πονηρός: καὶ κρατοῦσι δὲ ἐν πολέμοις οἱ κακοὶ καὶ παντοῖα αἰσχρὰ δρῶσιν αἰχμαλώτους λαβόντες. πάντα γὰρ ταῦτα ἀπορεῖν ποιεῖ, ὅπως προνοίας οὔσης γίνεται. καὶ γὰρ εἰ πρὸς τὸ ὅλον βλέπειν δεῖ τὸν ὁτιοῦν μέλλοντα ποιεῖν, ἀλλὰ καὶ τὰ μέρη ὀρθῶς ἔχει τάττειν ἐν δέοντι αὐτῷ καὶ μάλιστα, ὅταν ἔμψυχα ᾖ καὶ ζωὴν ἔχῃ καὶ λογικὰ ᾖ, καὶ τὴν πρόνοιαν δὲ ἐπὶ πάντα φθάνειν καὶ τὸ ἔργον αὐτῆς τοῦτο εἶναι, τὸ μηδενὸς ἠμεληκέναι. εἰ οὖν φαμεν ἐκ νοῦ τόδε τὸ πᾶν ἠρτῆσθαι καὶ εἰς ἅπαντα ἐληλυθέναι τὴν δύναμιν αὐτοῦ, πειρᾶσθαι δεῖ δεικνύναι, ὅπῃ ἕκαστα τούτων καλῶς ἔχει.

En cuanto a lo que ocurre «contra el mérito», cuando los buenos tienen males y los malos lo contrario: decir que ningún mal lo es para el bueno, ni ningún bien lo es para el malo, se dice con razón. Pero ¿por qué a uno le toca lo contrario a la naturaleza y al perverso lo conforme a la naturaleza? ¿Cómo es hermoso repartir así? Pero si lo conforme a la naturaleza no añade nada a la felicidad, ni lo contrario a la naturaleza quita nada del mal que hay en los malos, ¿qué diferencia hay entre una cosa y otra? Como tampoco la hay entre que uno sea bello de cuerpo y otro feo. Sin embargo, lo conveniente, lo proporcionado y lo conforme al mérito serían de aquella otra manera, y eso es lo que ahora no ocurre; y aquello sería propio de una providencia perfecta. Y además, que los malos sean amos y gobernantes de las ciudades y que las personas de bien sean esclavos no es conveniente, aun cuando esto no aporte añadidura alguna a la posesión del bien y del mal. Y, sin embargo, un gobernante perverso podría cometer las mayores iniquidades; y los malos vencen en las guerras y, tras tomar cautivos, hacen toda clase de vergüenzas. Todo esto hace dudar de cómo sucede si existe una providencia. Pues, aunque quien se dispone a hacer cualquier cosa debe mirar al todo, también es correcto que disponga las partes en lo debido, y sobre todo cuando son animadas, tienen vida y son racionales; y que la providencia llegue a todas las cosas y que su obra sea precisamente esta: no haber descuidado nada. Si, pues, decimos que este todo depende del Intelecto y que su poder ha llegado a todas las cosas, hay que intentar mostrar cómo cada una de ellas está bien.

7

πρῶτον τοίνυν ληπτέον, ὡς τὸ καλῶς ἐν τῷ μικτῷ ζητοῦντας χρὴ μὴ πάντη ἀπαιτεῖν ἀλλ’ ὅσον τὸ καλῶς ἐν τῷ ἀμίκτῳ ἔχει, μηδ’ ἐν δευτέροις ζητεῖν τὰ πρῶτα, ἀλλ’ ἐπειδὴ καὶ σῶμα ἔχει, συγχωρεῖν καὶ παρὰ τούτου ἰέναι [τι] εἰς τὸ πᾶν, ἐπαινεῖν δὲ παρὰ τοῦ λόγου ὅσον ἠδύνατο δέξασθαι τὸ μῖγμα, εἰ μηδὲν τούτου ἐλλείπει: οἷον, εἴ τις ἐσκόπει τὸν ἄνθρωπον τὸν αἰσθητὸν ὅστις κάλλιστος, οὐκ ἂν δήπου τῷ ἐν νῷ ἀνθρώπῳ ἠξίωσε τὸν αὐτὸν εἶναι, ἀλλ’ ἐκεῖνο ἀποδεδέχθαι τοῦ ποιητοῦ, εἰ ὅμως ἐν σαρξὶ καὶ νεύροις καὶ ὀστέοις ὄντα κατέλαβε τῷ λόγῳ, ὥστε καὶ ταῦτα καλλῦναι καὶ τὸν λόγον δυνηθῆναι ἐπανελθεῖν τῇ ὕλῃ. ταῦτα τοίνυν ὑποθέμενον χρὴ προιέναι τὸ ἐντεῦθεν ἐπὶ τὰ ἐπιζητούμενα: τάχα γὰρ ἂν ἐν τούτοις τὸ θαυμαστὸν ἂν εὕροιμεν τῆς προνοίας καὶ τῆς δυνάμεως, παῤ οὗ ὑπέστη τὸ πᾶν τόδε. ὅσα μὲν οὖν ἔργα ψυχῶν, ἃ δὴ ἐν αὐταῖς ἵσταται ταῖς ἐργαζομέναις τὰ χείρω, οἷον ὅσα κακαὶ ψυχαὶ ἄλλας ἔβλαψαν καὶ ὅσα ἀλλήλας αἱ κακαί, εἰ μὴ καὶ τοῦ κακὰς ὅλως αὐτὰς εἶναι τὸ προνοοῦν αἰτιῷτο, [οὐκ] ἀπαιτεῖν λόγον οὐδὲ εὐθύνας προσήκει αἰτίαν ἑλομένῃ διδόντας: εἴρηται γὰρ ὅτι ἔδει καὶ ψυχὰς κινήσεις οἰκείας ἔχειν καὶ ὅτι οὐ ψυχαὶ μόνον, ἀλλὰ ζῷα ἤδη, καὶ δὴ καὶ οὐδὲν θαυμαστὸν οὔσας ὅ εἰσιν ἀκόλουθον βίον ἔχειν: οὐδὲ γάρ, ὅτι κόσμος ἦν, ἐληλύθασιν, ἀλλὰ πρὸ κόσμου τὸ κόσμου εἶναι εἶχον καὶ ἐπιμελεῖσθαι καὶ ὑφιστάναι καὶ διοικεῖν καὶ ποιεῖν ὅστις [ὁ] τρόπος, εἴτε ἐφεστῶσαι καὶ διδοῦσαί τι παῤ αὑτῶν εἴτε κατιοῦσαι εἴτε αἱ μὲν οὕτως, αἱ δ’ οὕτως: οὐ γὰρ ἂν τὰ νῦν περὶ τούτων, ἀλλ’ ὅτι, ὅπως πότ̓ ἂν ᾖ, τήν γε πρόνοιαν ἐπὶ τούτοις οὐ μεμπτέον. ἀλλ’ ὅταν πρὸς τοὺς ὑπεναντίους τὴν παράθεσιν τῶν κακῶν τις θεωρῇ, πένητας ἀγαθοὺς καὶ πονηροὺς πλουσίους καὶ πλεονεκτοῦντας ἐν οἷς ἔχειν δεῖ ἀνθρώπους ὄντας τοὺς χείρους καὶ κρατοῦντας καὶ αὐτῶν καὶ τὰ ἔθνη καὶ τὰς πόλεις; ἆῤ οὖν, ὅτι μὴ μέχρι γῆς φθάνει; ἀλλὰ τῶν ἄλλων γινομένων λόγῳ μαρτύριον τοῦτο καὶ μέχρι γῆς ἰέναι: καὶ γὰρ ζῷα καὶ φυτὰ καὶ λόγου καὶ ψυχῆς καὶ ζωῆς μεταλαμβάνει. ἀλλὰ φθάνουσα οὐ κρατεῖ. ἀλλὰ ζῴου ἑνὸς ὄντος τοῦ παντὸς ὅμοιον ἂν γένοιτο, εἴ τις κεφαλὴν μὲν ἀνθρώπου καὶ πρόσωπον ὑπὸ φύσεως καὶ λόγου γίγνεσθαι λέγοι κρατοῦντος, τὸ δὲ λοιπὸν ἄλλαις ἀναθείη αἰτίαις, τύχαις ἢ ἀνάγκαις, καὶ φαῦλα διὰ τοῦτο ἢ δἰ ἀδυναμίαν φύσεως γεγονέναι. ἀλλ’ οὔτε ὅσιον οὔτε εὐσεβὲς ἐνδόντας τὸ μὴ καλῶς ταῦτα ἔχειν καταμέμφεσθαι τῷ ποιήματι.

Hay que tomar, pues, en primer lugar lo siguiente: quienes buscan lo «bien» en lo mixto no deben exigirlo en todo sentido, sino solo en la medida en que lo bien se da en lo mixto; ni buscar en lo segundo lo primero, sino, puesto que [el todo] tiene también cuerpo, conceder que de este viene también [algo] al todo, y elogiar, de parte de la razón, cuanto la mezcla pudo recibir, si nada de ello falta. Por ejemplo, si alguien examinara quién es el más bello de los hombres sensibles, no pretendería que fuera el mismo que el hombre que está en el Intelecto, sino que daría por bueno lo del hacedor: que, aun estando [el hombre] en carnes, nervios y huesos, lo haya alcanzado con la razón, de modo que embelleció también estas cosas y la razón pudo extenderse de nuevo sobre la materia. Con estas premisas hay que avanzar desde aquí hacia lo que se investiga: quizá en ellas hallaremos lo admirable de la providencia y del poder por el cual subsistió este todo. Ahora bien, cuantas obras de las almas permanecen en las propias almas que ejecutan lo peor (por ejemplo, cuanto daño hicieron almas malas a otras y las malas entre sí), si no se acusara a la providencia también de que sean malas en absoluto, [no] corresponde exigir cuentas ni responsabilidades a quienes, habiendo elegido la causa, las dan. Pues se ha dicho que era necesario que las almas tuvieran también movimientos propios, que no eran solo almas sino ya seres vivos, y que nada tiene de admirable que, siendo lo que son, tengan una vida consecuente. Porque no han venido por haber cosmos, sino que antes del cosmos tenían ya el ser propio del cosmos, y el cuidar, constituir, administrar y hacer, cualquiera que sea el modo: ya presidiendo y dando algo de sí mismas, ya descendiendo, ya unas de una manera y otras de otra. Pues ahora no se trata de esto, sino de que, sea como sea, no se debe censurar a la providencia por ello. Pero cuando alguien contempla, frente a los contrarios, la yuxtaposición de los males —pobres buenos y malvados ricos, y los peores, siendo hombres, con ventaja en aquello en que los hombres deben tenerla, y dominando sobre ellos mismos y sobre las naciones y las ciudades—, ¿será, pues, porque [la providencia] no llega hasta la tierra? Pero, siendo las demás cosas producidas por razón, es un testimonio de que llega también hasta la tierra: pues animales y plantas participan de razón, de alma y de vida. «Pero llega y no domina». Sin embargo, siendo el todo un solo ser vivo, sería semejante a que alguien dijera que la cabeza y el rostro del hombre se forman por obra de la naturaleza y de la razón que dominan, pero atribuyera el resto a otras causas, azares o necesidades, y dijera que por eso resultó defectuoso o por impotencia de la naturaleza. Pero no es ni santo ni piadoso, concediendo que esto no está bien, censurar por ello la obra.✦

8

λοιπὸν δὴ ζητεῖν ὅπῃ καλῶς ταῦτα, καὶ ὡς τάξεως μετέχει, ἢ ὅπῃ μὴ κακῶς. παντὸς δὴ ζῴου τὰ μὲν ἄνω, πρόσωπον καὶ κεφαλή, καλλίω, τὰ δὲ μέσα καὶ κάτω οὐκ ἴσα: ἄνθρωποι δὲ ἐν μέσῳ καὶ κάτω, ἄνω δὲ οὐρανὸς καὶ οἱ ἐν αὐτῷ θεοί: καὶ τὸ πλεῖστον τοῦ κόσμου θεοὶ καὶ οὐρανὸς πᾶς κύκλῳ, γῆ δὲ οἷα κέντρον καὶ ὡς ἕν τι τῶν ἄστρων. θαυμάζεται δὲ ἐν ἀνθρώποις ἀδικία, ὅτι ἄνθρωπον ἀξιοῦσιν ἐν τῷ παντὶ τὸ τίμιον εἶναι ὡς οὐδενὸς ὄντος σοφωτέρου. τὸ δὲ κεῖται ἐν μέσῳ θεῶν καὶ θηρίων καὶ ῥέπει ἐπ’ ἄμφω καὶ ὁμοιοῦνται οἱ μὲν τῷ ἑτέρῳ, οἱ δὲ τῷ ἑτέρῳ, οἱ δὲ μεταξύ εἰσιν, οἱ πολλοί. οἱ δὴ κακυνθέντες εἰς τὸ ἐγγὺς ζῴων ἀλόγων καὶ θηρίων ἰέναι ἕλκουσι τοὺς μέσους καὶ βιάζονται: οἱ δὲ βελτίους μέν εἰσι τῶν βιαζομένων, κρατοῦνταί γε μὴν ὑπὸ τῶν χειρόνων ᾗ εἰσι χείρους καὶ αὐτοὶ καὶ οὐκ εἰσὶν ἀγαθοὶ οὐδὲ παρεσκεύασαν αὑτοὺς μὴ παθεῖν. εἰ οὖν παῖδες ἀσκήσαντες μὲν τὰ σώματα, τὰς δὲ ψυχὰς ὑπ’ ἀπαιδευσίας τούτων χείρους γινόμενοι ἐν πάλῃ κρατοῖεν τῶν μήτε τὰ σώματα μήτε τὰς ψυχὰς πεπαιδευμένων καὶ τὰ σιτία αὐτῶν ἁρπάζοιεν καὶ τὰ ἱμάτια αὐτῶν τὰ ἁβρὰ λαμβάνοιεν, τί ἂν τὸ πρᾶγμα ἢ γέλως εἴη; ἢ πῶς οὐκ ὀρθὸν καὶ τὸν νομοθέτην συγχωρεῖν ταῦτα μὲν πάσχειν ἐκείνους δίκην ἀργίας καὶ τρυφῆς διδόντας, εἰ ἀποδεδειγμένων γυμνασίων αὐτοῖς οἱ δ’ ὑπ’ ἀργίας καὶ τοῦ ζῆν μαλακῶς καὶ ἀνειμένως περιεῖδον ἑαυτοὺς ἄρνας καταπιανθέντας λύκων ἁρπαγὰς εἶναι; τοῖς δὲ ταῦτα ποιοῦσι πρώτη μὲν δίκη τὸ λύκοις εἶναι καὶ κακοδαίμοσιν ἀνθρώποις: εἶτα αὐτοῖς καὶ κεῖται ἃ παθεῖν χρεὼν τοὺς τοιούτους: οὐ γὰρ ἔστη ἐνταῦθα κακοῖς γενομένοις ἀποθανεῖν, ἀλλὰ τοῖς ἀεὶ προτέροις ἕπεται ὅσα κατὰ λόγον καὶ φύσιν, χείρω τοῖς χείροσι, τοῖς δὲ ἀμείνοσι τὰ ἀμείνω. ἀλλ’ οὐ παλαίστρα τὰ τοιαῦτα: παιδιὰ γὰρ ἐκεῖ. ἔδει γὰρ μειζόνων τῶν παίδων μετὰ ἀνοίας ἀμφοτέρων γινομένων ἀμφοτέρους μὲν ζώννυσθαι ἤδη καὶ ὅπλα ἔχειν καὶ ἡ θέα καλλίων ἢ κατὰ πάλας γυμνάζοντι: νῦν δὲ οἱ μὲν ἄοπλοι, οἱ δὲ ὁπλισθέντες κρατοῦσιν. ἔνθα οὐ θεὸν ἔδει ὑπὲρ τῶν ἀπολέμων αὐτὸν μάχεσθαι: σώζεσθαι γὰρ ἐκ πολέμων φησὶ δεῖν ὁ νόμος ἀνδριζομένους, ἀλλ’ οὐκ εὐχομένους: οὐδὲ γὰρ κομίζεσθαι καρποὺς εὐχομένους, ἀλλὰ γῆς ἐπιμελουμένους, οὐδέ γε ὑγιαίνειν μὴ ὑγιείας ἐπιμελουμένους: οὐδ’ ἀγανακτεῖν δεῖ, εἰ τοῖς φαύλοις πλείους γίνοιντο καρποὶ ἢ ὅλως αὐτοῖς γεωργοῦσιν ἢ ἄμεινον. ἔπειτα γελοῖον τὰ μὲν ἄλλα πάντα τὰ κατὰ τὸν βίον γνώμῃ τῇ ἑαυτῶν πράττειν, κἂν μὴ ταύτῃ πράττωσιν, ᾗ θεοῖς φίλα, σώζεσθαι δὲ μόνον παρὰ θεῶν οὐδὲ ταῦτα ποιήσαντας, δἰ ὧν κελεύουσιν αὐτοὺς οἱ θεοὶ σώζεσθαι. καὶ τοίνυν οἱ θάνατοι αὐτοῖς βελτίους ἢ τὸ οὕτως ξῶντας εἶναι, ὅπως ζῆν αὐτοὺς οὐκ ἐθέλουσιν οἱ ἐν τῷ παντὶ νόμοι: ὥστε τῶν ἐναντίων γιγνομένων, εἰρήνης ἐν ἀνοίαις καὶ κακίαις πάσαις φυλαττομένης, ἀμελῶς ἂν ἔσχε τὰ τῆς προνοίας ἐώσης κρατεῖν οὕτως τὰ χείρω. ἄρχουσι δὲ οἱ κακοὶ ἀρχομένων ἀνανδρίᾳ: τοῦτο γὰρ δίκαιον, καὶ οὐκ ἐκεῖνο.

Queda, pues, investigar cómo están bien estas cosas, cómo participan de orden o cómo no están mal. En todo ser vivo las partes de arriba, rostro y cabeza, son más bellas, y las del medio y las de abajo no son iguales. Los hombres están en el medio y abajo; arriba están el cielo y los dioses que hay en él. La mayor parte del cosmos son dioses, y todo el cielo está en círculo; la tierra es como un centro y como uno de los astros. Se admira la injusticia entre los hombres, porque estiman que el hombre es lo más valioso en el todo, como si no hubiera nada más sabio. Pero él yace en medio de dioses y fieras, e inclina hacia ambos lados: unos se asemejan a lo uno, otros a lo otro, y otros están entre medio, que son los más. Los que se han pervertido, al ir hacia lo cercano a los animales irracionales y a las fieras, arrastran y fuerzan a los intermedios. Los mejores son superiores a los que fuerzan, pero son dominados por los peores en cuanto son también ellos peores en algo, y no son buenos ni se prepararon para no padecer. Si, pues, unos niños que han ejercitado los cuerpos, pero que por falta de educación se hacen peores en las almas, vencieran en la lucha a quienes no han educado ni los cuerpos ni las almas, y les arrebataran los alimentos y les quitaran sus ropas delicadas, ¿qué sería el asunto sino risible? ¿O cómo no es justo que también el legislador permita que estos últimos padezcan esto, pagando la pena de su ociosidad y molicie, si, habiéndoseles señalado ejercicios, por ociosidad y por vivir blanda y relajadamente vieron con indiferencia que ellos mismos, corderos cebados, fueran presa de lobos? Para quienes hacen esto, la primera pena es ser lobos y hombres desdichados; luego les aguarda además lo que deben padecer tales hombres. Pues, para quienes se han hecho malos, no se acaba aquí con morir, sino que a lo anterior siempre sigue cuanto es conforme a razón y naturaleza: cosas peores a los peores, y mejores a los mejores. Pero tales cosas no son una palestra, pues allí todo es juego. Porque, siendo ya mayores los niños y habiéndose vuelto ambos insensatos, convendría que ambos se ciñeran ya el cinturón y tuvieran armas, y el espectáculo es más bello que el de quien se ejercita en las luchas; pero ahora unos están sin armas y los otros, armados, vencen. Aquí no era preciso que un dios mismo combatiera por los que no son aptos para la guerra: pues la ley dice que hay que salvarse de las guerras mostrándose varoniles, y no rogando; porque tampoco se recogen los frutos rogando, sino cuidando la tierra, ni se tiene salud sin cuidar de la salud. Y no hay que indignarse si a los malos les vienen más frutos, ya porque cultivan en absoluto [mientras los otros no], ya porque cultivan mejor. Además, es ridículo hacer todo lo demás de la vida según el propio parecer, aunque no obren de la manera que es grata a los dioses, y pretender sin embargo ser salvados solo por los dioses, sin haber hecho siquiera aquello por lo cual los dioses mandan que se salven. Y así, las muertes les son mejores que vivir de tal modo que las leyes del todo no quieren que vivan. De manera que, si ocurriera lo contrario, guardándose la paz en medio de todas las insensateces y vicios, los asuntos de la providencia estarían descuidados, al dejar que lo peor domine así. Gobiernan los malos por la cobardía de los gobernados: pues esto es justo, y no aquello.

9

οὐ γὰρ δὴ οὕτως τὴν πρόνοιαν εἶναι δεῖ, ὥστε μηδὲν ἡμᾶς εἶναι: πάντα δὲ οὔσης προνοίας καὶ μόνης αὐτῆς οὐδ’ ἂν εἴη: τίνος γὰρ ἂν ἔτι εἴη; ἀλλὰ μόνον ἂν εἴη τὸ θεῖον. τοῦτο δὲ καὶ νῦν ἔστι: καὶ πρὸς ἄλλο δὲ ἐλήλυθεν, οὐχ ἵνα ἀνέλῃ τὸ ἄλλο, ἀλλ’ ἐπιόν τῳ, οἷον ἀνθρώπῳ, ἦν ἐπ’ αὐτῷ [πρόνοια] τηροῦσα τὸν ἄνθρωπον ὄντα: τοῦτο δέ ἐστι νόμῳ προνοίας ζῶντα, ὃ δή ἐστι πράττοντα ὅσα ὁ νόμος αὐτῆς λέγει. λέγει δὲ τοῖς μὲν ἀγαθοῖς γενομένοις ἀγαθὸν βίον ἔσεσθαι καὶ κεῖσθαι καὶ ἐσύστερον, τοῖς δὲ κακοῖς τὰ ἐναντία. κακοὺς δὲ γενομένους ἀξιοῦν ἄλλους αὐτῶν σωτῆρας εἶναι ἑαυτοὺς προεμένους οὐ θεμιτὸν εὐχὴν ποιουμένων: οὐ τοίνυν οὐδὲ θεοὺς αὐτῶν ἄρχειν τὰ καθέκαστα ἀφέντας τὸν ἑαυτῶν βίον οὐδέ γε τοὺς ἄνδρας τοὺς ἀγαθούς, ἄλλον βίον ζῶντας τὸν ἀρχῆς ἀνθρωπίνης ἀμείνω, τούτους αὐτῶν ἄρχοντας εἶναι: ἐπεὶ οὐδ’ αὐτοὶ ἐπεμελήθησάν ποτε, ὅπως ἄρχοντες ἀγαθοὶ γένοιντο τῶν ἄλλων, ὅπως αὐτοὶ εἶεν ἐπιμελούμενοι, ἀλλὰ φθονοῦσιν, ἐάν τις ἀγαθὸς παῤ αὑτοῦ φύηται: ἐπεὶ πλείους ἂν ἐγένοντο ἀγαθοί, εἰ τούτους ἐποιοῦντο προστάτας. γενόμενον τοίνυν ζῷον οὐκ ἄριστον, ἀλλὰ μέσην τάξιν ἔχον καὶ ἑλόμενον, ὅμως ἐν ᾧ κεῖται τόπῳ ὑπὸ προνοίας οὐκ ἐώμενον ἀπολέσθαι, ἀλλὰ ἀναφερόμενον ἀεὶ πρὸς τὰ ἄνω παντοίαις μηχαναῖς, αἷς τὸ θεῖον χρῆται ἐπικρατεστέραν ἀρετὴν ποιοῦν, οὐκ ἀπώλεσε τὸ λογικὸν εἶναι τὸ ἀνθρώπινον γένος, ἀλλὰ μετέχον, εἰ καὶ μὴ ἄκρως, ἐστὶ καὶ σοφίας καὶ νοῦ καὶ τέχνης καὶ δικαιοσύνης, τῆς γοῦν πρὸς ἀλλήλους ἕκαστοι — καὶ οὓς ἀδικοῦσι δὲ οἴονται δικαίως ταῦτα ποιεῖν, εἶναι γὰρ ἀξίους — οὕτω καλόν ἐστιν ἄνθρωπος ποίημα, ὅσον δύναται καλὸν εἶναι, καὶ συνυφανθὲν εἰς τὸ πᾶν μοῖραν ἔχει τῶν ἄλλων ζῴων ὅσα ἐπὶ γῆς βελτίονα. ἐπεὶ καὶ τοῖς ἄλλοις ὅσα ἐλάττω ζῷα αὐτοῦ κόσμον γῇ φέροντα μέμφεται οὐδεὶς νοῦν ἔχων. γελοῖον γάρ, εἴ τις μέμφοιτο, ὅτι τοὺς ἀνθρώπους δάκνοι, ὡς δέον αὐτοὺς ζῆν κοιμωμένους. ἀνάγκη δὲ καὶ ταῦτα εἶναι: καὶ αἱ μὲν πρόδηλοι παῤ αὐτῶν ὠφέλειαι, τὰς δὲ οὐ φανερὰς ἀνεῦρε πολλὰς ὁ χρόνος: ὥστε μηδὲν αὐτοῖς μάτην μηδὲ ἀνθρώποις εἶναι. γελοῖον δὲ καὶ ὅτι ἄγρια πολλὰ αὐτῶν μέμφεσθαι γινομένων καὶ ἀνθρώπων ἀγρίων: εἰ δὲ μὴ πεπίστευκεν ἀνθρώποις, ἀλλὰ ἀπιστοῦντα ἀμύνεται, τί θαυμαστόν ἐστιν;

Pues la providencia no debe ser de tal modo que nosotros no seamos nada. Si todo fuera providencia, y solo ella, ni siquiera ella sería: ¿de quién, en efecto, sería ya? Solo existiría lo divino. Pero esto [lo divino] existe también ahora, y [la providencia] ha llegado a otro [ser], no para suprimir lo otro, sino que, viniendo sobre alguien, por ejemplo sobre el hombre, estaba sobre él [la providencia] guardando al hombre en cuanto es hombre. Y esto es vivir según la ley de la providencia, es decir, obrar cuanto dice la ley de ella. Y dice que a los que se han hecho buenos les habrá y les está reservada una vida buena también en lo posterior, y a los malos lo contrario. Pero pretender que otros sean los salvadores de quienes se han hecho malos, habiéndose ellos abandonado a sí mismos, no es lícito a quienes hacen oración. Tampoco, pues, es que los dioses los gobiernen en los detalles, dejando su propia vida, ni que los hombres buenos, que viven otra vida mejor que el mando humano, sean sus gobernantes: puesto que ellos mismos nunca se preocuparon de que hubiera buenos gobernantes de los demás, para ser ellos los que cuidan, sino que envidian si alguien se hace bueno por sí mismo; pues habrían sido más los buenos si los hubieran hecho dirigentes. Así, pues, el ser vivo producido no es el mejor, sino que tiene un rango intermedio y lo eligió. Sin embargo, la providencia no deja que se pierda en el lugar en que yace, sino que lo remite siempre hacia lo alto con toda clase de recursos, que lo divino emplea haciendo prevalecer la virtud. El género humano no perdió el ser racional, sino que participa, aunque no en grado sumo, de sabiduría, de intelecto, de arte y de justicia, al menos de la que cada uno ejerce con los otros —y a quienes agravian creen hacerlo con justicia, por ser dignos de ello—. Así es el hombre una obra bella, cuanto puede serlo, y, entretejido en el todo, tiene su parte entre los demás animales, cuantos de los de la tierra son mejores. Pues tampoco de los demás animales menores que él, que llevan adorno a la tierra, se queja nadie que tenga juicio. Sería ridículo quejarse de que muerdan a los hombres, como si estos debieran vivir durmiendo. Es necesario que también estos existan: de ellos vienen utilidades, unas evidentes, y otras no manifiestas, que el tiempo ha descubierto en gran número; de modo que nada hay en vano, ni para ellos ni para los hombres. Es ridículo también quejarse de que muchos de ellos sean salvajes, cuando hay también hombres salvajes. Y si [el animal] no ha confiado en los hombres, sino que, desconfiando, se defiende, ¿qué tiene de extraño?

10

ἀλλ’ εἰ ἄνθρωποι ἄκοντές εἰσι κακοὶ καὶ τοιοῦτοι οὐχ ἑκόντες, οὔτ’ ἄν τις τοὺς ἀδικοῦντας αἰτιάσαιτο, οὔτε τοὺς πάσχοντας ὡς δἰ αὑτοὺς ταῦτα πάσχοντας. εἰ δὲ δὴ καὶ ἀνάγκη οὕτω κακοὺς γίνεσθαι εἴτε ὑπὸ τῆς φορᾶς εἴτε τῆς ἀρχῆς διδούσης τὸ ἀκόλουθον ἐντεῦθεν, φυσικῶς οὕτως. εἰ δὲ δὴ ὁ λόγος αὐτός ἐστιν ὁ ποιῶν, πῶς οὐκ ἄδικα οὕτως; ἀλλὰ τὸ μὲν ἄκοντες, ὅτι ἁμαρτία ἀκούσιον: τοῦτο δὲ οὐκ ἀναιρεῖ τὸ αὐτοὺς τοὺς πράττοντας παῤ αὑτῶν εἶναι, ἀλλ’ ὅτι αὐτοὶ ποιοῦσι, διὰ τοῦτο καὶ αὐτοὶ ἁμαρτάνουσιν: ἢ οὐδ’ ἂν ὅλως ἥμαρτον μὴ αὐτοὶ οἱ ποιοῦντες ὄντες. τὸ δὲ τῆς ἀνάγκης οὐκ ἔξωθεν, ἀλλ’ ὅτι πάντως. τὸ δὲ τῆς φορᾶς οὐχ ὥστε μηδὲν ἐφ̓ ἡμῖν εἶναι: καὶ γὰρ εἰ ἔξωθεν τὸ πᾶν, οὕτως ἂν ἦν, ὡς αὐτοὶ οἱ ποιοῦντες ἐβούλοντο: ὥστε οὐκ ἂν αὐτοῖς ἐναντία ἐτίθεντο ἄνθρωποι οὐδ’ ἂν ἀσεβεῖς, εἰ θεοὶ ἐποίουν. νῦν δὲ παῤ αὐτῶν τοῦτο. ἀρχῆς δὲ δοθείσης τὸ ἐφεξῆς περαίνεται συμπαραλαμβανομένων εἰς τὴν ἀκολουθίαν καὶ τῶν ὅσαι εἰσὶν ἀρχαί: ἀρχαὶ δὲ καὶ ἄνθρωποι. κινοῦνται γοῦν πρὸς τὰ καλὰ οἰκείᾳ φύσει καὶ ἀρχὴ αὕτη αὐτεξούσιος.

Pero si los hombres son malos contra su voluntad y no lo son de grado, no se podría acusar ni a los que agravian ni a los que padecen, como si padecieran por su propia causa. Y si, además, es necesario que se hagan malos así, ya por la traslación [del cielo], ya porque el principio da la consecuencia que de ahí se sigue, ¿es entonces así por naturaleza? Y si es la razón misma la que lo hace, ¿cómo no es injusto que sea así? Pero [se dice] «contra su voluntad» porque el error es involuntario. Esto no suprime que los mismos que obran sean los que obran por sí mismos; al contrario, porque ellos mismos lo hacen, por eso ellos mismos yerran; de otro modo no habrían errado en absoluto, si no fueran ellos los que hacen. Y lo de la necesidad no es algo externo, sino que quiere decir «de todos modos». Y lo de la traslación no es de modo que nada dependa de nosotros. Pues si el todo fuera externo, sería como los mismos que obran quisieran; de modo que los hombres no se opondrían a ellos, ni serían impíos, si los dioses lo hicieran. Pero ahora esto viene de ellos. Dado un principio, lo que sigue se cumple, tomándose parte en la consecuencia también todos cuantos son principios; y principios son también los hombres. Se mueven, en efecto, hacia lo bello por naturaleza propia, y este principio es autónomo.✦

11

πότερα δὲ φυσικαῖς ἀνάγκαις οὕτως ἕκαστα καὶ ἀκολουθίαις καὶ ὅπῃ δυνατὸν καλῶς; ἢ οὔ, ἀλλ’ ὁ λόγος ταῦτα πάντα ποιεῖ ἄρχων καὶ οὕτω βούλεται καὶ τὰ λεγόμενα κακὰ αὐτὸς κατὰ λόγον ποιεῖ οὐ βουλόμενος πάντα ἀγαθὰ εἶναι, ὥσπερ ἂν εἴ τις τεχνίτης οὐ πάντα τὰ ἐν τῷ ζῴῳ ὀφθαλμοὺς ποιοῖ: οὕτως οὐδ’ ὁ λόγος πάντα θεοὺς εἰργάζετο, ἀλλὰ τὰ μὲν θεούς, τὰ δὲ δαίμονας, δευτέραν φύσιν, εἶτα ἀνθρώπους καὶ ζῷα ἐφεξῆς, οὐ φθόνῳ, ἀλλὰ λόγῳ ποικιλίαν νοερὰν ἔχοντι. ἡμεῖς δέ, ὥσπερ οἱ ἄπειροι γραφικῆς τέχνης αἰτιῶνται, ὡς οὐ καλὰ τὰ χρώματα πανταχοῦ, ὁ δὲ ἄρα τὰ προσήκοντα ἀπέδωκεν ἑκάστῳ τόπῳ: ἢ εἴ τις δρᾶμα μέμφοιτο, ὅτι μὴ πάντες ἥρωες ἐν αὐτῷ, ἀλλὰ καὶ οἰκέτης καί τις ἄγροικος καὶ φαύλως φθεγγόμενος: τὸ δὲ οὐ καλόν ἐστιν, εἴ τις τοὺς χείρους ἐξέλοι, καὶ ἐκ τούτων συμπληρούμενον.

¿Es, pues, cada cosa así por necesidades naturales y consecuencias, y lo mejor posible? ¿O no, sino que la razón hace todo esto gobernando, y así lo quiere, y lo que llaman males él mismo lo hace conforme a razón, sin querer que todo sea bueno? Sería como si un artífice no hiciera que todo en el animal fueran ojos. Así tampoco la razón hizo todas las cosas dioses, sino unas dioses, otras daímones, naturaleza segunda, luego hombres y animales en orden sucesivo; no por envidia, sino por una razón que posee una variedad intelectual. Y nosotros [hacemos] como los inexpertos en el arte de la pintura, que se quejan de que los colores no son bellos en todas partes, cuando el pintor dio a cada lugar lo que le corresponde. O como si alguien criticara un drama porque no todos son héroes en él, sino también un criado, un campesino y uno que habla vulgarmente: pero [el drama] no sería bello si se quitaran los peores, pues se completa también con estos.✦

12

εἰ μὲν οὖν αὐτὸς ὁ λόγος ἐναρμόσας ἑαυτὸν εἰς ὕλην ταῦτα εἰργάσατο τοῦτο ὢν οἷός ἐστιν, ἀνόμοιος τοῖς μέρεσιν, ἐκ τοῦ πρὸ αὐτοῦ τοῦτο ὤν, καὶ τοῦτο τὸ γενόμενον οὕτω γενόμενον οὐκ ἂν σχοίη κάλλιον ἑαυτοῦ ἄλλο. ὁ δὲ λόγος ἐκ πάντων ὁμοίων καὶ παραπλησίων οὐκ ἂν ἐγένετο, καὶ οὗτος ὁ τρόπος [οὐ] μεμπτὸς πάντα ὄντος κατὰ μέρος ἕκαστον ἄλλως. εἰ δὲ ἔξω ἑαυτοῦ ἄλλα εἰσήγαγεν, οἷνον φυχάς, καὶ ἐβιάσατο παρὰ τὴν αὐτῶν φύσιν ἐναρμόσας τῷ ποιήματι πρὸς τὸ χεῖρον πολλάς, πῶς ὀρθῶς; ἀλλὰ φατέον καὶ τὰς ψυχὰς οἷον μέρη αὐτοῦ εἶναι καὶ μὴ χείρους ποιοῦντα ἐναρμόττειν, ἀλλ’ ὅπου προσῆκον αὐταῖς καταχωρίζειν κατ’ ἀξίαν.

Si, pues, la razón misma, adaptándose a la materia, hizo estas cosas siendo tal cual es, desemejante en sus partes, y siendo esto a partir de lo anterior a ella, también lo así producido, producido de este modo, no podría tener nada más bello que sí mismo. Pero la razón no habría surgido de cosas todas semejantes y parecidas, y este modo es [no] censurable, siendo cada cosa, parte por parte, de otra manera. Pero si introdujo desde fuera de sí otras cosas, como almas, y las forzó, contra su propia naturaleza, adaptándolas a la obra, hacia lo peor, ¿cómo estaría bien? Pero hay que decir que también las almas son como partes de ella, y que no las adapta haciéndolas peores, sino que las coloca, según su mérito, donde les conviene.

13

ἐπεὶ οὐδ’ ἐκεῖνον ἀποβλητέον τὸν λόγον, ὃς οὐ πρὸς τὸ παρὸν ἑκάστοτέ φησι βλέπειν, ἀλλὰ πρὸς τὰς πρόσθεν περιόδους καὶ αὖ τὸ μέλλον, ὥστε ἐκεῖθεν τάττειν τὴν ἀξίαν καὶ μετατιθέναι ἐκ δεσποτῶν τῶν πρόσθεν δούλους ποιοῦντα, εἰ ἐγένοντο κακοὶ δεσπόται, καὶ ὅτι σύμφορον αὐτοῖς οὕτω, καὶ εἰ κακῶς ἐχρήσαντο πλούτῳ πένητας, καὶ [ὅτι] ἀγαθοῖς οὐκ ἀσύμφορον πένησιν εἶναι, καὶ φονεύσαντας ἀδίκως φονευθῆναι ἀδίκως μὲν τῷ ποιήσαντι, αὐτῷ δὲ δικαίως τῷ παθόντι, καὶ τὸν πεισόμενον συναγαγεῖν εἰς τὸ αὐτὸ τῷ ἐπιτηδείῳ ποιῆσαι,: ἃ παθεῖν ἐχρῆν ἐκεῖνον. μὴ γὰρ δὴ κατὰ συντυχίαν δοῦλον μηδὲ αἰχμάλωτον ὡς ἔτυχε μηδὲ ὑβρισθῆναι εἰς σῶμα εἰκῇ, ἀλλὰ ἦν ποτε ταῦτα ποιήσας, ἃ νῦν ἐστι πάσχων: καὶ μητέρα τις ἀνελὼν ὑπὸ παιδὸς ἀναιρεθήσεται γενόμενος γυνή, καὶ βιασάμενος γυναῖκα [γυνὴ] ἔσται, ἵνα βιασθῇ. ὅθεν καὶ θεία φήμη Ἀδράστεια: αὕτη γὰρ ἡ διάταξις Ἀδράστεια ὄντως καὶ ὄντως Δίκη καὶ σοφία θαυμαστή. τεκμαίρεσθαι δὲ δεῖ τοιαύτην τινὰ εἶναι τὴν τάξιν ἀεὶ τῶν ὅλων ἐκ τῶν ὁρωμένων ἐν τῷ παντί, ὡς εἰς ἅπαν χωρεῖ καὶ ὅ τι μικρότατον, καὶ ἡ τέχνη θαυμαστὴ οὐ μόνον ἐν τοῖς θείοις, ἀλλὰ καὶ ὧν ἄν τις ὑπενόησε καταφρονῆσαι ὡς μικρῶν τὴν πρόνοιαν: οἵα καὶ ἐν τοῖς τυχοῦσι ζῴοις ἡ ποικίλη θαυματουργία καὶ τὸ μέχρι τῶν φυτῶν ἐν καρποῖς καὶ ἔτι φύλλοις εὐειδὲς καὶ τὸ ῥᾷστα εὐανθὲς καὶ ῥαδινὸν καὶ ποικίλον, καὶ ὅτι οὐ πεποίηται ἅπαξ καὶ ἐπαύσατο, ἀλλ’ ἀεὶ ποιεῖται τῶν ὑπεράνω φερομένων κατὰ ταῦτα οὐχ ὡσαύτως. μετατίθεται τοίνυν τὰ μετατιθέμενα οὐκ εἰκῇ μετατιθέμενα οὐδ’ ἄλλα σχήματα λαμβάνοντα, ἀλλ’ ὡς καλόν, καὶ ὡς πρέποι ἂν δυνάμεσι θείαις ποιεῖν. ποιεῖ γὰρ πᾶν τὸ θεῖον ὡς πέφυκε: πέφυκε δὲ κατὰ τὴν αὐτοῦ οὐσίαν: οὐσία δὲ αὐτοῦ, ἣ τὸ καλὸν ἐν ταῖς ἐνεργείαις αὐτοῦ καὶ τὸ δίκαιον συνεκφέρει. εἰ γὰρ μὴ ἐκεῖ ταῦτα, ποῦ ἂν εἴη;

Pues tampoco ha de rechazarse aquella razón que dice que [la providencia] no mira cada vez al presente, sino a los períodos anteriores y, a su vez, al futuro, de modo que desde ahí determina el valor [de cada uno] y hace los cambios: convierte en esclavos a quienes antes fueron amos, si fueron malos amos, y [dice] que así les conviene; y en pobres a quienes usaron mal la riqueza, y [que] para los buenos no es inconveniente ser pobres; y que quienes mataron injustamente sean muertos injustamente (injustamente para el que lo hizo, pero justamente para el que lo sufre), y que el que ha de sufrir sea reunido en el mismo lugar con quien es apto para hacerle lo que aquel debía padecer. Pues no es por casualidad que alguien sea esclavo, ni cautivo al azar, ni ultrajado en su cuerpo sin motivo, sino que alguna vez hizo lo que ahora padece; y quien mató a su madre será muerto por su hijo, habiendo nacido mujer, y quien violentó a una mujer será [mujer] para ser violentada. De ahí viene también la sentencia divina «Adrastea»: pues esta ordenación es verdaderamente Adrastea, verdaderamente Justicia y sabiduría admirable. Y que tal es siempre el orden del conjunto hay que inferirlo de lo que se ve en el todo: cómo se extiende a todo, aun a lo más pequeño, y cómo el arte es admirable no solo en las cosas divinas, sino también en aquellas que alguien podría suponer que la providencia desprecia por pequeñas. Tal es, en los animales más corrientes, la variada maravilla; y hasta en las plantas, la hermosura de los frutos y aun de las hojas, la facilidad con que florecen bien, y lo delicado y variado; y que no ha sido hecho una vez y luego cesó, sino que se hace siempre, al moverse las cosas de arriba según estas [cosas] de modo no idéntico. Así pues, lo que cambia no cambia al azar ni toma otras figuras sin más, sino como es bello y como convendría que obraran potencias divinas. Pues todo lo divino obra como es su naturaleza; y su naturaleza es conforme a su esencia; y su esencia es la que lleva consigo, en sus actos, lo bello y lo justo. Porque si esto no está allí, ¿dónde estaría?✦

14

ἔχει τοίνυν ἡ διάταξις οὕτω κατὰ νοῦν, ὡς ἄνευ λογισμοῦ εἶναι, οὕτω δὲ εἶναι, ὡς, εἴ τις ἄριστα δύναιτο λογισμῷ χρῆσθαι, θαυμάσαι, ὅτι μὴ ἂν ἄλλως εὗρε λογισμὸς ποιῆσαι, ὁποῖόν τι γινώσκεται καὶ ἐν ταῖς καθ̓ ἕκαστα φύσεσι γινόμενον εἰς ἀεὶ νοερώτερον ἢ κατὰ λογισμοῦ διάταξιν. ἐφ̓ ἑκάστου μὲν οὖν τῶν γινομένων ἀεὶ γενῶν οὐκ ἔστιν αἰτιᾶσθαι τὸν ποιοῦντα λόγον, εἴ τις μὴ ἀξιοῖ ἕκαστον οὕτω γεγονέναι χρῆναι, ὡς τὰ μὴ γεγονότα, ἀίδια δέ, ἔν τε νοητοῖς ἔν τε αἰσθητοῖς ἀεὶ τὰ αὐτὰ ὄντα, προσθήκην αἰτῶν ἀγαθοῦ πλείονα, ἀλλ’ οὐ τὸ δοθὲν ἑκάστῳ εἶδος αὔταρκες ἡγούμενος, οἷον τῷδε, ὅτι μὴ κέρατα, οὐ σκοπούμενος, ὅτι ἀδύνατον ἦν λόγον μὴ οὐκ ἐπὶ πάντα ἐλθεῖν, ἀλλ’ ὅτι ἔδει ἐν τῷ μείζονι τὰ ἐλάττω καὶ ἐν τῷ ὅλῳ τὰ μέρη καὶ οὐκ ἴσα δυνατὸν εἶναι: ἢ οὐκ ἂν ἦν μέρη. τὸ μὲν γὰρ ἄνω πᾶν πάντα, τὸ δὲ κάτω οὐ πάντα ἕκαστον. καὶ ἄνθρωπος δὴ καθ̓ ὅσον μέρος ἕκαστος οὐ πᾶς. εἰ δέ που ἐν μέρεσί τισι καὶ ἄλλο τι, ὃ οὐ μέρος, τούτῳ κἀκεῖνο πᾶν. ὁ δὴ καθ̓ ἕκαστα ᾗ τοῦτο οὐκ ἀπαιτητέος τέλειος εἶναι εἰς ἀρετῆς ἄκρον: ἤδη γὰρ οὐκέτ̓ ἂν μέρος. οὐ μὴν οὐδὲ τῷ ὅλῳ τὸ μέρος κοσμηθὲν εἰς μείζονα ἀξίαν ἐφθόνηται: καὶ γὰρ κάλλιον τὸ ὅλον ποιεῖ κοσμηθὲν ἀξίᾳ μείζονι. καὶ γὰρ γίνεται τοιοῦτον ἀφομοιωθὲν τῷ ὅλῳ καὶ οἷον συγχωρηθὲν τοιοῦτον εἶναι καὶ συνταχθὲν οὕτως, ἵνα καὶ κατὰ τὸν ἀνθρώπου τόπον ἐκλάμπῃ τι ἐν αὐτῷ, οἷον καὶ κατὰ τὸν θεῖον οὐρανὸν τὰ ἄστρα, καὶ ἡ ἐντεῦθεν ἀντίληψις οἷον ἀγάλματος μεγάλου καὶ καλοῦ [ᾖ] εἴτε ἐμψύχου εἴτε καὶ τέχνῃ Ἡφαίστου γενομένου, [καὶ] ὦσι μὲν καὶ κατὰ τὸ πρόσωπον ἐπιστίλβοντες ἀστέρες καὶ ἐν τοῖς στήθεσι δὲ ἄλλοι καὶ ᾗ ἔμελλεν ἐπιτρέψειν ἄστρων θέσις κειμένων.

La ordenación es, pues, conforme al intelecto, de modo que existe sin cálculo; y existe de tal manera que, si alguien pudiera usar el cálculo del mejor modo, se admiraría de que el cálculo no habría hallado cómo hacerla de otro modo. Algo tal se reconoce también en las naturalezas particulares, que se producen siempre de manera más intelectiva que según una ordenación de cálculo. Respecto de cada uno de los géneros que siempre llegan a ser, no se puede culpar a la razón que los produce, a menos que alguien no considere que cada uno haya debido llegar a ser como lo que no ha llegado a ser, es decir, eterno, siempre idéntico tanto entre los inteligibles como entre los sensibles; [a menos que], pidiendo un añadido mayor de bien, no tenga por suficiente la forma dada a cada uno (por ejemplo, a este, por no tener cuernos), sin considerar que era imposible que la razón no llegara a todo, sino que era necesario que en lo mayor estuvieran lo menor, y en el todo las partes, y que no fuera posible que fueran iguales; de lo contrario no serían partes. Pues lo de arriba, todo, es todas las cosas, mientras que lo de abajo no es cada uno todas las cosas. También el hombre, en cuanto cada uno es parte, no es el hombre entero. Pero si en algunas partes hay además algo otro que no es parte, por ello aquello es también un todo. Al individuo, en cuanto tal, no hay que exigirle que sea perfecto hasta el extremo de la virtud: pues entonces ya no sería parte. Y tampoco se le niega por envidia al todo que la parte sea adornada con una dignidad mayor: pues el todo resulta más bello al ser adornado con una dignidad mayor. En efecto, llega a ser tal al asemejarse al todo, y como si se le hubiera concedido ser tal y haber sido ordenado así, para que también en el lugar del hombre resplandezca algo en él, como en el cielo divino los astros; y la impresión que de aquí se recibe sea como la de una estatua grande y bella, ya sea animada, ya hecha por el arte de Hefesto, [y] haya astros que brillan en el rostro, otros en el pecho, y [otros] allí donde fuera a permitirlo la posición de los astros colocados.✦

15

τὰ μὲν οὖν ἕκαστα αὐτὰ ἐφ̓ ἑαυτῶν θεωρούμενα οὕτως: ἡ συμπλοκὴ δὲ ἡ τούτων γεννηθέντων καὶ ἀεὶ γεννωμένων ἔχοι ἂν τὴν ἐπίστασιν καὶ ἀπορίαν κατὰ τε τὴν ἀλληλοφαγίαν τῶν ἄλλων ζῴων καὶ τὰς ἀνθρώπων εἰς ἀλλήλους ἐπιθέσεις, καὶ ὅτι πόλεμος ἀεὶ καὶ οὐ μήποτε παῦλαν οὐδ’ ἀνοχὴν λάβῃ, καὶ μάλιστα εἰ λόγος πεποίηκεν οὕτως ἔχειν, καὶ ούτω λέγεται καλῶς ἔχειν. οὐ γὰρ ἔτι τοῖς οὕτω λέγουσιν ἐκεῖνος ὁ λόγος βοηθεῖ, ὡς καλῶς κατὰ τὸ δυνατὸν ἔχει [καὶ] αἰτία ὕλη οὕτως ἐχόντων, ὡς ἐλαττόνως ἔχειν, καὶ ὡς οὐ δυνατὸν τὰ κακὰ ἀπολέσθαι, εἴπερ οὕτως ἐχρῆν ἔχειν, καὶ καλῶς οὕτω, καὶ οὐχ ἡ ὕλη παρελθοῦσα κρατεῖ, ἀλλὰ παρήχθη, ἵνα οὕτω, μᾶλλον δὲ ᾖ καὶ αὐτὴ αἰτίᾳ λόγου οὕτως. ἀρχὴ οὖν λόγος καὶ πάντα λόγος καὶ τὰ γινόμενα κατ’ αὐτὸν καὶ συνταττόμενα ἐπὶ τῇ γενέσει πάντως οὕτως. τίς οὖν ἡ τοῦ πολέμου τοῦ ἀκηρύκτου ἐν ζῴοις καὶ ἐν ἀνθρώποις ἀνάγκη; ἢ ἀλληλοφαγίαι μὲν ἀναγκαῖαι, ἀμοιβαὶ ζῴων οὖσαι οὐ δυναμένων, οὐδ’ εἴ τις μὴ κτιννύοι αὐτά, οὕτω μένειν εἰς ἀεί. εἰ δὲ ἐν ᾧ χρόνῳ δεῖ ἀπελθεῖν οὕτως ἀπελθεῖν ἔδει, ὡς ἄλλοις γενέσθαι χρείαν παῤ αὐτῶν, τί φθονεῖν ἔδει; τί δ’ εἰ βρωθέντα ἄλλα ἐφύετο; οἷον εἰ ἐπὶ σκηνῆς τῶν ὑποκριτῶν ὁ πεφονευμένος ἀλλαξάμενος τὸ σχῆμα ἀναλαβὼν πάλιν εἰσίοι ἄλλο πρόσωπον, ἀλλ’ οὐ τέθνηκεν ἀληθῶς οὗτος. εἰ οὖν καὶ τὸ ἀποθανεῖν ἀλλαγή ἐστι σώματος, ὥσπερ ἐσθῆτος ἐκεῖ, ἢ καὶ παντελὴς ἀπόθεσις σώματος, ὥσπερ ἐκεῖ ἔξοδος ἐκ τῆς σκηνῆς παντελὴς οὔποτε εἰς ὕστερον πάλιν ἥξοντος ἐναγωνίσασθαι, τί ἂν δεινὸν εἴη ἡ τοιαύτη τῶν ζῴων εἰς ἄλληλα μεταβολὴ πολὺ βελτίων οὖσα τοῦ μηδὲ τὴν ἀρχὴν αὐτὰ γενέσθαι; ἐκείνως μὲν γὰρ ἐρημία ζωῆς καὶ τῆς ἐν ἄλλῳ οὔσης ἀδυναμία: νῦν δὲ πολλὴ οὖσα ἐν τῷ παντὶ ζωὴ πάντα ποιεῖ καὶ ποικίλλει ἐν τῷ ζῆν καὶ οὐκ ἀνέχεται μὴ ποιοῦσα ἀεὶ καλὰ καὶ εὐειδῆ ζῶντα παίγνια. ἀνθρώπων δὲ ἐπ’ ἀλλήλους ὅπλα θνητῶν ὄντων ἐν τάξει εὐσχήμονι μαχομένων, οἷα ἐν πυρρίχαις παίζοντες ἐργάζονται, δηλοῦσι τάς τε ἀνθρωπίνας σπουδὰς απάσας παιδιὰς οὔσας τούς τε θανάτους μηνύουσιν οὐδὲν δεινὸν εἶναι, ἀποθνήσκειν δὲ ἐν πολέμοις καὶ ἐν μάχαις ὀλίγον προλαβόντας τοῦ γινομένου ἐν γήρᾳ θᾶττον ἀπιόντας καὶ πάλιν ἰόντας. εἰ δ’ ἀφαιροῖντο ζῶντες χρημάτων, γινώσκοιεν ἂν μηδὲ πρότερον αὑτῶν εἶναι καὶ τοῖς ἁρπάζουσιν αὐτοῖς γελοίαν εἶναι τὴν κτῆσιν ἀφαιρουμένων αὐτοὺς ἄλλων: ἐπεὶ καὶ τοῖς μὴ ἀφαιρεθεῖσι χεῖρον γίνεσθαι τῆς ἀφαιρέσεως τὴν κτῆσιν. ὥσπερ δὲ ἐπὶ τῶν θεάτρων ταῖς σκηναῖς, οὕτω χρὴ καὶ τοὺς φόνους θεᾶσθαι καὶ πάντας θανάτους καὶ πόλεων ἁλώσεις καὶ ἁρπαγάς, μεταθέσεις πάντα καὶ μετασχηματίσεις καὶ θρήνων καὶ οἰμωγῶν ὑποκρίσεις. καὶ γὰρ ἐνταῦθα ἐπὶ τῶν ἐν τῷ βίῳ ἑκάστων οὐχ ἡ ἔνδον ψυχή, ἀλλ’ ἡ ἔξω ἀνθρώπου σκιὰ καὶ οἰμώζει καὶ ὀδύρεται καὶ πάντα ποιεῖ ἐν σκηνῇ τῇ ὅλῃ γῇ πολλαχοῦ σκηνὰς ποιησαμένων. τοιαῦτα γὰρ ἔργα ἀνθρώπου τὰ κάτω καὶ τὰ ἔξω μόνα ζῆν εἰδότος καὶ ἐν δακρύοις καὶ σπουδαίοις ὅτι παίζων ἐστὶν ἠγνοηκότος. μόνῳ γὰρ τῷ σπουδαίῳ σπουδαστέον ἐν σπουδαίοις τοῖς ἔργοις, ὁ δ’ ἄλλος ἄνθρωπος παίγνιον. σπουδάζεται δὲ καὶ τὰ παίγνια τοῖς σπουδάζειν οὐκ εἰδόσι καὶ αὐτοῖς οὖσι παιγνίοις. εἰ δέ τις συμπαίζων αὐτοῖς [σπουδαῖος] τὰ τοιαῦτα πάθοι, ἴστω παραπεσὼν παίδων παιδιᾷ τὸ περὶ αὑτὸν ἀποθέμενος πρόσωπον. εἰ δὲ δὴ καὶ παίζοι Σωκράτης, παίζει τῷ ἔξω Σωκράτει. δεῖ δὲ κἀκεῖνο ἐνθυμεῖσθαι, ὡς οὐ δεῖ τεκμήρια τοῦ κακὰ εἶναι τὸ δακρύειν καὶ θρηνεῖν τίθεσθαι, ὅτι δὴ καὶ παῖδες ἐπὶ οὐ κακοῖς καὶ δακρύουσι καὶ ὀδύρονται.

Así son, pues, cada una de estas cosas contempladas en sí mismas; pero el entrelazamiento de estas cosas generadas y siempre en generación podría suscitar detención y perplejidad: por el devorarse unos a otros los demás animales y los ataques de los hombres entre sí, y porque hay siempre guerra y esta nunca recibirá pausa ni tregua; sobre todo si una razón ha hecho que sea así y se dice que así está bien. Pues ya no ayuda a quienes hablan de este modo aquel argumento según el cual todo está bien en la medida de lo posible, [y] la materia es causa de que las cosas estén así, de modo que estén menos bien, y de que los males no puedan perecer; si es que así debía ser, y bien así, y no es la materia la que, habiendo sobrevenido, domina, sino que fue introducida para que [sea] así; o más bien, para que también ella misma sea así por causa de la razón. El principio es, pues, razón, y todo es razón, y lo que llega a ser conforme a ella y se ordena en la generación es enteramente así. ¿Cuál es, entonces, la necesidad de la guerra sin heraldo entre los animales y entre los hombres? ¿No será que los devorarse unos a otros son necesarios, por ser cambios de animales que no podrían permanecer así para siempre, ni aun si nadie los matara? Y si, en el tiempo en que debían partir, debían partir de tal modo que de ellos resultara provecho para otros, ¿por qué habría que envidiar? ¿Y qué, si, devorados, nacían otros? Es como si, en la escena de los actores, el asesinado, cambiando de figura, volviera a entrar tomando otro personaje; pero este no ha muerto de verdad. Si, pues, también el morir es un cambio de cuerpo, como allí lo es de vestido, o incluso una deposición completa del cuerpo, como allí la salida total de la escena de quien nunca más volverá después a actuar, ¿qué tendría de terrible tal transformación de los animales unos en otros, siendo mucho mejor que no haber llegado a ser en absoluto? Pues de aquel modo habría un desierto de vida y una incapacidad de la que existe en otro; ahora, en cambio, la vida, siendo mucha en el todo, lo hace todo y lo varía en el vivir, y no soporta dejar de hacer siempre bellos y hermosos juguetes vivientes. Las armas de los hombres unos contra otros, siendo mortales y combatiendo en un orden decoroso, como hacen jugando en las danzas pírricas, muestran que todos los afanes humanos son juegos, y declaran que las muertes no son nada terrible: morir en guerras y combates es adelantarse un poco a lo que ocurre en la vejez, partir antes y volver de nuevo. Y si, estando vivos, fueran despojados de sus bienes, reconocerían que tampoco antes eran suyos, y que incluso para los mismos que los arrebatan la posesión es ridícula, al serles quitada por otros; puesto que incluso para los no despojados la posesión resulta peor que el despojo. Y así como en las escenas de los teatros, así hay que contemplar los asesinatos y todas las muertes, las tomas de ciudades y los saqueos: todo cambios de lugar y de figura, y representaciones de lamentos y gemidos. Pues también aquí, en cada una de las cosas de la vida, no es el alma interior sino la sombra exterior del hombre la que gime, se lamenta y lo hace todo, en una escena que es la tierra entera, habiendo hecho escenas en muchos lugares. Pues tales son las obras del hombre que sabe vivir solo lo de abajo y lo exterior, y que ignora que, entre lágrimas y afanes serios, está jugando. Porque solo al hombre serio le corresponde tomar en serio obras serias; el otro hombre es un juguete. Y también los juguetes son tomados en serio por quienes no saben tomar nada en serio y son ellos mismos juguetes. Y si alguien [serio], jugando con ellos, padeciera tales cosas, sepa que ha caído en un juego de niños, habiendo depuesto el rostro que lleva puesto. Y si Sócrates juega, juega con el Sócrates exterior. Hay que pensar también esto: no se ha de tomar el llorar y el lamentarse como signo de que hay males, puesto que también los niños lloran y se quejan por cosas que no son males.✦

16

ἀλλ’ εἰ καλῶς ταῦτα λέγεται, πῶς ἂν ἔτι πονηρία; ποῦ δ’ ἀδικία; ἁμαρτία δὲ ποῦ; πῶς γὰρ ἔστι καλῶς γινομένων ἁπάντων ἀδικεῖν ἢ ἁμαρτάνειν τοὺς ποιοῦντας; κακοδαίμονες δὲ πῶς, εἰ μὴ ἁμαρτάνοιεν μηδ’ ἀδικοῖεν; πῶς δὲ τὰ μὲν κατὰ φύσιν, τὰ δὲ παρὰ φύσιν φήσομεν εἶναι τῶν γινομένων, ἁπάντων τῶν δρωμένων κατὰ φύσιν ὄντων; πῶς δ’ ἂν καὶ πρὸς τὸ θεῖον ἀσέβειά τις εἴη τοιούτου ὄντος τοῦ [ποιοῦντος καὶ τοῦ] ποιουμένου; οἷον εἴ τις ἐν δράματι λοιδορούμενον ποιητὴς ὑποκριτὴν ποιήσαιτο καὶ κατατρέχοντα τοῦ ποιητοῦ τοῦ δράματος. πάλιν οὖν σαφέστερον λέγωμεν τίς ὁ λόγος καὶ ὡς εἰκότως τοιοῦτός ἐστιν. ἔστι τοίνυν οὗτος ὁ λόγος — τετολμήσθω γάρ: τάχα δ’ ἂν καὶ τύχοιμεν — ἔστι τοίνυν οὗτος οὐκ ἄκρατος νοῦς οὐδ’ αὐτονοῦς οὐδέ γε ψυχῆς καθαρᾶς τὸ γένος, ἠρτημένος: δὲ ἐκείνης καὶ οἷον ἔκλαμψις ἐξ ἀμφοῖν, νοῦ καὶ ψυχῆς καὶ ψυχῆς κατὰ νοῦν διακειμένης γεννησάντων τὸν λόγον τοῦτον ζωὴν λόγον τινὰ ἡσυχῇ ἔχουσαν. πᾶσα δὲ ζωὴ ἐνέργεια, καὶ ἡ φαύλη: ἐνέργεια δὲ οὐχ ὡς τὸ πῦρ ἐνεργεῖ, ἀλλ’ ἡ ἐνέργεια αὐτῆς, κἂν μὴ αἴσθησίς τις παρῇ, κίνησίς τις οὐκ εἰκῇ. οἷς γοῦν ἂν παρῇ καὶ μετάσχῃ ὁπωσοῦν ὁτιοῦν, εὐθὺς λελόγωται, τοῦτο δέ ἐστι μεμόρφωται, ὡς τῆς ἐνεργείας τῆς κατὰ τὴν ζωὴν μορφοῦν δυναμένης καὶ κινούσης οὕτως, ὡς μορφοῦν. ἡ τοίνυν ἐνέργεια αὐτῆς τεχνική, ὥσπερ ἂν ὁ ὀρχούμενος κινούμενος εἴη: ὁ γὰρ ὀρχηστὴς τῇ οὕτω τεχνικῇ ζωῇ ἔοικεν αὐτὸς καὶ ἡ τέχνη αὐτὸν κινεῖ καὶ οὕτω κινεῖ, ὡς τῆς ζωῆς αὐτῆς τοιαύτης πως οὔσης. ταῦτα μὲν οὖν εἰρήσθω τοῦ οἵαν δεῖ καὶ τὴν ἡντινοῦν ζωὴν ἡγεῖσθαι ἕνεκα. ἥκων τοίνυν οὗτος ὁ λόγος ἐκ νοῦ ἑνὸς καὶ ζωῆς μιᾶς πλήρους ὄντος ἑκατέρου οὐκ ἔστιν οὔτε ζωὴ μία οὔτε νοῦς τις εἷς οὔτε ἑκασταχοῦ πλήρης οὐδὲ διδοὺς ἑαυτὸν οἷς δίδωσιν ὅλον τε καὶ πάντα. ἀντιθεὶς δὲ ἀλλήλοις τὰ μέρη καὶ ποιήσας ἐνδεᾶ πολέμου καὶ μάχης σύστασιν καὶ γένεσιν εἰργάσατο καὶ οὕτως ἐστὶν εἷς πᾶς, εἰ μὴ ἓν εἴη. γενόμενον γὰρ ἑαυτῷ τοῖς μέρεσι πολέμιον οὕτως ἕν ἐστι καὶ φίλον, ὥσπερ ἂν εἷς ὁ τοῦ δράματος ἔχων ἐν αὑτῷ πολλὰς μάχας. τὸ μὲν οὖν δρᾶμα τὰ μεμαχημένα οἷον εἰς μίαν ἁρμονίαν ἄγει σύμφωνον οἷον διήγησιν τὴν πᾶσαν τῶν μαχομένων ποιούμενον: ἐκεῖ δὲ ἐξ ἑνὸς λόγου ἡ τῶν διαστάτων μάχη: ὥστε μᾶλλον ἄν τις τῇ ἁρμονίᾳ τῇ ἐκ μαχομένων εἰκάσειε καὶ ζητήσειε διὰ τί τὰ μαχόμενα ἐν τοῖς λόγοις. εἰ οὖν καὶ ἐνταῦθα ὀξὺ καὶ βαρὺ ποιοῦσι λόγοι καὶ συνίασιν εἰς ἓν ὄντες ἁρμονίας λόγοι εἰς αὐτὴν τὴν ἁρμονίαν, ἄλλον λόγον μείζονα, ὄντες ἐλάττους αὐτοὶ καὶ μέρη, ὁρῶμεν δὲ καὶ ἐν τῷ παντὶ τὰ ἐναντία, οἷον λευκὸν μέλαν, θερμὸν ψυχρόν, καὶ δὴ πτερωτὸν ἄπτερον, ὑπόπουν ἄπουν, λογικὸν ἄλογον, πάντα δὲ ζῴου ἑνὸς τοῦ σύμπαντος μέρη καὶ τὸ πᾶν ὁμολογεῖ ἑαυτῷ τῶν μερῶν πολλαχοῦ μαχομένων, κατὰ λόγον δὲ τὸ πᾶν, ἀνάγκη καὶ τὸν ἕνα τοῦτον λόγον ἐξ ἐναντίων λόγων εἶναι ἕνα τὴν σύστασιν αὐτῷ καὶ οἷον οὐσίαν τῆς τοιαύτης ἐναντιώσεως φερούσης. καὶ γὰρ εἰ μὴ πολὺς ἦν, οὐδ’ ἂν ἦν πᾶς, οὐδ’ ἂν λόγος: λόγος δὲ ὢν διάφορός τε πρὸς αὑτόν ἐστι καὶ ἡ μάλιστα διαφορὰ ἐναντίωσίς ἐστιν: ὥστε εἰ ἕτερον ὅλως, τὸ δὲ ἕτερον ποιεῖ, καὶ μάλιστα ἕτερον, ἀλλ’ οὐχ ἧττον ἕτερον ποιήσει: ὥστε ἄκρως ἕτερον ποιῶν καὶ τὰ ἐναντία ποιήσει ἐξ ἀνάγκης καὶ τέλειος ἔσται, οὐκ εἰ διάφορα μόνον, ἀλλ’ εἰ καὶ ἐναντία ποιεῖ εἶναι ἑαυτόν.

Pero si esto se dice bien, ¿cómo habría todavía maldad? ¿Y dónde la injusticia? ¿Y el error, dónde? Pues ¿cómo es posible, si todo sucede bien, que quienes obran cometan injusticia o error? ¿Y cómo serían desdichados, si no erraran ni cometieran injusticia? ¿Y cómo diremos que unas de las cosas que suceden son conformes a la naturaleza y otras contrarias a la naturaleza, si todo lo que se hace es conforme a la naturaleza? ¿Y cómo habría alguna impiedad hacia lo divino, siendo tal lo que [hace y lo que] es hecho? Sería como si un poeta, en un drama, hiciera de un actor alguien que injuria y arremete contra el poeta del drama. Digamos, pues, de nuevo con más claridad cuál es esta razón y cómo es verosímil que sea tal. Es, pues, esta razón (atrevámonos; quizá acertemos) no un Intelecto sin mezcla, ni el Intelecto mismo, ni del género del alma pura, sino que pende de aquella y es como un resplandor procedente de ambos, del Intelecto y del alma, al engendrar el Intelecto y el alma dispuesta conforme al Intelecto esta razón, una vida que es cierta razón que se mantiene en calma. Y toda vida es acto, también la mala; acto no como actúa el fuego, sino que el acto de ella, aunque no esté presente ninguna sensación, es un movimiento no casual. Así, en todo aquello en que esté presente y de lo que participe de cualquier modo, enseguida hay razón, esto es, forma, pues el acto conforme a la vida puede formar y mueve de tal modo que forma. El acto de ella es, pues, artístico, como lo sería el que baila al moverse: pues el bailarín mismo se parece a la vida así artística, y el arte lo mueve, y lo mueve así porque la vida misma es de algún modo tal. Esto quede dicho, pues, con vistas a cómo hay que considerar toda vida, cualquiera que sea. Esta razón, entonces, que procede de un Intelecto uno y de una vida una, siendo cada uno pleno, no es ni una vida una, ni un intelecto uno, ni plena en todas partes, ni se da a sí misma entera y toda a aquellos a quienes da. Y al oponer unas a otras las partes y hacerlas carentes, produjo guerra y combate, constitución y generación; y así es un todo uno, aunque no fuera [simplemente] uno. Pues, habiéndose vuelto enemigo de sí mismo en sus partes, es así uno y amigo, como es uno el [argumento] del drama que contiene en sí muchos combates. El drama conduce, pues, lo combatido como a una armonía concorde, haciendo de todo el conjunto de los combatientes como una sola narración; allí, en cambio, el combate de lo separado procede de una sola razón. De modo que se la compararía más bien con la armonía [hecha] de elementos que combaten, y se preguntaría por qué hay cosas que combaten en las razones. Si, pues, también aquí las razones hacen lo agudo y lo grave y, siendo razones de armonía, convergen en uno hacia la armonía misma, que es otra razón mayor, siendo ellas menores y partes; y si vemos también en el todo los contrarios, como blanco y negro, caliente y frío, y también alado y sin alas, con pies y sin pies, racional e irracional, y todos son partes de un solo animal, el universo, y el todo concuerda consigo mismo aunque sus partes combaten en muchos lugares, y el todo es conforme a razón: es necesario que también esta razón única sea una [compuesta] de razones contrarias, aportándole tal contrariedad su constitución y como su esencia. Pues si no fuera múltiple, no sería un todo, ni razón; y siendo razón, es diferente de sí misma, y la diferencia máxima es la contrariedad. De modo que si es en absoluto diferente, y produce lo diferente, y lo máximamente diferente, no producirá menos lo diferente; de modo que, produciendo lo extremadamente diferente, producirá también necesariamente los contrarios, y será perfecta, no si produce solo cosas diversas, sino si hace que ella misma sea también [de cosas] contrarias.✦

17

ὢν δὴ τοιοῦτος οἷος καὶ πάντως ποιεῖ, πολὺ μᾶλλον τὰ ποιούμενα ποιήσει ἐναντία, ὅσῳ καὶ διέστηκε μᾶλλον: καὶ ἧττον ἓν ὁ κόσμος ὁ αἰσθητὸς ἢ ὁ λόγος αὐτοῦ, ὥστε καὶ πολὺς μᾶλλον καὶ ἡ ἐναντιότης μᾶλλον καὶ ἡ τοῦ ζῆν ἔφεσις μᾶλλον ἑκάστῳ καὶ ὁ ἔρως τοῦ εἰς ἓν μᾶλλον. φθείρει δὲ καὶ τὰ ἐρῶντα τὰ ἐρώμενα πολλάκις εἰς τὸ αὑτῶν ἀγαθὸν σπεύδοντα, ὅταν φθαρτὰ ᾖ, καὶ ἡ ἔφεσις δὲ τοῦ μέρους πρὸς τὸ ὅλον ἕλκει εἰς αὐτὸ ὃ δύναται. οὕτως οὖν καὶ οἱ ἀγαθοὶ καὶ οἱ κακοί, ὥσπερ παρὰ τῆς αὐτῆς τέχνης ὀρχουμένου τὰ ἐναντία: καὶ αὐτοῦ τὸ μέν τι μέρος ἀγαθόν, τὸ δὲ κακὸν φήσομεν, καὶ οὕτω καλῶς ἔχειν. καίτοι οὐδὲ κακοὶ ἔτι. ἢ τὸ μὲν κακοὺς εἶναι οὐκ ἀναιρεῖται, ἀλλ’ ἢ μόνον ὅτι μὴ παῤ αὑτῶν τοιοῦτοι. ἀλλ’ ἴσως συγγνώμη τοῖς κακοῖς: εἰ μὴ καὶ τὸ τῆς συγγνώμης καὶ μὴ ὁ λόγος ποιεῖ: ποιεῖ δὲ ὁ λόγος μηδὲ συγγνώμονας ἐπὶ τοῖς τοιούτοις εἶναι. ἀλλ’ εἰ τὸ μὲν μέρος αὐτοῦ ἀγαθὸς ἀνήρ, τὸ δὲ ἄλλο πονηρός, καὶ πλείω μέρη ὁ πονηρός, ὥσπερ ἐν δράμασι τὰ μὲν τάττει αὐτοῖς ὁ ποιητής, τοῖς δὲ χρῆται οὖσιν ἤδη: οὐ γὰρ αὐτὸς πρωταγωνιστὴν οὐδὲ δεύτερον οὐδὲ τρίτον ποιεῖ, ἀλλὰ διδοὺς ἑκάστῳ τοὺς προσήκοντας λόγους ἤδη ἀπέδωκεν ἑκάστῳ εἰς ὃ τετάχθαι δέον: οὕτω τοι καὶ ἔστι τόπος ἑκάστῳ ὁ μὲν τῷ ἀγαθῷ, ὁ δὲ τῷ κακῷ πρέπων. ἑκάτερος οὖν κατὰ φύσιν καὶ κατὰ λόγον εἰς ἑκάτερον καὶ τὸν πρέποντα χωρεῖ τὸν τόπον ἔχων, ὃν εἵλετο. εἶτα φθέγγεται καὶ ποιεῖ ὁ μὲν ἀσεβεῖς λόγους καὶ ἔργα ʽποιῶν̓, ὁ δὲ τὰ ἐναντία: ἦσαν γὰρ καὶ πρὸ τοῦ δράματος τοιοῦτοι οἱ ὑποκριταὶ διδόντες ἑαυτοὺς τῷ δράματι. ἐν μὲν οὖν τοῖς ἀνθρωπίνοις δράμασιν ὁ μὲν ποιητὴς ἔδωκε τοὺς λόγους, οἱ δὲ ἔχουσι παῤ αὑτῶν καὶ ἐξ αὑτῶν τό τε καλῶς καὶ τὸ κακῶς ἕκαστος — ἔστι γὰρ καὶ ἔργον αὐτοῖς μετὰ τὰς ῥήσεις τοῦ ποιητοῦ: ἐν δὲ τῷ ἀληθεστέρῳ ποιήματι, ὅ τι μιμοῦνται κατὰ μέρος ἄνθρωποι ποιητικὴν ἔχοντες φύσιν, ψυχὴ μὲν ὑποκρίνεται, ἃ δ’ ὑποκρίνεται λαβοῦσα παρὰ τοῦ ποιητοῦ, ὥσπερ οἱ τῇδε ὑποκριταὶ τὰ προσωπεῖα, τὴν ἐσθῆτα, τοὺς κροκωτοὺς καὶ τὰ ῥάκη, οὕτω καὶ ψυχὴ αὐτὴ τὰς τύχας οὐ λαβοῦσα εἰκῇ: κατὰ λόγον δὲ καὶ αὗται: καὶ ἐναρμοσαμένη ταύτας σύμφωνος γίνεται καὶ συνέταξεν ἑαυτὴν τῷ δράματι καὶ τῷ λόγῳ παντί: εἶτα οἷον φθέγγεται τὰς πράξεις καὶ τὰ ἄλλα, ὅσα ἂν ψυχὴ κατὰ τρόπον τὸν ἑαυτῆς ποιήσειεν, ὥσπερ τινὰ ᾠδήν. καὶ ὡς ὁ φθόγγος καὶ τὸ σχῆμα παῤ αὑτοῦ καλὸν ἢ αἰσχρὸν καὶ ἢ κόσμον προσέθηκεν, ὡς δόξειεν ἄν, εἰς τὸ ποίημα ἢ προσθεὶς τὴν αὑτοῦ τῆς φωνῆς κάκην οὐκ ἐποίησε μὲν τὸ δρᾶμα ἕτερον ἢ οἷον ἦν, αὐτὸς δὲ ἀσχήμων ἐφάνη, ὁ δὲ ποιητὴς τοῦ δράματος ἀπέπεμψε κατ’ ἀξίαν ἀτιμάσας καὶ τοῦτο ἔργον ποιῶν ἀγαθοῦ κριτοῦ, τὸν δὲ ἤγαγεν εἰς μείζους τιμὰς καί, εἰ ἔχοι, ἐπὶ τὰ καλλίω δράματα, τὸν δὲ ἕτερον, εἴ που εἶχε χείρονα, τοῦτον τὸν τρόπον εἰσελθοῦσα εἰς τόδε τὸ πᾶν ποίημα καὶ μέρος ἑαυτὴν ποιησαμένη τοῦ δράματος εἰς ὑπόκρισιν τὸ εὖ ἢ τὸ κακῶς εἰσενεγκαμένη παῤ αὑτῆς καὶ ἐν τῇ εἰσόδῳ συνταχθεῖσα καὶ τὰ ἄλλα πάντα χωρὶς ἑαυτῆς καὶ τῶν ἔργων αὑτῆς λαβοῦσα δίκας τε καὶ τιμὰς αὖ ἔχει. πρόσεστι δέ τι τοῖς ὑποκριταῖς ἅτε ἐν μείζονι τόπῳ ἢ κατὰ σκηνῆς μέτρον ὑποκρινομένοις καὶ τοῦ ποιητοῦ παντὸς τούτου ποιοῦντος κυρίους καὶ δυνάμεως οὔσης μείζονος ἐπὶ πολλὰ ἰέναι εἴδη τόπων τιμὰς καὶ ἀτιμίας ὁρίζουσι τῷ συνεπιλαμβάνειν καὶ αὐτοὺς ταῖς τιμαῖς καὶ ἀτιμίαις ἁρμόζοντος ἑκάστου τόπου τοῖς ἤθεσιν, ὡς συμφωνεῖν τῷ τοῦ παντὸς λόγῳ ἐναρμοζομένου κατὰ δίκην ἑκάστου τοῖς μέρεσι τοῖς δεξομένοις, ὥσπερ χορδῆς ἑκάστης εἰς τὸν οἰκεῖον καὶ προσήκοντα τόπον ταττομένης κατὰ λόγον τὸν τοῦ φθέγγεσθαι, ὁποῖόν ἐστιν αὐτῇ τὸ τῆς δυνάμεως εἰς τοῦτο. καὶ γὰρ ἐν τῷ ὅλῳ τὸ πρέπον καὶ τὸ καλόν, εἰ ἕκαστος οὗ δεῖ τετάξεται φθεγγόμενος κακὰ ἐν τῷ σκότῳ καὶ τῷ ταρτάρῳ: ἐνταῦθα γὰρ καλὸν τὸ οὕτω φθέγγεσθαι: καὶ τὸ ὅλον τοῦτο καλὸν οὐκ, εἰ λίθος εἴη ἕκαστος, ἀλλ’ εἰ τὸν φθόγγον τὸν αὑτοῦ εἰσφερόμενος συντελοῖ εἰς μίαν ἁρμονίαν ζωὴν καὶ αὐτὸς φωνῶν, ἐλάττω δὲ καὶ χείρω καὶ ἀτελεστέραν: ὥσπερ οὐδὲ ἐν σύριγγι φωνὴ μία, ἀλλὰ καὶ ἐλάττων τις οὖσα καὶ ἀμυδρὰ πρὸς ἁρμονίαν τῆς πάσης σύριγγος συντελεῖ, ὅτι μεμέρισται ἡ ἁρμονία εἰς οὐκ ἴσα μέρη καὶ ἄνισοι μὲν οἱ φθόγγοι πάντες, ὁ δὲ τέλειος εἷς ἐκ πάντων. καὶ δὴ καὶ ὁ λόγος ὁ πᾶς εἷς, μεμέρισται δὲ οὐκ εἰς ἴσα: ὅθεν καὶ τοῦ παντὸς διάφοροι τόποι, βελτίους καὶ χείρους, καὶ ψυχαὶ οὐκ ἴσαι ἐναρμόττουσιν οὕτω τοῖς οὐκ ἴσοις καὶ οὕτω καὶ ἐνταῦθα συμβαίνει καὶ τοὺς τόπους ἀνομοίους καὶ τὰς ψυχὰς οὐ τὰς αὐτάς, ἀλλ’ ἀνίσους οὔσας καὶ ἀνομοίους τοὺς τρόπους ἐχούσας, οἷον κατὰ σύριγγος ἤ τινος ἄλλου ὀργάνου ἀνομοιότητας, ἐν τόποις τε πρὸς ἀλλήλας διαφέρουσιν εἶναι [καὶ] καθ̓ ἕκαστον τόπον τὰ αὑτῶν συμφώνως καὶ τοῖς τόποις καὶ τῷ ὅλῳ φθεγγομένας. καὶ τὸ κακῶς αὐταῖς ἐν καλῷ κατὰ τὸ πᾶν κείσεται καὶ τὸ παρὰ φύσιν τῷ παντὶ κατὰ φύσιν καὶ οὐδὲν ἧττον φθόγγος ἐλάττων. ἀλλ’ οὐ χεῖρον πεποίηκε τὸ ὅλον οὕτω φθεγγομένη, ὥσπερ οὐδὲ ὁ δήμιος πονηρὸς ὢν χείρω πεποίηκε τὴν εὐνομουμένην πόλιν, εἰ δεῖ καὶ ἄλλῃ χρῆσθαι εἰκόνι. δεῖ γὰρ καὶ τούτου ἐν πόλει, ʽδεῖ δὲ καὶ ἀνθρώπου τοιούτου πολλάκις,ʼ καὶ καλῶς καὶ οὗτος κεῖται.

Siendo, pues, tal cual es y obrando de todos modos así, hará que las cosas producidas sean mucho más contrarias entre sí, cuanto más se han separado; y el cosmos sensible es menos uno que su razón, de modo que es también más múltiple, y mayor la contrariedad, y mayor en cada uno el deseo de vivir y el amor de [llegar] a la unidad. Los que aman destruyen también, con frecuencia, a los amados, apresurándose hacia su propio bien, cuando [los amados] son perecederos; y el deseo de la parte hacia el todo atrae hacia sí lo que puede. Así, pues, también los buenos y los malos, como [los movimientos] contrarios de un bailarín, que provienen de un mismo arte; y diremos que de él una parte es buena y otra mala, y que así está bien. Y sin embargo, ya no serían malos. ¿O acaso no se suprime el ser malos, sino solo que no lo son por sí mismos? Pero quizá hay perdón para los malos; a menos que también lo del perdón, y no la razón, lo produzca; y la razón hace que ni siquiera haya quienes perdonen en tales casos. Pero si un hombre bueno es una parte de él [del todo] y el otro, el malvado, [otra], y los malvados son más partes, es como en los dramas: el poeta asigna unos papeles y se sirve de otros [actores] que ya existen. Pues él mismo no hace al primer actor, ni al segundo, ni al tercero, sino que, dando a cada uno las palabras que le convienen, ya ha asignado a cada uno aquello para lo que debía ser destinado. Así también hay para cada uno un lugar: uno conveniente al bueno, otro al malo. Cada uno, entonces, conforme a la naturaleza y a la razón, va hacia el lugar conveniente, que es el que eligió, y lo ocupa. Luego uno habla y obra haciendo palabras y obras impías, y el otro, las contrarias; pues los actores eran ya tales antes del drama, y se entregaban al drama. Ahora bien, en los dramas humanos el poeta dio las palabras, pero cada uno tiene de sí y por sí el hacerlo bien o mal —pues también les corresponde una obra después de las palabras del poeta—; en cambio, en el poema más verdadero, que los hombres de naturaleza poética imitan en parte, el alma actúa, y lo que actúa lo recibe del poeta: como los actores de aquí reciben las máscaras, el vestido, los mantos de azafrán y los harapos, así también el alma misma recibe sus fortunas, y no al azar, sino que también estas [le vienen] conforme a la razón. Y, ajustándose a ellas, se pone en armonía, y se ordena a sí misma en el drama y en la razón entera; luego, por así decir, profiere sus acciones y todo lo demás que el alma haga a su propia manera, como una canción. Y así como el actor, con su voz y su gesto, habría aportado de sí al poema algo bello o feo, o un adorno, según parecería, o bien, añadiendo la mala calidad de su propia voz, no hizo que el drama fuera distinto de lo que era, pero él mismo apareció desgarbado, y el poeta del drama lo despidió, deshonrándolo conforme a su mérito —haciendo también esto la obra de un buen juez—, y al otro lo llevó a mayores honores y, si los tenía, a dramas más bellos, y al otro, si tenía en alguna parte unos peores, [lo llevó] a estos; de este modo el alma, entrando en este poema que es el todo y haciéndose parte del drama, aportando de sí, para la actuación, el bien o el mal, y ordenada en su entrada, y recibiendo todo lo demás aparte de sí misma y de sus obras, tiene a su vez castigos y honores. Pero hay algo más en estos actores, puesto que actúan en un lugar mayor que la medida de una escena, y puesto que el poeta, que hace todo esto, los hace dueños, y es mayor su poder de ir a muchas clases de lugares: ellos determinan honores y deshonras, tomando parte también ellos en los honores y deshonras, al ajustarse cada lugar a los caracteres, de modo que concuerda con la razón del todo, y cada uno se acomoda conforme a justicia a las partes que lo han de recibir, como cada cuerda es colocada en su lugar propio y conveniente según la razón del sonido, tal como es su potencia para ello. Pues también en el todo lo conveniente y lo bello consiste en que cada uno sea colocado donde debe, profiriendo males en la oscuridad y en el Tártaro; pues allí es bello hablar así. Y este todo es bello no si cada uno fuera una piedra, sino si, aportando su propio sonido, contribuye a una sola armonía, dando voz también él a una vida, aunque menor, peor y más imperfecta: así como en una siringa no hay una sola voz, sino que también una voz menor y apagada contribuye a la armonía de toda la siringa, porque la armonía está dividida en partes no iguales, y todos los sonidos son desiguales, pero el [sonido] perfecto es uno, a partir de todos. Y así también la razón entera es una, pero está dividida en partes no iguales; de ahí que también en el todo haya lugares diferentes, mejores y peores, y almas no iguales que se ajustan así a lugares no iguales. Y así sucede también aquí: los lugares son desemejantes y las almas no son las mismas, sino desiguales y con modos desemejantes, como según las desemejanzas de una siringa o de algún otro instrumento, y diferentes entre sí en cuanto a los lugares, [y] en cada lugar profieren lo suyo en armonía con los lugares y con el todo. Y el obrar mal estará colocado para ellas en lo bello, según el todo, y lo contrario a la naturaleza [estará] conforme a la naturaleza para el todo, y no por ello es menos un sonido menor. Pero al sonar así, [el alma] no ha hecho peor el todo, como tampoco el verdugo, siendo malo, hizo peor a la ciudad bien gobernada, si hay que servirse también de otra imagen. Pues también de este hay necesidad en una ciudad, y con frecuencia hace falta un hombre así; y también este está bien colocado.✦

18

χείρους δὲ καὶ βελτίους ψυχαὶ αἱ μὲν καὶ δἰ ἄλλας αἰτίας, αἱ δὲ οἷον ἐξ ἀρχῆς οὐ πᾶσαι ἴσαι: ἀνὰ λόγον γὰρ καὶ αὗται τῷ λόγῳ μέρη οὐκ ἴσα, ἐπείπερ διέστησαν. χρὴ δὲ ἐνθυμεῖσθαι καὶ τὰ δεύτερα καὶ τὰ τρίτα καὶ τὸ μὴ τοῖς αὐτοῖς ἐνεργεῖν ἀεὶ μέρεσι ψυχήν. ἀλλὰ πάλιν αὖ καὶ ὧδε λεκτέον: πολλὰ γὰρ ἐπιποθεῖ εἰς σαφήνειαν ὁ λόγος. μὴ γὰρ οὐδὲν δεῖ ἐπεισάγειν τοιούτους ὑποκριτάς, οἳ ἄλλο τι φθέγξονται ἢ τὰ τοῦ ποιητοῦ, ὥσπερ ἀτελοῦς παῤ αὐτοῦ τοῦ δράματος ὄντος αὐτοὶ ἀποπληροῦντες τὸ ἐλλεῖπον καὶ τοῦ ποιήσαντος διὰ μέσου κενοὺς ποιήσαντος τόπους, ὡς τῶν ὑποκριτῶν οὐχ ὑποκριτῶν ἐσομένων, ἀλλὰ μέρους τοῦ ποιητοῦ, καὶ προειδότος ἃ φθέγξονται, ἵν’ οὕτω τὰ λοιπὰ συνείρειν καὶ τὰ ἐφεξῆς οἷός τε ᾖ. καὶ γὰρ τὰ ἐφεξῆς ἐν τῷ παντὶ καὶ [τὰ] ἑπόμενα τοῖς κακοῖς τῶν ἔργων λόγοι καὶ κατὰ λόγον: οἷον ἐκ μοιχείας καὶ αἰχμαλώτου ἀγωγῆς παῖδες κατὰ φύσιν βελτίους καὶ ἄνδρες, εἰ τύχοι, καὶ πόλεις ἄλλαι ἀμείνους τῶν πεπορθημένων ὑπὸ ἀνδρῶν πονηρῶν. εἰ οὖν ἄτοπος ἡ εἰσαγωγὴ τῶν ψυχῶν, αἳ δὴ τὰ πονηρά, αἱ δὲ τὰ χρηστὰ ἐργάσονται — ἀποστερήσομεν γὰρ τὸν λόγον καὶ τῶν χρηστῶν ἀφαιροῦντες αὐτοῦ τὰ πονηρά — τί κωλύει καὶ τὰ τῶν ὑποκριτῶν ἔργα μέρη ποιεῖν, ὥσπερ τοῦ δράματος ἐκεῖ, οὕτω καὶ τοῦ ἐν τῷ παντὶ λόγου, καὶ ἐνταῦθα καὶ τὸ καλῶς καὶ τὸ ἐναντίον, ὥστε εἰς ἕκαστον τῶν ὑποκριτῶν οὕτω παῤ αὐτοῦ τοῦ λόγου, ὅσῳ τελειότερον τοῦτο τὸ δρᾶμα καὶ πάντα παῤ αὐτοῦ. ἀλλὰ τὸ κακὸν ποιῆσαι ἵνα τί; καὶ αἱ ψυχαὶ δὲ οὐδὲν ἔτι ἐν τῷ παντὶ αἱ θειότεραι, ἀλλὰ μέρη λόγου πᾶσαι: καὶ ἢ οἱ λόγοι πάντες ψυχαί, ἢ διὰ τί οἱ μὲν ψυχαί, οἱ δὲ λόγοι μόνον [τοῦ] παντὸς ψυχῆς τινος ὄντος;

Que las almas sean peores y mejores, en unas se debe también a otras causas, en otras, por así decir, [es] desde el principio, pues no todas son iguales: también ellas son, en proporción a la razón, partes no iguales, puesto que se han separado. Hay que considerar también los segundos y terceros [papeles], y que el alma no obra siempre con las mismas partes. Pero de nuevo hay que hablar también de este otro modo, pues el discurso requiere muchas cosas para ser claro. ¿Acaso no hay que introducir tales actores, que dirán algo distinto de lo del poeta, como si el drama fuera imperfecto por sí mismo y ellos completaran lo que falta, y el que lo compuso hubiera dejado huecos en medio, como si los actores no fueran a ser actores, sino parte del poeta, y [este] supiera de antemano lo que dirán, para poder así enlazar lo restante y lo que sigue? Pues también lo que sigue en el todo y [lo] que sigue a las malas obras son razones y [ocurren] conforme a la razón: por ejemplo, de un adulterio y de un rapto de cautivos nacen hijos naturalmente mejores, y hombres, si sucede, y otras ciudades mejores que las saqueadas por hombres malvados. Si, pues, es absurda la introducción de almas, de las cuales unas harán lo malo y otras lo bueno —pues privaremos a la razón también de lo bueno, al quitarle lo malo—, ¿qué impide hacer también las obras de los actores partes de la razón que hay en el todo, como allí lo son del drama, y aquí tanto lo bueno como lo contrario, de modo que [llegue] a cada uno de los actores así, de la razón misma, cuanto más perfecto es este drama, y todo [procede] de ella? Pero, ¿hacer el mal, para qué? Y las almas ya no serían nada más divinas en el todo, sino todas partes de la razón; y o todas las razones son almas, o ¿por qué unas son almas y otras solo razones, habiendo [sin embargo] un alma [del] todo?

Fuente del texto original: Texto griego: edición de R. Volkmann (Leipzig, Teubner, 1883–1884, dominio público), transcripción digital de Open Greek and Latin (First1KGreek), CC BY-SA 4.0. La columna griega se distribuye con esa misma licencia.